← 朱利安

书信集

§frag_89b.8-frag_89b.10

犹太圣殿的可朽性与敬重祭司之义务

尤利安援引犹太圣殿的毁弃以论证凡人事物的可朽性,批驳那些将神圣之光仅视为可怖烈火的先知之无知。随后,他论证了除雕像外亦当深切敬重神殿与祭司的理由,并引述神谕告诫不可对祭司职分有所不敬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§frag_89b.8

Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς. οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ’ αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην1 αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ’ αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος, ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται καὶ οἱ τὰ τοιαῦτα γράφοντες ἐλήρουν προφῆται, γρᾳδίοις ψυχροῖς ὁμιλοῦντες. οὐδὲν δὲ οἶμαι κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν. αἴτιον δέ, ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθῆραι τοῖς ἐγκυκλίοις μαθήμασιν οὐδὲ ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα οὐδὲ ἀνακαθῆραι τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, ἀλλ’ οἷον φῶς μέγα2 δι’ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα· Φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία, πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. ἀλλ’ ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι, πόσῳ φαυλότεροι τῶν παρ’ ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι.

因此,任何人都不当以言辞欺骗我们,或使我们在神意的问题上动摇。因为那些以此类事指责我们的人,即犹太人的先知们,对于他们那里已第三次被颠覆、且至今仍未重建的圣殿,又将作何解释呢?我说这番话并非为了责难他们,正是我自己在相隔如此久远的年代之后,本打算为了荣耀在那座殿中所呼求的神而将其重建;然而我现在提及此事,是想要说明,人事之中绝无不朽之物,而写下那些言论的先知们乃是在胡言乱语,宛如在与愚昧冷漠的老妪闲谈。我认为,尽管神是伟大的,但这丝毫不妨碍祂未能获得优秀的先知或阐释者。其原因在于,他们并未使自己的灵魂藉着常规的通识教育得到洁净,亦未曾睁开紧闭的双眼,更未曾驱散笼罩在眼睛上的浓翳,而是如同人们穿过浓雾注视大光一般,既不清晰亦不纯正,他们竟认为那本身并非纯净的光,而是烈火,并且对周围的一切视而不见,大声呼喊:“战兢吧,恐惧吧,烈火、火焰、死亡、利刃、大剑!”用许多名目来解释火的单一毁灭力量。但关于这些事情,最好留待另行阐明:那些讲述关于神之道理的导师,比起我们这里的诗人们究竟拙劣多少。

§frag_89b.9

Προσήκει δὲ οὐ τὰ τῶν θεῶν μόνον ἀγάλματα προσκυνεῖν, ἀλλὰ καὶ τοὺς ναοὺς καὶ τὰ τεμένη καὶ τοὺς βωμούς· εὔλογον δὲ καὶ τοὺς ἱερέας τιμᾶν ὡς λειτουργοὺς θεῶν καὶ ὑπηρέτας καὶ διακονοῦντας ἡμῖν τὰ πρὸς τοὺς θεούς, συνεπισχύοντας τῇ ἐκ θεῶν εἰς ἡμᾶς τῶν ἀγαθῶν δόσει· προθύουσι γὰρ πάντων καὶ ὑπερεύχονται. δίκαιον οὖν ἀποδιδόναι πᾶσιν αὐτοῖς οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον, ἢ τοῖς πολιτικοῖς ἄρχουσι τὰς τιμάς. εἰ δέ τις οἴεται τοῦτο ἐπ’ ἴσης χρῆναι νέμειν αὐτοῖς καὶ τοῖς πολιτικοῖς ἄρχουσιν, ἐπεὶ κἀκεῖνοι τρόπον τινὰ τοῖς θεοῖς ἱερατεύουσι, φύλακες ὄντες τῶν νόμων, ἀλλὰ τά γε τῆς εὐνοίας παρὰ πολὺ χρὴ νέμειν τούτοις. οἱ μὲν γὰρ Ἀχαιοὶ καίπερ πολέμιον ὄντα τὸν ἱερέα προσέταττον αἰδεῖσθαι τῷ βασιλεῖ· ἡμεῖς δὲ οὐδὲ τοὺς φίλους αἰδούμεθα τοὺς εὐχομένους ὑπὲρ ἡμῶν καὶ θύοντας.

