← 朱利安

驳加利利人

§25-28

诸民族差异中地域风土与守护神的机理

作者论证各民族在法律、习俗及身体特征上的差异源于各民族神明与地理自然本性的协同,而非单纯的神圣命令,并批评了将希伯来局域神明混同于宇宙普遍创造者的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

Ἀλλ’ ὁρᾶτε, μή ποτε καὶ ἡμῖν ἔδωκεν1 ὁ θεὸς οὓς ὑμεῖς ἠγνοήκατε θεούς τε καὶ προστάτας ἀγαθούς,2 οὐδὲν ἐλάττονας τοῦ παρὰ τοῖς Ἑβραίοις ἐξ ἀρχῆς τιμωμένου τῆς Ἰουδαίας, ἧσπερ ἐκεῖνος προνοεῖν ἔλαχε μόνης,3 ὥσπερ ὁ Μωυσῆς ἔφη καὶ οἱ μετ’ ἐκεῖνον ἄχρις ἡμῶν. εἰ δὲ ὁ προσεχὴς εἴη τοῦ κόσμου δημιουργὸς ὁ παρὰ τοῖς Ἑβραίοις τιμώμενος, ἔτι καὶ βέλτιον ὑπὲρ αὐτοῦ διενοήθημεν ἡμεῖς ἀγαθά τε ἡμῖν ἔδωκεν ἐκείνων μείζονα τά τε περὶ ψυχὴν καὶ τὰ ἐκτός, ὑπὲρ ὧν ἐροῦμεν ὀλίγου ὕστερον, ἔστειλέ τε καὶ ἐφ̓ ἡμᾶς νομοθέτας οὐδὲν Μωυσέως χείρονας, εἰ μὴ τοὺς πολλοὺς μακρῷ κρείττονας.

然而请考虑一下,神是否也赐给了我们为你们所不知的优越的神明与守护者,他们绝不亚于从起初在希伯来人那里受崇敬的犹太之地的神——正如摩西及其后直至我们今日之人所言,那神仅仅分得眷顾犹太一地。即使希伯来人所崇敬的神是宇宙直接的创造者,我们对他的认识也比他们更为优越,并且无论在灵魂方面还是在外在事物方面,他赐予我们的善都胜过赐予他们的善(关于这些我们稍后将予论述),他也差遣给我们绝不逊色于摩西的立法者,若非说其中大多数远胜于他的话。

§26

Ὅπερ οὖν ἐλέγομεν, εἰ μὴ καθ̓ ἕκαστον ἔθνος ἐθνάρχης τις θεὸς ἐπιτροπεύων ἄγγελός τε ὑπ̓ αὐτῷ καὶ δαίμων καὶ ἥρως καὶ ψυχῶν ἰδιάζον γένος ὑπηρετικὸν καὶ ὑπουργικὸν τοῖς κρείττοσιν ἔθετο τὴν ἐν τοῖς νόμοις καὶ τοῖς ἤθεσι διαφορότητα, δεικνύσθω, παρ’ ἄλλου πῶς γέγονε ταῦτα. καὶ γὰρ οὐδὲ ἀπόχρη λέγειν· Εἶπεν ὁ θεὸς καὶ ἐγένετο. ὁμολογεῖν γὰρ χρὴ τοῖς ἐπιτάγμασι τοῦ θεοῦ τῶν γινομένων τὰς φύσεις. ὃ δὲ λέγω, σαφέστερον ἐρῶ. ἐκέλευσεν ὁ θεὸς ἄνω φέρεσθαι τὸ πῦρ, εἰ τύχοι, κάτω δὲ τὴν γῆν; οὐχ ἵνα τὸ πρόσταγμα γένηται τοῦ θεοῦ, τὸ μὲν ἐχρῆν εἶναι κοῦφον, τὸ δὲ βρίθειν; οὕτω καὶ ἐπὶ τῶν ἑτέρων ὁμοίως τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν θείων. αἴτιον δέ, ὅτι τὸ μὲν τῶν ἀνθρώπων ἐπίκηρόν ἐστι καὶ φθαρτὸν γένος. εἰκότως οὖν αὐτοῦ φθαρτὰ καὶ τὰ ἔργα καὶ μεταβλητὰ καὶ παντοδαπῶς τρεπόμενα· τοῦ θεοῦ δὲ ὑπάρχοντος ἀϊδίου, καὶ τὰ προστάγματα τοιαῦτ’ εἶναι προσήκει. τοιαῦτα δὲ ὄντα ἤτοι φύσεις εἰσὶ τῶν ὄντων ἢ τῇ φύσει τῶν ὄντων ὁμολογούμενα. πῶς γὰρ ἂν ἡ φύσις τῷ προστάγματι μάχοιτο τοῦ θεοῦ; πῶς δ̓ ἂν ἔξω πίπτοι τῆς ὁμολογίας; οὐκοῦν εἰ καὶ προσέταξεν ὥσπερ τὰς γλώσσας συγχυθῆναι καὶ μὴ συμφωνεῖν ἀλλήλαις, οὕτω δὲ καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν, οὐκ ἐπιτάγματι δὲ μόνον ἐποίησε τοιαῦτα καὶ πεφυκέναι, οὐδὲ ἡμᾶς πρὸς ταύτην κατεσκεύασε τὴν διαφωνίαν. ἐχρῆν γὰρ πρῶτον διαφόρους ὑπεῖναι φύσεις τοῖς ἐν τοῖς ἔθνεσι διαφόρως ἐσομένοις. ὁρᾶται γοῦν τοῦτο, καὶ τοῖς σώμασιν εἴ τις ἀπίδοι Γερμανοὶ καὶ Σκύθαι Λιβύων καὶ Αἰθιόπων ὁπόσον διαφέρουσιν. ἆρα καὶ τοῦτό ἐστι ψιλὸν ἐπίταγμα, καὶ οὐδὲν ὁ ἀὴρ οὐδὲ ἡ χώρα τῷ πῶς ἔχειν πρὸς τὸ χρῶμα θεοῖς συμπράττει;

