- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg017.humanitext-grc2:18-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出摩西、耶稣和保罗都将犹太人的神描述为排他性的民族神,并反驳称若其真是普遍的宇宙造物主,便不可能弃绝外邦人数千年,从而论证了其局部性和局限性。
Οὐκοῦν ἐπειδήπερ οὐδὲ περὶ τοῦ προσεχοῦς τοῦ κόσμου τούτου δημιουργοῦ πάντα διειλεγμένος Μωυσῆς φαίνεται, τήν τε Ἑβραίων καὶ τὴν τῶν ἡμετέρων πατέρων δόξαν ὑπὲρ ἐθνῶν τούτων ἀντιπαραθῶμεν ἀλλήλαις.
既然摩西关于这个宇宙的直接造物主似乎也未曾详尽论述所有事情,那么就让我们将希伯来人关于这些民族的见解与我们祖先的见解相互对照一番吧。
Ὁ Μωυσῆς φησι τὸν τοῦ κόσμου δημιουργὸν ἐκλέξασθαι τὸ τῶν Ἑβραίων ἔθνος καὶ προσέχειν ἐκείνῳ μόνῳ καὶ ἐκείνου φροντίσαι καὶ δίδωσιν αὐτῷ τὴν ἐπιμέλειαν αὐτοῦ μόνου. τῶν δὲ ἄλλων ἐθνῶν, ὅπως ἢ ὑφ̓ οἷστισι διοικοῦνται θεοῖς, οὐδ̓ ἡντινοῦν μνείαν πεποίηται· πλὴν εἰ μή τις ἐκεῖνα συγχωρήσειεν,1 ὅτι τὸν ἥλιον αὐτοῖς καὶ τὴν σελήνην ἀπένειμεν. ἀλλ’ ὑπὲρ μὲν τούτων καὶ μικρὸν ὕστερον. πλὴν ὅτι τοῦ Ἰσραὴλ αὐτὸν μόνου θεὸν καὶ τῆς Ἰουδαίας καὶ τούτους ἐκλεκτούς φησιν αὐτός τε καὶ οἱ μετ’ ἐκεῖνον προφῆται καὶ Ἰησοῦς ὁ Ναζωραῖος ἐπιδείξω, ἀλλὰ καὶ τὸν πάντας πανταχοῦ τοὺς πώποτε γόητας καὶ ἀπατεῶνας ὑπερβαλλόμενον Παῦλον.2 ἀκούετε δὲ τῶν λέξεων αὐτῶν, καὶ πρῶτον μὲν τῶν Μωυσέως· Σὺ δὲ ἐρεῖς τῷ Φαραῷ· υἱὸς πρωτότοκός μου Ἰσραήλ. εἶπον δέ· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. σὺ δὲ οὐκ ἐβούλου ἐξαποστεῖλαι αὐτόν. καὶ μικρὸν ὕστερον· Καὶ λέγουσιν αὐτῷ· ὁ θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. πορευσόμεθα οὖν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν. καὶ μετ’ ὀλίγα πάλιν ὁμοίως· Κύριος ὁ θεὸς τῶν Ἑβραίων ἐξαπέσταλκέ με πρὸς σὲ λέγων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσιν ἐν τῇ ἐρήμῳ.
