← 朱利安

驳加利利人

§29-33

十诫的普遍性与对忌邪之神的批判

作者指出摩西十诫中除禁止拜别神和安息日之外的道德律为万国所共有,并借助《民数记》中非尼哈的事例,批判将神描绘为“忌邪”与反复无常的荒谬与自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

Ὁ νόμος ἐστὶν ὁ τοῦ Μωυσέως θαυμαστός, ἡ δεκάλογος ἐκείνη· Οὐ κλέψεις, οὐ φονεύσεις, οὐ ψευδομαρτυρήσεις. γεγράφθω δὲ αὐτοῖς τοῖς ῥήμασιν ἑκάστη τῶν ἐντολῶν, ἃς ὑπ̓ αὐτοῦ φησι γεγράφθαι τοῦ θεοῦ.

摩西的律法乃是那令人惊叹的、著名的十诫: ‘不可偷盗,不可杀人,不可作假见证。’ 且让我们按照原话记录下每一条诫命,据他称,这些诫命是由神亲自书写的:

§30

Ἐγὼ εἰμι κύριος ὁ θεός σου, ὃς ἐξήγαγέ σε ἐκ γῆς Αἰγύπτου. δευτέρα μετὰ τοῦτο· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον. καὶ τὴν αἰτίαν προστίθησιν· Ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής, ἀποδιδοὺς πατέρων ἁμαρτίας ἐπὶ τέκνα ἕως τρίτης γενεᾶς. Οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων. Τίμα σου τὸν πατέρα καὶ τὴν μητέρα. Οὐ μοιχεύσεις. Οὐ φονεύσεις. Οὐ κλέψεις. Οὐ ψευδομαρτυρήσεις. Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου.

‘我是耶和华你的神,曾将你从埃及地领出来。’ 此后的第二条诫命: ‘除了我以外,你不可有别的神。不可为你自己雕刻偶像。’ 并且他附加了理由: ‘因为我是耶和华你的神,是忌邪的神,追讨父辈的罪孽,自父及子直到三代。’ ‘不可妄称耶和华你神的名。’ ‘当记念安息日。’ ‘当孝敬你的父母。’ ‘不可奸淫。’ ‘不可杀人。’ ‘不可偷盗。’ ‘不可作假见证。’ ‘不可贪恋你邻舍之物。’

§31

Ποῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις καὶ τοῦ Μνήσθητι τῆς ἡμέρας τῶν σαββάτων, ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν,1 ἐνιαχοῦ μὲν σφοδροτέρας, ἐνιαχοῦ δὲ παραπλησίας ταῖς παρὰ Μωυσέως νομοθετείσαις, ἔστι δὲ ὅπου καὶ φιλανθρωποτέρας;

凭诸神起誓,除了‘不可敬拜别神’以及 ‘当记念安息日’之外,究竟有哪一个民族,不认为其余的诫命应当遵守,以至于对违犯者设定了惩罚——在有些地方惩罚更为严厉,在有些地方与摩西所立之法相仿,而在某些地方甚至更加宽大仁慈?