因此,正如我们所说,若非在每个民族之上有一位主管的民族神明统领着,其麾下有天使、代蒙、英雄以及服侍并协助尊贵者的特殊灵魂阶层,从而制定了法律与习俗上的差异,那么就请指明,这些差异究竟是如何由其他途径产生的。因为单单说: ‘神说了,事就这样成了。’ 是根本不够的。因为生成之物的本性必须与神的命令相一致。我所要表达的意思,且让我说得更明白些。比如,神若命令火向上运动,而地向下运动,那么为了使神的命令得以实现,岂不是一方面必须轻,另一方面必须重吗?其余事物也是如此,在神圣事物上也完全遵循同一方式。其原因在于,人类的种族是注定死亡且必朽的;因而自然地,人类的作为也是必朽、易变且千差万别的。然而神既是永恒的,其命令也应当是永恒的。既然是永恒的,它们要么就是存在之物的本性本身,要么就是与存在之物的本性相契合的。因为本性怎能抗拒神的命令?又怎能逸出这种契合之外呢?因此,即使他吩咐语言应当被混乱且彼此不通,各民族的政体亦当如此,他也绝非仅仅凭一道命令就使它们具有此种性质和天赋,亦未曾将我们直接塑造为这种分歧。因为对于那些将在各民族中呈现不同状态的人而言,首先必须有不同的本性作为其底层基础。这一点无论如何是显而易见的,只要有人审视他们的肉身,便会看到日耳曼人和斯基泰人与利比亚人和埃塞俄比亚人有多么大的不同。难道这也是纯粹的一道命令,而气候与地理环境在肤色状态上没有与诸神发生任何协作吗?

§27

Ἔτι δὲ καὶ ὁ Μωυσῆς ἐπεκάλυπτε τὸ τοιοῦτον εἰδὼς οὐδὲ τὴν τῶν διαλέκτων σύγχυσιν ἀνατέθεικε τῷ θεῷ μόνῳ. φησὶ γὰρ αὐτὸν οὐ μόνον κατελθεῖν οὐ μὴν οὐδὲ ἕνα συγκατελθεῖν αὐτῷ, πλείονας δέ, καὶ τούτους οἵτινές εἰσιν οὐκ εἶπεν· εὔδηλον δέ, ὅτι παραπλησίους αὐτῷ τοὺς συγκατιόντας ὑπελάμβανεν. εἰ τοίνυν πρὸς τὴν σύγχυσιν τῶν διαλέκτων οὐχ ὁ κύριος μόνος, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ κατέρχονται, πρόδηλον, ὅτι καὶ πρὸς τὴν σύγχυσιν τῶν ἠθῶν οὐχ ὁ κύριος μόνος, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ τὰς διαλέκτους συγχέοντες εἰκότως ἂν ὑπολαμβάνοιντο ταύτης εἶναι τῆς διαστάσεως αἴτιοι.