摩西说,宇宙的造物主拣选了希伯来民族,单单垂顾那一个民族并顾念它,而且〔摩西〕将唯独照料它的职责赋予了他。然而关于其他民族是如何被治理的,抑或受制于何种神明,他未作任何提及——除非有人愿意承认这一说法,即他将太阳和月亮分派给了他们。不过关于这些,稍后我们还会谈到。然而,我将证明,不仅他本人和在他之后的先知们,以及拿撒勒人耶稣,甚至连那胜过古往今来各处一切术士和骗子的保罗,也都声称他单单是以色列和犹太的神,并将他们立为选民。请听听他们自己的言辞,首先是摩西的: “你要对法老说:‘以色列是我的长子。我说过:放我的百姓离去,使他们事奉我。但你却不肯放他离去。’” 稍后又有: “他们对他说:‘希伯来人的神召唤了我们。因此我们要往旷野去走三天的路程,好向我们的神耶和华献祭。’” 不多时后,同样又有: “希伯来人的神耶和华差遣我到你这里来,说:‘放我的百姓离去,使他们在旷野事奉。’”
Ἀλλ’ ὅτι μὲν Ἰουδαίων μόνων ἐμέλησε τῷ θεῷ τὸ ἐξ ἀρχῆς καὶ κλῆρος αὐτοῦ γέγονεν οὗτος ἐξαίρετος, οὐ Μωυσῆς μόνον καὶ Ἰησοῦς, ἀλλὰ καὶ Παῦλος εἰρηκὼς φαίνεται· καίτοι τοῦτο ἄξιον θαυμάσαι περὶ τοῦ Παύλου. πρὸς γὰρ τύχας, ὥσπερ χρῶτα οἱ πολύποδες πρὸς τὰς πέτρας, ἀλλάττει τὰ περὶ θεοῦ δόγματα,3 ποτὲ μὲν Ἰουδαίους μόνον τὴν τοῦ θεοῦ κληρονομίαν εἶναι διατεινόμενος, πάλιν δὲ τοὺς Ἕλληνας ἀναπείθων αὑτῷ προστίθεσθαι, λέγων· Μὴ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· ναὶ καὶ ἐθνῶν. δίκαιον οὖν ἐρέσθαι τὸν Παῦλον, εἰ μὴ τῶν Ἰουδαίων ἦν ὁ θεὸς μόνον, ἀλλὰ καὶ τῶν ἐθνῶν, τοῦ χάριν πολὺ μὲν εἰς τοὺς Ἰουδαίους ἔπεμπε τὸ προφητικὸν χάρισμα καὶ τὸν Μωυσέα καὶ τὸ χρῖσμα καὶ τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὰ παράδοξα καὶ τὰ τεράστια τῶν μύθων; ἀκούεις γὰρ αὐτῶν βοώντων· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. ἐπὶ τέλους δὲ καὶ τὸν Ἰησοῦν ἔπεμψεν ἐκείνοις, ἡμῖν δὲ οὐ προφήτην, οὐ χρῖσμα, οὐ διδάσκαλον, οὐ κήρυκα περὶ τῆς μελλούσης ὀψέ ποτε γοῦν ἔσεσθαι καὶ εἰς ἡμᾶς ἀπ̓ αὐτοῦ φιλανθρωπίας. ἀλλὰ καὶ περιεῖδεν ἐτῶν μυριάδας, εἰ δὲ ὑμεῖς βούλεσθε, χιλιάδας ἐν ἀγνωσίᾳ τοιαύτῃ τοῖς εἰδώλοις, ὥς φατε, λατρεύοντας τοὺς ἀπὸ ἀνίσχοντος ἡλίου μέχρι δυομένου καὶ τοὺς ἀπὸ τῶν ἄρκτων ἄχρι μεσημβρίας ἔξω καὶ μικροῦ γένους οὐδὲ πρὸ δισχιλίων ὅλων ἐτῶν ἐν ἑνὶ μέρει συνοικισθέντος τῆς Παλαιστίνης. εἰ γὰρ πάντων ἡμῶν ἐστι θεὸς καὶ πάντων δημιουργὸς ὁμοίως, τί περιεῖδεν ἡμᾶς; προσήκει τοίνυν τὸν τῶν Ἑβραίων θεὸν οὐχὶ δὴ παντὸς κόσμου γενεσιουργὸν ὑπάρχειν οἴεσθαι καὶ κατεξουσιάζειν τῶν ὅλων, συνεστάλθαι δέ, ὡς ἔφην, καὶ πεπερασμένην ἔχοντα τὴν ἀρχὴν ἀναμὶξ τοῖς ἄλλοις νοεῖσθαι θεοῖς. ἔτι προσέξομεν ὑμῖν, ὅτι τὸν τῶν ὅλων θεὸν ἄχρι ψιλῆς γοῦν ἐννοίας ὑμεῖς ἢ τῆς ὑμετέρας τις ἐφαντάσθη ῥίζης;4 οὐ μερικὰ πάντα ταῦτά ἐστι; θεὸς ζηλωτής· ζηλοῖ γὰρ διὰ τί καὶ ἁμαρτίας ἐκδικῶν πατέρων ἐπὶ τέκνα;
