← 朱利安

书信集

§frag_89b.11-frag_89b.12

祭司应有的美德与基于神谕的虔敬标准

尤利安皇帝依凭神谕再次要求尊崇祭司,并着手阐述祭司应有的道德与虔敬标准以赋权受信人,继而援引阐明神明洞察万物的神谕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§frag_89b.11

Πολλῶν δὲ εἰρημένων τοιούτων παρὰ τοῦ θεοῦ, δι’ ὧν ἔνεστι μαθόντας ὅπως χρὴ τιμᾶν καὶ θεραπεύειν τοὺς ἱερέας, εἰρήσεταί μοι διὰ πλειόνων ἐν ἄλλοις· ἀπόχρη δὲ νῦν, ὅτι μὴ σχεδιάζω μηδέν, ἐπιδεῖξαι τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν1 καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων ἱκανὸν ἡγούμενος. εἴ τις οὖν ἀξιόπιστον ὑπείληφεν ἐμὲ διδάσκαλον τῶν τοιούτων, αἰδεσθεὶς τὸν θεὸν ἐκείνῳ πειθέσθω καὶ τοὺς ἱερέας τῶν θεῶν τιμάτω διαφερόντως· ὁποῖον δὲ αὐτὸν εἶναι χρή, πειράσομαι νῦν εἰπεῖν, οὐχ ἕνεκα σοῦ· τοῦτο μὲν γὰρ εἰ μὴ τὸ νῦν ἠπιστάμην, ἅμα μὲν τοῦ καθηγεμόνος, ἅμα δὲ τῶν μεγίστων θεῶν μαρτυρούντων, ὅτι τὴν λειτουργίαν ταύτην διαθήσῃ καλῶς, ὅσα γε εἰς προαίρεσιν ἥκει τὴν σήν, οὐδ’ ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος·2 ἀλλ’ ὅπως ἔχῃς ἐντεῦθεν διδάσκειν τοὺς ἄλλους, οὐκ ἐν ταῖς πόλεσι μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀγροῖς εὐλογώτερον καὶ ἐπ’ ἐξουσίας, ὡς οὐκ οἴκοθεν αὐτὰ νοεῖς καὶ πράττεις μόνος, ἔχεις δὲ καὶ ἐμὲ σύμψηφον σεαυτῷ, δοκοῦντά γε εἶναι διὰ τοὺς θεοὺς ἀρχιερέα μέγιστον, ἄξιον μὲν οὐδαμῶς πράγματος τοσούτου, βουλόμενον δὲ εἶναι καὶ προσευχόμενον ἀεὶ τοῖς θεοῖς. εὖ γὰρ ἴσθι, μεγάλας ἡμῖν οἱ θεοὶ μετὰ τὴν τελευτὴν ἐλπίδας ἐπαγγέλλονται. πειστέον δὲ αὐτοῖς πάντως. ἀψευδεῖν γὰρ εἰώθασιν οὐχ ὑπὲρ ἐκείνων μόνον, ἀλλὰ καὶ τῶν ἐν τῷ βίῳ τῷδε. οἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί τε ὄντες καὶ τῆς ἐν τῷ βίῳ τούτῳ περιγενέσθαι ταραχῆς καὶ τὸ ἄτακτον αὐτοῦ καὶ τὸ ἀλλόκοτον ἐπανορθοῦν ἆρ’ οὐκ ἐν ἐκείνῳ μᾶλλον, ὅπου διῄρηται τὰ μαχόμενα, χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς, γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος, ἱκανοὶ παρασχεῖν ἔσονται3 ταῦθ’ ὅσαπερ ἐπηγγείλαντο τοῖς ἀνθρώποις; εἰδότες οὖν, ὅτι μεγάλας ἔχειν ἔδοσαν οἱ θεοὶ τοῖς ἱερεῦσι τὰς ἀμοιβάς, ἐγγύους αὐτοὺς ἐν πᾶσι τῆς ἀξίας τῶν θεῶν κατασκευάσωμεν, ὧν πρὸς τὰ πλήθη χρὴ λέγειν δεῖγμα τὸν ἑαυτῶν ἐκφέροντας βίον.

尽管神明已说过了许多这样的话,人们借此可以知晓当如何尊崇和侍奉祭司,但我将在别处对此作更详尽的论述;眼下,只要表明我绝非信口开河便已足够,我认为神谕的神圣昭示与其言辞的训令已然足备。因此,若有人认为我是此类事上值得信赖的导师,便当敬畏神明并顺从祂,且格外尊崇诸神的祭司。至于祭司本人究竟应当是怎样的人,我现在将尝试予以阐述,这并非为了你的缘故;因为如果不是我现在深知——且有引路者与至高诸神共同作证——至少就你本人的意愿所及,你必能妥善履行这项圣职,我决不敢将如此重任托付于你;而是为了使你能以此为凭据,不仅在城邦中、亦在乡野间更具说服力且带着权威去教导他人,表明你并非单凭一己之意去思考和践行这些事,而是有我与你同心协力——我虽因诸神之意被视为最高大祭司,绝非配得上如此崇高的职位,却渴望配得上并常向诸神祈求。你当深知,诸神向我们应许了死后巨大的希望。我们务当全然信服祂们;因为祂们向来不说谎,不仅关于死后的事如此,关于今生之事亦然。诸神既凭借其充沛的力量,甚至能够克服今生中的动乱,并纠正其中的无序与反常,那么在死后的境界中,当相互冲突的成分已经分离——不朽的灵魂既已离去,死去的躯体亦化为尘土——难道祂们不更能赐予向人类所应许的一切吗?因此,既然知道诸神已将丰厚的赏赐赐予祭司,我们就当使他们在一切事上成为诸神尊严的担保人,让他们彰显自身的生命,作为应当向大众宣讲之道的楷模。

