- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:41-42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安指责基督徒只继承了犹太教中粗暴狂热的劣质成分,指出耶稣不过是恺撒统治下的一名臣民,并历数犹太人屡遭异族奴役的历史,以此批判基督徒叛离罗马诸神而追随犹太人的愚行。
Τί δὲ τοιοῦτον ἑαυτοῖς Ἑβραῖοι καυχῶνται παρὰ τοῦ θεοῦ δεδόσθαι, πρὸς οὓς ὑμεῖς ἀφ̓ ἡμῶν αὐτομολήσαντες πείθεσθε; εἰ τοῖς ἐκείνων γοῦν προσείχετε λόγοις, οὐκ ἂν παντάπασιν ἐπεπράγειτε δυστυχῶς, ἀλλὰ χεῖρον μὲν ἢ πρότερον, ὁπότε σὺν ἡμῖν ἦτε, οἰστὰ δὲ ὅμως ἐπεπόνθειτε ἂν καὶ φορητά.1 ἕνα γὰρ ἀντὶ πολλῶν θεὸν ἐσέβεσθε ἂν οὐκ ἄνθρωπον, μᾶλλον δὲ πολλοὺς ἀνθρώπους δυστυχεῖς. καὶ νόμῳ σκληρῷ μὲν καὶ τραχεῖ καὶ πολὺ τὸ ἄγριον ἔχοντι καὶ βάρβαρον ἀντὶ τῶν παρ’ ἡμῖν ἐπιεικῶν καὶ φιλανθρώπων χρώμενοι τὰ μὲν ἄλλα χείρονες ἂν ἦτε, ἁγνότεροι δὲ καὶ καθαρώτεροι τὰς ἁγιστείας.2 νῦν δὲ ὑμῖν συμβέβηκεν ὥσπερ ταῖς βδέλλαις τὸ χείριστον ἕλκειν αἷμα ἐκεῖθεν, ἀφεῖναι δὲ τὸ καθαρώτερον. ὁ δὲ Ἰησοῦς ἀναπείσας τὸ χείριστον τῶν παρ’ ὑμῖν, ὀλίγους πρὸς τοῖς τριακοσίοις ἐνιαυτοῖς ὀνομάζεται, ἐργασάμενος παρ’ ὃν ἔζη χρόνον οὐδὲν ἀκοῆς ἄξιον, εἰ μή τις οἴεται τοὺς κυλλοὺς καὶ τυφλοὺς ἰάσασθαι καὶ δαιμονῶντας ἐξορκίζειν ἐν Βηθσαιδᾷ καὶ ἐν Βηθανίᾳ ταῖς κώμαις τῶν μεγίστων ἔργων εἶναι. ἁγνείας μὲν οὐδὲ γὰρ εἰ πεποίηται μνήμην ἐπίστασθε· ζηλοῦτε δὲ Ἰουδαίων τοὺς θυμοὺς καὶ τὴν πικρίαν, ἀνατρέποντες ἱερὰ καὶ βωμοὺς καὶ ἀπεσφάξατε οὐχ ἡμῶν μόνον τοὺς τοῖς πατρῴοις ἐμμένοντας, ἀλλὰ καὶ τῶν ἐξ ἴσης ὑμῶν πεπλανημένων αἱρετικοὺς τοὺς μὴ τὸν αὐτὸν τρόπον ὑμῶν τὸν νεκρὸν θρηνοῦντας. ἀλλὰ ταῦτα ὑμέτερα μᾶλλόν ἐστιν· οὐδαμοῦ γὰρ οὔτε Ἰησοῦς αὐτὰ παραδέδωκε κελεύων ὑμῖν οὔτε Παῦλος. αἴτιον δέ, ὅτι μηδὲ ἤλπισαν εἰς τοῦτο ἀφίξεσθαί ποτε δυνάμεως ὑμᾶς· ἠγάπων γάρ, εἰ θεραπαίνας ἐξαπατήσουσι καὶ δούλους καὶ διὰ τούτων τὰς γυναῖκας ἄνδρας τε, οἵους Κορνήλιος καὶ Σέργιος. ὧν εἷς ἐὰν φανῇ τῶν τηνικαῦτα γνωριζομένων ἐπιμνηθεὶς3—ἐπὶ Τιβερίου γὰρ ἤτοι Κλαυδίου ταῦτα ἐγίνετο—, περὶ πάντων ὅτι ψεύδομαι νομίζετε.
