- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:21-22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了造物主将各民族分派由诸守护神治理的多神教观点,论证唯有此种神学才能合理解释各民族固有性格与法律制度的差异。
Ἀλλὰ δὴ σκοπεῖτε πρὸς ταῦτα πάλιν τὰ παρ’ ἡμῶν. οἱ γὰρ ἡμέτεροι τὸν δημιουργόν φασιν ἁπάντων μὲν εἶναι κοινὸν πατέρα καὶ βασιλέα, νενεμῆσθαι δὲ ὑπ̓ αὐτοῦ τὰ λοιπὰ τῶν ἐθνῶν ἐθνάρχαις καὶ πολιούχοις θεοῖς, ὧν ἕκαστος ἐπιτροπεύει τὴν ἑαυτοῦ λῆξιν οἰκείως ἑαυτῷ.1 ἐπειδὴ γὰρ ἐν μὲν τῷ πατρὶ πάντα τέλεια καὶ ἓν πάντα, ἐν δὲ τοῖς μεριστοῖς ἄλλη παρ’ ἄλλῳ κρατεῖ δύναμις, Ἄρης μὲν ἐπιτροπεύει τὰ πολεμικὰ τῶν ἐθνῶν, Ἀθηνᾶ δὲ τὰ μετὰ φρονήσεως πολεμικά, Ἑρμῆς δὲ τὰ συνετώτερα μᾶλλον ἢ τολμηρότερα, καὶ καθ̓ ἑκάστην οὐσίαν τῶν οἰκείων θεῶν ἕπεται καὶ τὰ ἐπιτροπευόμενα παρὰ σφῶν ἔθνη. εἰ μὲν οὖν οὐ μαρτυρεῖ τοῖς ἡμετέροις λόγοις ἡ πεῖρα, πλάσμα μὲν ἔστω τὰ παρ’ ἡμῶν καὶ πιθανότης ἄκαιρος, τὰ παρ’ ὑμῖν δὲ ἐπαινείσθω· εἰ δὲ πᾶν τοὐναντίον οἷς μὲν ἡμεῖς λέγομεν, ἐξ αἰῶνος ἡ πεῖρα μαρτυρεῖ, τοῖς ὑμετέροις δὲ λόγοις οὐδὲν οὐδαμοῦ φαίνεται σύμφωνον, τί τοσαύτης τῆς φιλονεικίας ἀντέχεσθε;
那么,再来针对这些考察一下我们这方的主张吧。因为我们这方的人说,造物主是一切事物的共同之父和君王,但其余的民族则由他分派给各民族的首领神与护城神,其中每一位都以适宜于自身的方式管理自己的管辖区域。因为在天父之中万物完备且万物为一,但在各个分有职权的神明中,不同的力量在不同的神明身上居于支配地位,因此阿瑞斯治理各民族中好战的民族,雅典娜治理兼具智谋而好战的民族,赫尔墨斯治理偏于明智而非鲁莽的民族,并且根据各自神明的固有本性,受其治理的民族也相应地随顺其特质。因此,若经验不能为我们的言论作证,就让我们的说法被视作虚构和不合时宜的强词夺理,而赞美你们的说法吧;但若完全相反,自古以来的经验都为我们所言作证,而你们的言辞在任何地方都找不到任何相符之处,你们为何还要坚持如此的顽抗争辩?
