- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:23-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者引用《创世记》中巴别塔的记述以指出其神话性质与物理上的荒谬性,将其与荷马史诗中的巨人神话等同视之。他进而指责圣经中的神仅仅混乱了语言,却对各民族之间更为根本的法制、习俗与政治禀赋的差异毫无说明与关照。
Ὁ μὲν γὰρ Μωυσῆς αἰτίαν ἀποδέδωκε κομιδῇ μυθώδη τῆς περὶ τὰς διαλέκτους ἀνομοιότητος. ἔφη γὰρ τοὺς υἱοὺς τῶν ἀνθρώπων συνελθόντας πόλιν ἐθέλειν οἰκοδομεῖν καὶ πύργον ἐν αὐτῇ μέγαν, φάναι δὲ τὸν θεόν, ὅτι χρὴ κατελθεῖν καὶ τὰς διαλέκτους αὐτῶν συγχέαι. καὶ ὅπως μή τίς με νομίσῃ ταῦτα συκοφαντεῖν, καὶ ἐκ τῶν Μωυσέως ἀναγνωσόμεθα τὰ ἐφεξῆς. Καὶ εἶπον· δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι1 ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδού, γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι καὶ νῦν οὐκ ἐκλείψει ἀπ̓ αὐτῶν πάντα, ὅσα ἂν ἐπίθωνται ποιεῖν. δεῦτε, καταβάντες ἐκεῖ συγχέωμεν αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. εἶτα τούτοις ἀξιοῦτε πιστεύειν ἡμᾶς, ἀπιστεῖτε δὲ ὑμεῖς τοῖς ὑφ̓ Ὁμήρου λεγομένοις ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ̓ ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, ἵν̓ οὐρανὸς ἀμβατὸς εἴη.2 φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο παραπλησίως ἐκείνῳ μυθῶδες εἶναι. ὑμεῖς δέ, ἀποδεχόμενοι τὸ πρότερον, ἀνθ̓ ὅτου πρὸς θεῶν ἀποδοκιμάζετε τὸν Ὁμήρου μῦθον; ἐκεῖνο γὰρ οἶμαι δεῖν σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι κἂν μιᾷ φωνῇ καὶ γλώσσῃ πάντες οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι χρήσωνται, πύργον οἰκοδομεῖν οὐ δυνήσονται πρὸς τὸν οὐρανὸν ἀφικνούμενον, κἂν ἐκπλινθεύσωσι τὴν γῆν πᾶσαν· ἀπείρων γὰρ δεήσει πλίνθων ἰσομεγεθῶν τῇ γῇ ξυμπάσῃ τῶν δυνησομένων ἄχρι τῶν σελήνης ἐφικέσθαι κύκλων. ὑποκείσθω γὰρ πάντας μὲν ἀνθρώπους συνεληλυθέναι γλώσσῃ καὶ φωνῇ μιᾷ κεχρημένους, πᾶσαν δὲ ἐκπλινθεῦσαι τὴν γῆν καὶ ἐκλατομῆσαι, πότε ἂν μέχρις οὐρανοῦ φθάσειεν, εἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμηρυομένων αὐτῶν ἐκταθείη;3 τοῦτον οὖν οὕτω φανερὸν ὄντα τὸν μῦθον ἀληθῆ νενομικότες καὶ περὶ τοῦ θεοῦ δοξάζοντες, ὅτι πεφόβηται τῶν ἀνθρώπων τὴν μιαιφονίαν τούτου τε χάριν καταπεφοίτηκεν αὐτῶν συγχέαι τὰς διαλέκτους, ἔτι τολμᾶτε θεοῦ γνῶσιν αὐχεῖν;
因为摩西对语言的差异给出了一个完全神话般的原因。他说,人类的子孙聚集在一起,想要建造一座城和城中的一座巨塔,而神则说必须降临并混乱他们的语言。为了不让任何人以为我是在曲解诽谤这些话,我们将宣读摩西书卷中接下来的内容: “他们说:‘来吧,我们为自己建造一座城和一座塔,塔顶通天,并在我们分散在全地面之前为自己立名。’耶和华降临,要看世人所建造的城和塔。耶和华说:‘看哪,他们是一个民族,全都有一样的言语;他们既开始做这事,现在凡他们图谋要做的,就没有任何事能阻挡他们了。来吧,我们下去,在那里混乱他们的语言,使他们彼此听不懂对方的声音。’于是耶和华神把他们分散在全地面上,他们就停止建造那城和那塔了。” 然而,你们竟然要求我们相信这些,而你们自己却不相信荷马关于阿洛阿代所说的那些话,即他们打算将三座山叠在一起,“好让上天成为可登攀的。” 因为依我之见,这一故事同那一个故事一样都是神话。可是,凭诸神起誓,你们既然接受前者,为何却排斥荷马的神话呢?因为我想,对着无知之辈我大可对下述事实保持沉默:即使全天下的所有人使用同一种声音和语言,即便他们把整个大地都烧制成砖,也无法建造一座通达天际的塔。因为若要能够达到月球的轨道,需要大小与整个大地相等的无数砖块。假定所有人都聚集起来,使用同一种语言和声音,把整个大地都烧制成砖并开采殆尽,即便他们把塔抽拉延展得比丝线还要细,又何时能抵达上天呢?因此,你们把这样一个显而易见的神话当作真实,并且对神抱有这样的看法——以为他畏惧人类的暴虐,因而降临去混乱他们的语言——你们竟还敢夸耀自己对神的认识吗?