§frag_89b.12

Ἀρκτέον δὲ ἡμῖν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας. οὕτω γὰρ ἡμᾶς πρέπει τοῖς θεοῖς λειτουργεῖν ὡς παρεστηκόσιν αὐτοῖς καὶ ὁρῶσι μὲν ἡμᾶς, οὐχ ὁρωμένοις δὲ ὑφ’ ἡμῶν καὶ τὸ πάσης αὐγῆς ὄμμα κρεῖττον ἄχρι τῶν ἀποκρυπτομένων ἡμῖν λογισμῶν διατετακόσιν. ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος οὗτός ἐστιν, ἀλλὰ τοῦ θεοῦ, διὰ πολλῶν μὲν εἰρημένος λόγων, ἐμοὶ δὲ δῆτα ἀπόχρη καὶ ἕνα παραθεμένῳ δύο δι’ ἑνὸς παραστῆσαι, πῶς μὲν ὁρῶσιν οἱ θεοὶ πάντα, πῶς δὲ ἐπὶ τοῖς εὐσεβέσιν εὐφραίνονται· "Πάντη Φοιβείη τέταται τανυσίσκοπος ἀκτίς· Καί τε διὰ στερεῶν χωρεῖ θοὸν ὄμμα πετράων, Καὶ διὰ κυανέης ἁλὸς ἔρχεται, οὐδέ ἑ λήθει Πληθὺς ἀστερόεσσα παλινδίνητος ἰοῦσα Οὐρανὸν εἰς ἀκάμαντα σοφῆς κατὰ θεσμὸν ἀνάγκης, Οὐδ’ ὅσα νερτερίων ὑπεδέξατο φῦλα καμόντων Τάρταρος ἀχλυόεντος ὑπὸ ζόφον ἀίδος εἴσω· Εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον, ὅσσον Ὀλύμπῳ."

我们务当从对诸神的敬虔开始。因为我们应当这样侍奉诸神,宛如祂们正侍立于我们身旁注视着我们,虽然不为我们所见,并且祂们将那胜过一切光芒的眼目一直洞察到我们深藏的意念之中。既然这番道理并非出自我本人,而是出自神明,且已通过诸多言辞阐明,那么我只需援引一条神谕,便足以借一举揭示两件事:其一为诸神如何洞察万物,其二为祂们如何在敬虔之人身上得享喜悦: “福玻斯极目远眺的光芒遍布各方; 其敏锐的眼目甚至能穿透坚固的岩石, 并通行于蔚蓝的深海;那依循智慧之必然的法则、 循环往复运行于不知疲倦之天穹的 繁星群落,绝不能避开祂的目光; 塔耳塔罗斯在迷雾幽冥的冥府深处所收纳的、 那些幽暗死者的一切部族,亦不能逃脱; 而对于敬虔的凡人,我所欢欣的程度,恰如对奥林匹斯一般。”

语法注3 条
  1. 11ἀπόχρη δὲ νῦν, ὅτι μὴ σχεδιάζω μηδέν, ἐπιδεῖξαι τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν

    非人称动词 ἀπόχρη 的主语是不定式 ἐπιδεῖξαι,而 ὅτι 从句(ὅτι μὴ σχεδιάζω μηδέν,晚期希腊语中陈述从句亦常用否定词 μή)作其宾语(“表明我绝非信口开河”)。其后的 τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν 通过 τε ... καί 与后文的 καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων 并列,共同作分词 ἡγούμενος(破格主格)的宾语。其核心在于说明皇帝引用神谕是为了确证论断并非个人臆造。

  2. 298bτοῦτο μὲν γὰρ εἰ μὴ τὸ νῦν ἠπιστάμην ... οὐδ’ ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος

    混合型非真实条件句。条件从句(protasis)使用未完成过去时 ἠπιστάμην,表示与现在事实相反的假设(“如果我现在不知道”);归结从句(apodosis)由 ἄν 加上不定过去时直陈式 οὐδ’ ἂν ἐτόλμησα 构成,表示对过去行为的反事实判断(“我绝不敢托付”)。这表明受信人祭司职务的任命是基于神谕认可且已在过去完成的既定事实。

  3. 298dοἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί τε ὄντες ... ἆρ’ οὐκ ἐν ἐκείνῳ μᾶλλον ... ἱκανοὶ παρασχεῖν ἔσονται

    句子的核心骨架是由主语分词短语 οἱ δὲ ... ὄντες 跨越长距离的倒置修饰(hyperbaton),最终连接到由疑问词 ἆρ’ οὐκ 引导的主句谓语 ἱκανοὶ παρασχεῖν ἔσονται。其间,诸神在现世(ἐν τῷ βίῳ τούτῳ)的力量与在来世状态(ἐν ἐκείνῳ)的能力形成举轻明重的对比,并由两个独立属格结构(χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς 与 γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος)清晰界定了灵肉分离的死亡状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.11-frag_89b.12