Λεγέσθω γάρ μοι, τίς αἰτία τοῦ Κελτοὺς μὲν εἶναι καὶ Γερμανοὺς θρασεῖς,2 Ἕλληνας δὲ καὶ Ῥωμαίους ὡς ἐπίπαν πολιτικοὺς καὶ φιλανθρώπους μετὰ τοῦ στερροῦ τε καὶ πολεμικοῦ, συνετωτέρους δὲ καὶ τεχνικωτέρους Αἰγυπτίους, ἀπολέμους δὲ καὶ τρυφηλοὺς Σύρους μετὰ τοῦ συνετοῦ καὶ θερμοῦ καὶ κούφου καὶ εὐμαθοῦς. ταύτης γὰρ τῆς ἐν τοῖς ἔθνεσι διαφορᾶς εἰ μὲν οὐδεμίαν τις αἰτίαν συνορῴη, μᾶλλον δὲ αὐτά φησι καὶ ἐκ τοῦ αὐτομάτου συμπεσεῖν, πῶς ἔτι προνοίᾳ διοικεῖσθαι τὸν κόσμον οἴεται; εἰ δὲ τούτων αἰτίας εἶναί τις τίθεται, λεγέτω μοι πρὸς αὐτοῦ τοῦ δημιουργοῦ καὶ διδασκέτω. τοὺς μὲν γὰρ νόμους εὔδηλον, ὡς ἡ τῶν ἀνθρώπων ἔθετο φύσις οἰκείους ἑαυτῇ,3 πολιτικοὺς μὲν καὶ φιλανθρώπους, οἷς ἐπὶ πλεῖστον ἐντέθραπτο τὸ φιλάνθρωπον, ἀγρίους δὲ καὶ ἀπανθρώπους, οἷς ἐναντία φύσις ὑπῆν καὶ ἐνυπῆρχε τῶν ἠθῶν. οἱ γὰρ νομοθέται μικρὰ ταῖς φύσεσι καὶ ταῖς ἐπιτηδειότησι διὰ τῆς ἀγωγῆς προσέθεσαν. οὔκουν Ἀνάχαρσιν οἱ Σκύθαι βακχεύοντα παρεδέξαντο· οὐδὲ τῶν Ἑσπερίων ἐθνῶν εὕροις ἄν τινας εὐκόλως πλὴν ὀλίγων σφόδρα ἐπὶ τὸ φιλοσοφεῖν ἢ γεωμετρεῖν ἤ τι τῶν τοιούτων ηὐτρεπισμένους, καίτοι κρατούσης ἐπὶ τοσοῦτον ἤδη τῆς Ῥωμαίων ἡγεμονίας. ἀλλ’ ἀπολαύουσι μόνον τῆς διαλέξεως καὶ τῆς ῥητορείας οἱ λίαν εὐφυεῖς, ἄλλου δὲ οὐδενὸς μεταλαμβάνουσι μαθήματος. Οὕτως ἰσχυρὸν ἔοικεν ἡ φύσις εἶναι. τίς οὖν ἡ διαφορὰ τῶν ἐθνῶν ἐν τοῖς ἤθεσι καὶ τοῖς νόμοις;
请告诉我,凯尔特人与日耳曼人粗暴勇悍,而希腊人与罗马人总体上在坚毅尚武的同时讲求城邦法度且富有人道,埃及人更为睿智且精于技艺,叙利亚人耽于安乐、不习战事却又聪明、热烈、轻快且善学,这其中的原因究竟是什么?如果有人看不出各民族间这种差异的任何原因,反而说这些都是自然而然、偶然巧合而成的,他又怎能认为宇宙仍在依护佑受治理呢?但若有人假定这些现象皆有原因,就请以造物主本人的名义告诉我并指教于我。因为显而易见,正是人类的天性制定了与自身相称的法律:那些人道精神得到最充分培育的人制定了注重城邦法度与人道的法律,而内里潜藏并固有相反品性之天性的人则制定了野蛮残忍的法律。因为立法者通过后天教养,仅在先天本性与资质之上增添了微不足道的东西而已。事实上,斯基泰人并未容纳阿纳哈西斯举行酒神狂欢祭;即便如今罗马的统治已确立了如此长的时间,除极少数人外,你也很难在西方各民族中找到适于哲学、几何学或类似学问的人。唯有极其聪慧之人方能领略辩证术与修辞学的妙处,却未曾涉足其他任何学科。天性看来竟是如此强大。那么,各民族在习俗与法律上的差异〔的原因〕究竟是什么?
- 115dὧν ἕκαστος ἐπιτροπεύει τὴν ἑαυτοῦ λῆξιν οἰκείως ἑαυτῷ
关系代词 ὧν 的先行词是前文的与格名词短语 ἐθνάρχαις καὶ πολιούχοις θεοῖς。名词 λῆξις 原意为“抽签分得之物”或“分得的领地”,在此指派给各位守护神的管辖区域。
- 116aτίς αἰτία τοῦ Κελτοὺς μὲν εἶναι καὶ Γερμανοὺς θρασεῖς
由属格冠词 τοῦ 引导的宾格不定式短语(Κελτοὺς ... εἶναι ...)整体充当名词 αἰτία 的说明性(同位语性)属格,构成了由 Λεγέσθω 引出的间接疑问句(τίς αἰτία...)的述谓核心内容。
- 131bτοὺς μὲν γὰρ νόμους εὔδηλον, ὡς ἡ τῶν ἀνθρώπων ἔθετο φύσις οἰκείους ἑαυτῇ
提标先移结构(prolepsis)。名词短语 τοὺς μὲν γὰρ νόμους 在语义上是从属节 ὡς 引导的分句中动词 ἔθετο 的直接宾语,却以宾格形式被提前置于非人称述谓 εὔδηλον (ἐστί) 之前。其后从属节中的形容词补足语 οἰκείους 与之保持宾格阳性复数一致。