Ἐπάνειμι δὲ αὖθις πρὸς ἐκεῖνο, τὰς μὲν γὰρ διαλέκτους ὅπως ὁ θεὸς συνέχεεν. εἴρηκεν ὁ Μωυσῆς τὴν μὲν αἰτίαν, ὅτι φοβηθεὶς μή τι κατ’ αὐτοῦ πράξωσι προσβατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεργασάμενοι, ὁμόγλωττοι ὄντες καὶ ὁμόφρονες ἀλλήλοις· τὸ δὲ πρᾶγμα ὅπως ἐποίησεν οὐδαμῶς, ἀλλὰ μόνον, ὅτι κατελθὼν ἐξ οὐρανοῦ—μὴ δυνάμενος ἄνωθεν αὐτὸ ποιεῖν, ὡς ἔοικεν, εἰ μὴ κατῆλθεν ἐπὶ τῆς γῆς. ὑπὲρ δὲ τῆς κατὰ τὰ ἤθη καὶ τὰ νόμιμα διαφορᾶς οὔτε Μωυσῆς οὔτε ἄλλος ἀπεσάφησέ τις. καίτοι τῷ παντὶ μείζων ἐστὶν ἡ περὶ τὰ νόμιμα καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν ἐν τοῖς ἀνθρώποις τῆς περὶ τὰς διαλέκτους διαφορᾶς. τίς γὰρ Ἑλλήνων ἀδελφῇ, τίς δὲ θυγατρί, τίς δὲ μητρί φησι δεῖν μίγνυσθαι; τοῦτο δὲ ἀγαθὸν ἐν Πέρσαις κρίνεται. τί με χρῆ καθ̓ ἕκαστον ἐπιέναι, τὸ φιλελεύθερόν τε καί ἀνυπότακτον Γερμανῶν ἐπέξιόντα, τὸ χειρόηθες καὶ τιθασὸν Σύρων καὶ Περσῶν καὶ Πάρθων καὶ πάντων ἁπλῶς τῶν πρὸς ἕω καὶ πρὸς μεσημβρίαν βαρβάρων καὶ ὅσα καὶ τὰς βασιλείας ἀγαπᾷ κεκτημένα δεσποτικωτέρας; εἰ μὲν οὖν ἄνευ προνοίας μείζονος καὶ θειοτέρας ταῦτα συνηνέχθη τὰ μείζω καὶ τιμιώτερα, τί μάτην περιεργαζόμεθα καὶ θεραπεύομεν τὸν μηδὲν προνοοῦντα; ᾧ γὰρ οὔτε βίων οὔτε ἠθῶν οὔτε τρόπων οὔτε εὐνομίας οὔτε πολιτικῆς ἐμέλησε καταστάσεως,4 ἆρ’ ἔτι προσήκει μεταποιεῖσθαι τῆς παρ’ ἡμῶν τιμῆς; οὐδαμῶς. ὁρᾶτε, εἰς ὅσην ὑμῖν ἀτοπίαν ὁ λόγος ἔρχεται. τῶν γὰρ ἀγαθῶν ὅσα περὶ τὸν ἀνθρώπινον θεωρεῖται βίον, ἡγεῖται μὲν τὰ τῆς ψυχῆς, ἕπεται δὲ τὰ τοῦ σώματος. εἰ τοίνυν τῶν ψυχικῶν ἡμῶν ἀγαθῶν κατωλιγώρησεν, οὐδὲ τῆς φυσικῆς ἡμῶν κατασκευῆς προνοησάμενος, οὔτε ἡμῖν ἔπεμψε διδασκάλους ἢ νομοθέτας ὥσπερ τοῖς Ἑβραίοις κατὰ τὸν Μωυσέα καὶ τοὺς ἐπ̓ ἐκείνῳ προφήτας, ὑπὲρ τίνος ἕξομεν αὐτῷ καλῶς εὐχαριστεῖν;