那么,你们从我们这里叛逃过去所服从的希伯来人,夸耀上帝赐予了他们什么类似的东西呢?如果你们至少听从了他们的话,倒还不至于完全陷入不幸;虽然比以前与我们在一起时更糟,但你们所承受的终究还是可以忍受和承担的。因为你们本会敬拜独一的上帝而非众多神明,而不是一个人,或者不如说是许多不幸的人;并且你们使用一部严酷、粗暴且含有诸多凶悍与野蛮成分的律法,来取代我们温和仁爱的法则,你们在其他方面虽然会更差,但在净化之礼上却会更纯洁、更干净。然而现实中,你们却像水蛭一样,从那里吸取了最污浊的血液,却把更干净的留了下来。至于说服了你们当中最底层之人的耶稣,被提起也不过三百来年,他在生前没有做出任何值得称道之事,除非有人认为在伯赛大和伯大尼等村庄医治瘸子、瞎子和驱逐附魔者属于最伟大的功业。你们甚至不知道他是否曾提及纯洁之礼;然而你们却效法犹太人的愤怒与怨毒,推倒圣殿与祭坛,屠杀的不单是我们当中坚守祖训的人,还包括那些与你们一样同样陷于迷妄、却未能以相同方式悼念那具死尸的异端者。但这更多是你们自己的作为;因为耶稣和保罗在任何地方都不曾命令你们并把这些传授给你们。其缘由在于,他们甚至从未指望过你们有朝一日能获得这般权势;他们只要能欺骗侍女和奴隶,并通过他们欺骗妇女以及像哥尼流和塞尔吉乌斯这样的人,便已心满意足了。若是当时的知名人士中哪怕有一人被证明曾提及他们——因为这些事发生在提比略或克劳狄统治时期——,你们大可认为我所说的一切都是谎言。
Ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ̓ ὅθεν ὥσπερ ἐπιπνεόμενος ἐφθεγξάμην, ὅθεν δὲ ἐξέβην, ὅτι Πρὸς τοὺς Ἰουδαίους ηὐτομολήσατε, τί τοῖς ἡμετέροις ἀχαριστήσαντες θεοῖς; ἆρ’ ὅτι βασιλεύειν ἔδοσαν οἱ θεοὶ τῇ Ῥώμῃ, τοῖς Ἰουδαίοις ὀλίγον μὲν χρόνον ἐλευθέρους εἶναι, δουλεῦσαι δὲ ἀεὶ καὶ παροικῆσαι; σκόπει τὸν Ἁβραάμ· οὐχὶ πάροικος ἦν ἐν ἀλλοτρίᾳ; τὸν Ἰακώβ· οὐ πρότερον μὲν Σύροις, ἑξῆς δὲ ἐπὶ τούτοις Παλαιστινοῖς, ἐν γήρᾳ δὲ Αἰγυπτίοις ἐδούλευσεν; οὐκ ἐξ οἴκου δουλείας ἐξαγαγεῖν αὐτοὺς ὁ Μωυσῆς φησιν ἐξ Αἰγύπτου ἐν βραχίονι ὑψηλῷ; κατοικήσαντες δὲ τὴν Παλαιστίνην, οὐ πυκνότερον ἤμειψαν τὰς τύχας ἢ τὸ χρῶμά φασιν οἱ τεθεαμένοι τὸν χαμαιλέοντα.4 νῦν μὲν ὑπακούοντες τοῖς κριταῖς, νῦν δὲ τοῖς ἀλλοφύλοις δουλεύοντες; ἐπειδὴ δὲ ἐβασιλεύθησαν— ἀφείσθω δὲ νῦν ὅπως·5 οὔτε γὰρ ὁ θεὸς ἑκὼν αὐτοῖς τὸ βασιλεύεσθαι συνεχώρησεν, ὡς ἡ γραφή φησιν, ἀλλὰ βιασθεὶς ὑπ̓ αὐτῶν καὶ προδιαστειλάμενος, ὅτι ἄρα φαύλως βασιλευθήσονται. πλὴν ἀλλ’ ᾤκησαν γοῦν τὴν ἑαυτῶν καὶ ἐγεώργησαν ὀλίγα πρὸς τοῖς τριακοσίοις ἔτεσιν. ἐξ ἐκείνου πρῶτον Ἀσσυρίοις, εἶτα Μήδοις, ὕστερον Πέρσαις ἐδούλευσαν, εἶτα νῦν ἡμῖν αὐτοῖς. καὶ ὁ παρ’ ὑμῖν κηρυττόμενος Ἰησοῦς εἷς ἦν τῶν Καίσαρος ὑπηκόων. εἰ δὲ ἀπιστεῖτε, μικρὸν ὕστερον ἀποδείξω· μᾶλλον δὲ ἤδη λεγέσθω. φατὲ μέντοι μετὰ τοῦ πατρὸς αὐτὸν ἀπογράψασθαι καὶ τῆς μητρὸς ἐπὶ Κυρηνίου.