然而,神从一开始就单单顾念犹太人,且这一族人成为了他特选的产业,似乎不仅是摩西和耶稣,甚至连保罗也如此说过。尽管就保罗而言,这是件值得惊异之事。因为他顺应际遇,犹如章鱼依附礁石变换体色一般,改变关于神的教义:一时坚称唯有犹太人是神的产业,一时又劝说希腊人归附自己,说道: “难道神单作犹太人的神吗?不也作异邦人的神吗?是的,也作异邦人的神。” 因此,质问保罗乃是正当的:如果神不仅是犹太人的神,也是各异邦的神,为何他将丰盛的先知恩赐、摩西、受膏、先知们、律法,以及那些离奇荒诞的神话都遣送给犹太人?因为你们听见他们呼喊道: “人吃了天使的粮食。” 在末后,他甚至把耶稣也差派给了他们;却未曾差遣先知、膏油、教师,或是向我们宣示哪怕迟来却终必临到我们身上的神圣仁慈的使者。不仅如此,他还任由自日出之地至日落之处、自极北直至南方的普天下之人,在长达数万年——或者随你们所愿,数千年——的时间里,陷入如此对你们所谓的偶像的崇拜与愚昧之中,唯独除去那个在不到整整两千年前才聚居于巴勒斯坦一隅的弱小部族。因为如果他确实是我们所有人的神,同样是万物的造物主,为何却弃我们于不顾?因此,理当认为希伯来人的神根本不是整个宇宙的生发创造者,亦非统摄万物的主宰;正如我所言,他应当被理解为受局限的、拥有有限统治权而与诸神混同的神。难道我们还要听信你们,以为你们或你们族类的任何人曾对万物的神有过哪怕丝毫的纯粹观念?难道这些不全都是局部的吗?一位“嫉妒的神”——他究竟因何嫉妒,又为何要将父辈的罪孽追讨于子孙身上?
- 99eπλὴν εἰ μή τις ἐκεῖνα συγχωρήσειεν
短语 πλὴν εἰ μή 是引导例外的重叠惯用表达(“除非……”)。搭配希求法 συγχωρήσειεν 表示潜在假定,在此作让步性保留:“除非有人承认把日月分派给他们这一点”。
- 100aπλὴν ὅτι τοῦ Ἰσραὴλ αὐτὸν μόνου θεὸν καὶ τῆς Ἰουδαίας καὶ τούτους ἐκλεκτούς φησιν αὐτός τε καὶ οἱ μετ’ ἐκεῖνον προφῆται καὶ Ἰησοῦς ὁ Ναζωραῖος ἐπιδείξω, ἀλλὰ καὶ τὸν πάντας πανταχοῦ τοὺς πώποτε γόητας καὶ ἀπατεῶνας ὑπερβαλλόμενον Παῦλον.
句子骨干为 πλὴν ἐπιδείξω ὅτι φησὶν αὐτός τε καὶ ... Παῦλον。在主动词 ἐπιδείξω 引出的 ὅτι 宾语从句中,并列主语的前半部分(αὐτός τε καὶ οἱ μετ' ἐκεῖνον προφῆται καὶ Ἰησοῦς)为主格,而末尾的保罗(Παῦλον)则以提宾构式(prolepsis)或句法错位转为主句动词 ἐπιδείξω 的直接宾语(宾格)。
- 100bπρὸς γὰρ τύχας, ὥσπερ χρῶτα οἱ πολύποδες πρὸς τὰς πέτρας, ἀλλάττει τὰ περὶ θεοῦ δόγματα
倒装与比喻结构。在主句谓语 πρὸς τύχας ... ἀλλάττει τὰ περὶ θεοῦ δόγματα(“顺应时局改变关于神的教义”)之中,插入了直喻 ὥσπερ χρῶτα οἱ πολύποδες [ἀλλάττουσι] πρὸς τὰς πέτρας(“犹如章鱼依附岩石变换体色”)。宾格 χρῶτα 是省略谓语动词的宾语,与 τὰ περὶ θεοῦ δόγματα 相对;πρὸς τὰς πέτρας 则与 πρὸς τύχας 严格对仗。
- 106aἔτι προσέξομεν ὑμῖν, ὅτι τὸν τῶν ὅλων θεὸν ἄχρι ψιλῆς γοῦν ἐννοίας ὑμεῖς ἢ τῆς ὑμετέρας τις ἐφαντάσθη ῥίζης;
修辞疑问句。ἔτι προσέξομεν ὑμῖν 为审议性未来时:“难道我们还要听从你们吗?”ὅτι 引导原因/依据从句(“就凭你们或你们祖脉的某人曾对万物的神有过哪怕丝毫的纯粹观念?”),主语为 ὑμεῖς ἢ τῆς ὑμετέρας τις ... ῥίζης,谓语为 ἐφαντάσθη。整句表达强烈的反诘与否定。