然而我且再次回到那个论题:关于神究竟如何混乱了语言,摩西固然说出了原因,即他是因为害怕他们语言相通且彼此同心,使上天成为自身可登攀之处而做出不利于自己的事;但他绝没有说明神是如何施行此事的,而仅仅说他是从天上降临的——就好像他若不降临到地上,便无法从上天施行此事一般。然而,关于习俗与法制上的差异,摩西或其他任何人都未曾讲明。尽管人类在各民族的法制与城邦制度上的差异,在各个方面都远大于语言上的差异。因为希腊人中有谁会说应当与姐妹、女儿或母亲同房?但这在波斯人中却被视为美事。又何须我一一详述,历数日耳曼人热爱自由且桀骜不驯的性格,叙利亚人、波斯人、帕提亚人以及东方和南方一切蛮族顺从驯服的习性,以及所有乐于承受更严苛专制君主统治的人们呢?因此,如果这些更为重大、更为尊贵的事物是在缺乏更为伟大神圣的护佑之下偶然汇聚而成的,我们为何还要徒劳地费尽心思侍奉一位毫无护佑的神呢?因为对于一个既不关心生计、习俗、性格,也不关心良法与城邦政体建立的神,难道还配要求我们的崇敬吗?绝非如此。看哪,你们的论调陷入了何等巨大的荒谬!因为在人类生活中所观察到的一切善之中,灵魂的善居于首位,身体的善随其后。那么,如果他忽视了我们灵魂的善,甚至没有护佑我们天生的秉赋构造,也没有像在摩西时代及随后的先知时代派遣给希伯来人那样派遣给我们教师或立法者,我们究竟能为何事名正言顺地向他感恩呢?
- 134eπρὸ τοῦ διασπαρῆναι
由介词 πρό、中性单数属格定冠词 τοῦ 及不定过去时被动不定式 διασπαρῆναι 构成的表示“在……被分散之前”的时间结构。在语义上,不定式的逻辑主语是“我们(人类)”。
- 135bἵν̓ οὐρανὸς ἀμβατὸς εἴη
直接引自《奥德赛》第11卷第316行。由连词 ἵνα 引出并接希求语气 εἴη 的目的从句;由于主句动词表示过去的意图(διενοοῦντο,过去未完成时),故依据历史时态呼应规则采用希求语气。
- 135cεἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμηρυομένων αὐτῶν ἐκταθείη
在条件从句(εἰ ... ἐκταθείη,“即便被拉长/延展”)中嵌套了属格绝对结构(ἐκμηρυομένων αὐτῶν,“在他们像纺线般抽出的情况下”)。该从句采用希求语气,与主句潜在/非现实疑问 πότε ἂν ... φθάσειεν(“何时能够抵达”)相呼应。
- 138cᾧ γὰρ οὔτε βίων οὔτε ἠθῶν οὔτε τρόπων οὔτε εὐνομίας οὔτε πολιτικῆς ἐμέλησε καταστάσεως
使用了非人称动词 μέλει 的过去时 ἐμέλησε 结构。关照的主体由与格表示(即指代神的关系代词 ᾧ),关照的对象则由一系列属格表示(βίων, ἠθῶν, τρόπων, εὐνομίας, καταστάσεως)。整个句子的骨架为 ἆρ’ ἔτι προσήκει [τούτῳ] μεταποιεῖσθαι ...(“对这样一位神而言,要求……难道还是适宜的吗?”)。