但我不知何故竟像受了神灵感召一般说出了这番话;且让我回到我所偏离的原题,即: “你们忘恩负义背弃我们的诸神,究竟为何叛逃归附于犹太人?” 难道是因为诸神赐予罗马统治之权,却只准许犹太人享有短暂的自由,其余时刻则永世沦为奴役和寄居之人吗?试看亚伯拉罕:他在异邦难道不是一个异乡客吗?试看雅各:他难道不是先侍奉叙利亚人,继而侍奉巴勒斯坦人,晚年又沦为埃及人的奴仆吗?摩西不是说用高举的手臂将他们从为奴之家、从埃及领出来了吗?而在定居巴勒斯坦之后,他们改变运势的频繁程度,难道不比见过变色龙的人所说其变换颜色的频率还要快吗?他们时而顺从士师,时而臣服于外族。及至他们立了君王——如今且不去谈论那是如何发生的;因为正如经上所记,上帝并非甘愿让君王统治他们,而是在他们的强迫下才应允,且预先告诫他们必定会被恶劣地统治——无论如何,他们住在自己的土地上耕种也不过三百余年。自那以后,他们先是臣服于亚述人,继而臣服于米底人,后来又臣服于波斯人,如今则臣服于我们自己。而你们中间所宣扬的耶稣,亦是恺撒的臣民之一。若你们不信,我稍后便予以证明;或者不如说,现在就把它说清楚:你们自己分明也说,他是在居里纽任职之时,与父亲和母亲一同登记在册的。
- 201eεἰ τοῖς ἐκείνων γοῦν προσείχετε λόγοις, οὐκ ἂν παντάπασιν ἐπεπράγειτε δυστυχῶς, ἀλλὰ ... οἰστὰ δὲ ὅμως ἐπεπόνθειτε ἂν καὶ φορητά
带有 ἄν 的过去完成时 ἐπεπράγειτε 与 ἐπεπόνθειτε 构成的与过去事实相反的虚拟语气。完成体的状态性在此得到强调,引申至当下的结果状态:“(若听从他们,你们如今)本不至于陷入完全悲惨的境地,而是承受着尚可忍耐的境况”。
- 202aἁγνότεροι δὲ καὶ καθαρώτεροι τὰς ἁγιστείας
宾格短语 τὰς ἁγιστείας 作限制/方面宾格(accusative of respect/specification),修饰比较级形容词 ἁγνότεροι 和 καθαρώτεροι,意为“在净化礼仪方面更为纯洁”。
- 206bὧν εἷς ἐὰν φανῇ τῶν τηνικαῦτα γνωριζομένων ἐπιμνηθείς
属格关系代名词 ὧν 指代前文提及的人物,作异态动词分词 ἐπιμνηθείς(提及)的宾语,而部分属格 τῶν τηνικαῦτα γνωριζομένων 修饰主语 εἷς:“若是当时的知名人士中有一人显出曾提及他们”。该条件从句引导主句的命令式 νομίζετε。
- 209eοὐ πυκνότερον ἤμειψαν τὰς τύχας ἢ τὸ χρῶμά φασιν οἱ τεθεαμένοι τὸν χαμαιλέοντα
比较句式。在 ἤ 引导的比较从句中,承前省略了动词“改变”(如不定词 ἀμείβειν):“他们改变运势的频繁,难道不比亲眼见过变色龙的人说[它变换]颜色的频率更高吗?”
- 209eἀφείσθω δὲ νῦν ὅπως
由动词 ἀφίημι 的第三人称单数完成时被动命令式 ἀφείσθω 构成的插入短语,以间接疑问副词 ὅπως 引导的从句为内容:“至于那是如何发生的,现在且搁置不论/不予追究”。