§32

Ἀλλὰ τὸ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις — ὃ δὴ μετὰ μεγάλης περὶ τὸν θεόν φησι διαβολῆς. Θεὸς γὰρ ζηλωτής φησι· καὶ ἐν ἄλλοις πάλιν· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. εἶτα ἄνθρωπος ζηλωτὴς καὶ βάσκανος ἄξιος εἶναί σοι φαίνεται  μέμψεως, ἐκθειάζεις δέ, εἰ ζηλότυπος ὁ θεὸς λέγεται; καίτοι πῶς εὔλογον οὕτω φανερὸν πρᾶγμα τοῦ θεοῦ καταψεύδεσθαι; καὶ γὰρ εἰ ζηλότυπος, ἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ.2 εἶτα πῶς οὐκ ἀνέστειλεν αὐτὸς ζηλῶν οὕτω καὶ μὴ βουλόμενος προσκυνεῖσθαι τοὺς ἄλλους, ἀλλὰ μόνον ἑαυτόν; ἆρ’ οὖν οὐχ οἷός τε ἦν ἢ οὐδὲ τὴν ἀρχὴν ἠβουλήθη κωλῦσαι μὴ προσκυνεῖσθαι καὶ τοὺς ἄλλους θεούς; ἀλλὰ τὸ μὲν πρῶτον ἀσεβές, τὸ δὴ λέγειν ὡς οὐκ ἠδύνατο· τὸ δεύτερον δὲ τοῖς ἡμετέροις ἔργοις ὁμολογεῖ. ἄφετε τοῦτον τὸν λῆρον καὶ μὴ τηλικαύτην ἐφ̓ ὑμᾶς αὐτοὺς ἕλκετε βλασφημίαν. εἰ γὰρ οὐδένα θέλει προσκυνεῖσθαι, τοῦ χάριν αὐτοῦ τὸν νόθον υἱὸν τοῦτον προσκυνεῖτε καὶ ὃν ἐκεῖνος ἴδιον οὔτε ἐνόμισεν οὐθ̓ ἡγήσατο πώποτε. καὶ δείξω γε τοῦτο ῥᾳδίως. ὑμεῖς δέ, οὐκ οἶδ̓ ὅθεν, ὑπόβλητον αὐτῷ προστίθετε Οὐδαμοῦ χαλεπαίνων ὁ θεὸς φαίνεται οὐδὲ ἀγανακτῶν οὐδὲ ὀργιζόμενος οὐδὲ ὀμνύων οὐδ̓ ἐπ̓ ἀμφότερα ταχέως ῥέπων οὐδὲ στρεπτός, ὡς ὁ Μωυσῆς φησιν ἐπὶ τοῦ Φινεές. εἴ τις ὑμῶν ἀνέγνω τοὺς ἀριθμούς, οἶδεν ὃ λέγω. ἐπειδὴ γὰρ Φινεὲς τὸν τελεσθέντα τῷ Βεελφεγὼρ μετὰ τῆς ἀναπεισάσης αὐτὸν γυναικὸς αὐτοχειρίᾳ λαβὼν ἀπέκτεινεν αἰσχρῷ καὶ ὀδυνηροτάτῳ τραύματι, διὰ τῆς μήτρας, φησί, παίσας τὴν γυναῖκα, πεποίηται λέγων ὁ θεός·3 Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς. καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου. τί κουφότερον τῆς αἰτίας, δι’ ἣν θεὸς ὀργισθεὶς οὐκ ἀληθῶς ὑπὸ τοῦ γράψαντος ταῦτα πεποίηται; τί δὲ ἀλογώτερον, εἰ δέκα ἢ πεντεκαίδεκα, κείσθω δὲ καὶ ἑκατόν, οὐ γὰρ δὴ χιλίους ἐροῦσι—θῶμεν δὲ ἡμεῖς καὶ τοσούτους τολμήσαντάς τι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων νόμων παραβῆναι· ἑξακοσίας ἐχρῆν διὰ τοὺς ἅπαξ χιλίους ἀναλωθῆναι χιλιάδας; ὡς ἔμοιγε κρεῖττον εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδιαφθεῖραι τοὺς χιλίους ἑνί4