此外,摩西即便知晓此事却予以掩盖,甚至未曾将方言的混乱仅归于神一人。因为他说神并非独自降临,且并非仅有一人与他一同降临,而是有多人,至于这些人是谁他并未说明;但显而易见的是,他认为与他一同降临者是与他相仿的。既然为了混乱方言,不仅是主一人,还有与他同行者一同降临,那么显而易见,为了混乱习俗,不仅是主一人,还有同他一起混乱方言者,理所当然地可以被视作造成这一分立的原因。

§28

Τί οὖν, οὐκ ἐν μακροῖς εἰπεῖν βουλόμενος, τοσαῦτα ἐπεξῆλθον; ὡς, εἰ μὲν ὁ προσεχὴς εἴη τοῦ κόσμου δημιουργὸς ὁ ὑπὸ τοῦ Μωυσέως κηρυττόμενος, ἡμεῖς ὑπὲρ αὐτοῦ βελτίους ἔχομεν δόξας οἱ κοινὸν μὲν ἐκεῖνον ὑπολαμβάνοντες ἁπάντων δεσπότην, ἐθνάρχας δὲ ἄλλους, οἳ τυγχάνουσι μὲν ὑπ̓ ἐκεῖνον, εἰσὶ δὲ ὥσπερ ὕπαρχοι βασιλέως, ἕκαστος τὴν ἑαυτοῦ διαφερόντως ἐπανορθούμενος φροντίδα· καὶ οὐ καθίσταμεν αὐτὸν οὐδὲ ἀντιμερίτην τῶν ὑπ̓ αὐτὸν θεῶν καθισταμένων.4 εἰ δὲ μερικόν τινα τιμήσας ἐκεῖνος ἀντιτίθησιν αὐτῷ τὴν τοῦ παντὸς ἡγεμονίαν, ἄμεινον τὸν τῶν ὅλων θεὸν ἡμῖν πειθομένους ἐπιγνῶναι μετὰ τοῦ μηδὲ ἐκεῖνον ἀγνοῆσαι, ἢ τὸν τοῦ ἐλαχίστου μέρους εἰληχότα τὴν ἡγεμονίαν ἀντὶ τοῦ πάντων τιμᾶν δημιουργοῦ.

那么,原本不打算赘述的我,为何要详加探讨这么多内容呢?乃是因为,如果摩西所宣告的确实是宇宙直接的创造者,那么我们对他抱有更为优越的观念,因为我们将他视为一切的共同主宰,而将其他民族神明视作在其麾下、如同君王的行省长官一般,各自以特殊方式治理自己的受托事务;我们绝没有将他贬低为与其麾下设立的诸神平分秋色、分立份额之人。但如果摩西在崇敬某位局部神明的同时,反而将全宇宙的统治权归于他,那么听从我们的指引,在认识全宇宙之神的同时亦不忽视那位神明,岂不远远胜过崇拜一位仅分得极小部分统治权者以取代万物的创造者吗?

语法注4 条
  1. 141cἈλλ’ ὁρᾶτε, μή ποτε καὶ ἡμῖν ἔδωκεν

    警醒动词 ὁρᾶτε 后接 μή (ποτε) 与直陈式不定过去时(ἔδωκεν)。此处并非单纯表达担忧,而是作为一种引人深思的反问或反省句式:“且考虑一下,是否他也已经赐给了……”。

  2. 141cοὓς ὑμεῖς ἠγνοήκατε θεούς τε καὶ προστάτας ἀγαθούς

    先行词同化入关系从句(antecedent incorporation)。本应作为主句动词 ἔδωκεν 之宾语的名词短语 θεοὺς καὶ προστάτας ἀγαθούς,被吸纳入关系从句中,与关系代词 οὕς 取得同格。

  3. 141cἧσπερ ἐκεῖνος προνοεῖν ἔλαχε μόνης

    动词 λαγχάνω 搭配不定式(προνοεῖν),表示“分得……的配额/注定要负责……”,属格 ἧσπερ ... μόνης 则是不定式 προνοεῖν 所支配的宾语(προνοεῖν 支配属格)。其先行词为前面的 τῆς Ἰουδαίας。

  4. 148cοὐδὲ ἀντιμερίτην τῶν ὑπ̓ αὐτὸν θεῶν καθισταμένων

    名词 ἀντιμερίτης 意为“分得同等份额者/对等分担者”。与否定词 οὐδὲ 连用,充当 καθίσταμεν αὐτόν 的述语补足成分。属格 τῶν ... θεῶν 表示与其所对立、并列的配下诸神。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:25-28