不仅应当崇敬诸神的雕像,也理当崇敬神殿、圣所和祭坛;尊崇祭司们同样合情合理,因为他们是诸神的司事与侍从,为我们办理通达诸神的事物,并协同促成从诸神降临于我们的恩惠赐予;因为他们为众人献祭并代为祈求。因此,公正的做法是,给予他们所有人的荣誉,绝不可少于甚至应当多于给予民政长官的荣誉。若有人认为,既然长官作为法律的守护者在某种意义上也算侍奉诸神,因而当将此种待遇同等分配给祭司与民政长官,那么在善意的情分上,也当给予祭司们多得多的份额。因为阿开奥斯人即便面对敌方的祭司,尚且要求国王予以礼敬;而我们难道连为我们祈福和献祭的友人都不知道礼敬吗?

§frag_89b.10

Ἀλλ’ ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον εἶναί μοι δοκεῖ διελθεῖν ἐφεξῆς, ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται καὶ τοὺς θεοὺς τιμᾶσθαι ποιήσει. τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ ἐξετάζειν, ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. ἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπῶμεν, ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον, εἰς ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν.3 ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς τοὺς θεοὺς ὁσίων; ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δ’ ἂν ἐξελέγξῃ τις, μὴ ἀτιμάζειν. οὐδὲ γὰρ εὔλογον ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι τὴν τιμὴν προσαφαιρεῖσθαι. ἔστω τοίνυν ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη· "Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζουσ’ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν, Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν," καὶ πάλιν ἐν ἄλλοις ὁ θεός φησι "Πάντας μὲν θεράποντας ἐμοὺς ὀλοῆς κακότητος—," καί φησιν ὑπὲρ τούτων δίκην ἐπιθήσειν αὐτοῖς.

然而,既然论说已经进入了久所企盼的发端,我认为有必要依次阐明,祭司究竟应当具备怎样的品性,才能使自身得到公正的尊崇,并使诸神受人敬奉。就我们而言,不应横加窥测或严苛盘诘,只要有人被称为祭司,便当尊崇并敬奉他;倘若他是个恶人,也当在剥夺其祭司职位、宣告其不配之后,再加以漠视。然而,只要他仍在先行献祭、主持仪式并侍立于诸神面前,便应当作为诸神最珍贵的财产,带着敬畏与虔诚受到我们的瞩望。因为,如果构成祭坛的石块因已奉献给诸神,且具备适合于其所承担之仪礼的形式与外观,我们便加以爱护,却认为不必尊重一个完全献身于诸神的人,岂不是荒谬之极?或许有人会反驳说:“难道对于那些行不义、且在对神的圣事上多有冒犯的人也是如此吗?”我固然主张应当揭发此等人,免得他身为恶徒却扰乱诸神;但只要尚未有人揭发他,就不可加以侮辱。因为借此托词,不仅剥夺这些人的荣誉,甚至连理当受尊崇之人的荣誉也一并剥夺,乃是不合情理的。因此,正如长官一样,每一个祭司都应当是可敬的,因为狄杜马神明的神谕亦是如此宣告的: “凡以狂妄之心对不死诸神的祈求者妄加暴行,并以无惧神明的算计图谋反对其特权之人,必不能行完生命的全部路程;凡亵渎了福乐诸神的人皆是如此,而那些祭司所秉持的,正是诸神所授的圣洁侍奉之荣。” 并且神在别处又言: “我所有的仆人免受毁灭性的祸患——”且言必将为此对他们施以惩罚。

语法注3 条
  1. 295cὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην

    关系从句中的动词 διενοήθην 采用第一人称单数,是因为其先行词为主句的主语 ἐγώ。ὅς γε 引导具有加强语气或让步/因果意味的修饰从句(“正是我自己……本打算重建”)。

  2. 296aἀλλ’ οἷον φῶς μέγα δι’ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα

    主句的主动词是句末的 βοῶσι。分词 βλέποντες、νενομικότες 以及 ὄντες 相互并列,共同修饰主语。οἷον 引入比喻(“犹如人们透过浓雾注视大光一样”),随后该比喻顺畅地过渡到对先知们惊恐呼喊的实际描写。

  3. 297aἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους ... ἀγαπῶμεν ... ἄνδρα δὲ ... οὐκ οἰησόμεθα χρῆναι τιμᾶν

    在 ἄτοπον [ἐστί] 之后由 εἰ 引导的从句并非纯粹的假设条件,而是表达评判的对象或理由(“若是……则是荒谬的”)。从句内部通过 μέν...δέ 将“爱护祭坛的石块”与“认为不当尊崇奉献于神的人”形成鲜明对比,后者使用 οὐ 加以否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.8-frag_89b.10