然而那条 ‘不可敬拜别神’ ——这正是他伴随着对神的巨大毁谤而述说的。因为他说: ‘乃是忌邪的神’;又在别处说: ‘我们的神乃是烈火。’ 那么,一个嫉妒且心怀恶意的人在你看来是应当受到谴责的,可若是神被说成是嫉妒的,你反倒将其视为神圣而大加赞美吗?然而,在关于神的如此显明之事上撒谎,怎能说是合乎情理的呢?因为如果他是嫉妒的,那么所有的神明都是违背其意愿而受到敬拜的,且其余各民族也都在敬拜诸神。那么,他既然如此嫉妒,不愿他人受敬拜,而只愿自己受敬拜,为何没有亲自加以制止呢?难道是他无能为力,还是他从一开始根本就不想阻止其他诸神也被敬拜呢?但是第一种说法是不虔敬的——即宣称他无能为力;而第二种说法则与我们现实的事实相吻合。丢弃这种荒谬之谈吧,切莫为你们自己招致如此巨大的亵渎。因为如果他不愿任何人受敬拜,你们究竟为何要敬拜他这个从未被他承认为亲生、亦从未视作己出的私生子呢?我将很容易证明这一点。而你们不知从何处弄来一个弃儿硬加在他身上。神绝未在任何地方显出像摩西就非尼哈之事所说的那样恼怒、愤慨、暴怒、起誓、向两端急速倾斜或反复无常的样子。你们若有人读过《民数记》,就会明白我所说的话。因为当非尼哈亲手抓住那个归顺于巴力·毗珥的人以及诱惑他的妇人,以可耻且极度痛苦的创伤将他们击杀时——他说,那是刺穿了妇人的子宫——神被描绘为说道: ‘祭司亚伦的孙子、以利亚撒的儿子非尼哈,在他们中间以我的忌邪为心,使我的怒气从以色列人身上转消;因此我没有在我的忌邪中将以色列人消灭殆尽。’ 因其缘由神被描绘为发怒——这并非实情,而是出自书写这些话的人之手——还有什么比这理由更轻浮可笑的呢?又有什么比这更荒谬的呢:纵使有十人或十五人,就算有一百人吧——因为他们断不会说有一千人,但即便我们姑且假定有这么多人胆敢违犯神所订立的律法——难道就应当为了区区一千人而毁灭六十万人吗?因为在我看来,让一千个最优秀的人伴随保全一个恶人,无论如何也远远胜过为了一个人而将那一千人一同毁灭。

语法注4 条
  1. 152dΠοῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ ... ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν

    Ποῖον ἔθνος ἐστί 构成修辞性反问,意为“哪里有……的民族(绝无此类民族)”。关系代词 ὃ 先行词为 ἔθνος,与否定词 μὴ 连用表示特征(“不认为当守其余诫命的民族”)。随后的 ὡς 引导结果从句,与不定式 κεῖσθαι 连用,表示“以至于对违犯者设立了惩罚”。

  2. 155dἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ

    ἄκοντος αὐτοῦ 是属格独立结构,表示让步或伴随状况(“违背其意愿”或“尽管他不情愿”)。主句中前半句使用被动语态(πάντες οἱ θεοὶ προσκυνοῦνται,“诸神皆受敬拜”),后半句使用主动语态(πάντα τὰ λοιπὰ ... προσκυνεῖ,“其余各族敬拜诸神”),构成对称。中性复数主语 πάντα τὰ λοιπὰ 遵循语法规则接单数动词 προσκυνεῖ。

  3. 160eπεποίηται λέγων ὁ θεός

    完成时被动语态 πεποίηται 与主格分词 λέγων 连用,是文学描写惯用结构 ποιεῖν τινα λέγοντα(“在著作中描绘某人说……”)的被动形式,意为“神被描绘为说道……”。尤利安借这一句式暗示,这并非神的真实启示,而纯属作者(摩西)虚构的文学刻画。

  4. 161aὡς ἔμοιγε κρεῖττον εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδιαφθεῖραι τοὺς χιλίους ἑνί

    句首的 ὡς 带有强调或确信语气(“在我看来实在……”)。τῷ παντὶ 是表示程度差异的与格,用来加强比较级 κρεῖττον(“全然、远为更优”)。在比较连词 ἢ 的两端,形成了对称结构:χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρόν(“伴随一千个最优秀的人保全一个恶人”)对立于 συνδιαφθεῖραι τοὺς χιλίους ἑνί(“因一个人而将一千人一同毁灭”)。χιλίοις ἀνδράσι 为伴随与格,句末的 ἑνί 则作原因或关联与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:29-33