← 朱利安

书信集

§frag_89b.6-frag_89b.7

神像与祭坛的象征意义及渎神的惩罚

作者论证神像与祭坛是诸神临在的表征并作为凡人礼拜的媒介,指出不可因雕像的可朽而怀疑诸神,且渎神者终将遭受神罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§frag_89b.6

Κἀκεῖνο δ’ ἄξιον ἐννοεῖν, ὅσοι παρὰ τῶν ἔμπροσθεν ἀνάλωνται λόγοι περὶ τοῦ φύσει κοινωνικὸν εἶναι ζῷον τὸν ἄνθρωπον. ἡμεῖς οὖν οἱ ταῦτα εἰπόντες καὶ διατάξαντες ἀκοινωνήτως πρὸς τοὺς πλησίον ἕξομεν; ἐκ δὴ τῶν τοιούτων ἠθῶν τε καὶ ἐπιτηδευμάτων ἕκαστος ἡμῶν ὁρμώμενος εὐλαβείας τῆς εἰς τοὺς θεούς, χρηστότητος τῆς εἰς ἀνθρώπους, ἁγνείας τῆς περὶ τὸ σῶμα, τὰ τῆς εὐσεβείας ἔργα πληρούτω, πειρώμενος δὲ ἀεί τι περὶ τῶν θεῶν εὐσεβὲς διανοεῖσθαι καὶ μετά τινος ἀποβλέπων εἰς τὰ ἱερὰ τῶν θεῶν καὶ τὰ ἀγάλματα τιμῆς καὶ ὁσιότητος, σεβόμενος ὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς.1 ἀγάλματα γὰρ καὶ βωμοὺς καὶ πυρὸς ἀσβέστου φυλακὴν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα σύμβολα οἱ πατέρες ἔθεντο τῆς παρουσίας τῶν θεῶν, οὐχ ἵνα ἐκεῖνα θεοὺς νομίσωμεν, ἀλλ’ ἵνα δι’ αὐτῶν τοὺς θεοὺς θεραπεύσωμεν. ἐπειδὴ γὰρ ἡμᾶς ὄντας ἐν σώματι σωματικῶς ἔδει ποιεῖσθαι τοῖς θεοῖς καὶ τὰς λατρείας, ἀσώματοι δέ εἰσιν αὐτοί· πρῶτα μὲν ἔδειξαν ἡμῖν ἀγάλματα τὸ δεύτερον ἀπὸ τοῦ πρώτου τῶν θεῶν γένος περὶ πάντα τὸν οὐρανὸν κύκλῳ περιφερόμενον. δυναμένης δὲ οὐδὲ τούτοις ἀποδίδοσθαι τῆς θεραπείας σωματικῶς· ἀπροσδεᾶ γάρ ἐστι φύσει· ἕτερον ἐπὶ γῆς ἐξηυρέθη γένος ἀγαλμάτων, εἰς ὃ τὰς θεραπείας ἐκτελοῦντες ἑαυτοῖς εὐμενεῖς τοὺς θεοὺς καταστήσομεν. ὥσπερ γὰρ οἱ τῶν βασιλέων θεραπεύοντες εἰκόνας, οὐδὲν δεομένων, ὅμως ἐφέλκονται τὴν εὔνοιαν εἰς ἑαυτούς, οὕτω καὶ οἱ θεῶν θεραπεύοντες τὰ ἀγάλματα, δεομένων οὐδὲν τῶν θεῶν, ὅμως πείθουσιν αὐτοὺς ἐπαμύνειν σφίσι καὶ κήδεσθαι· δεῖγμα γάρ ἐστιν ὡς ἀληθῶς ὁσιότητος ἡ περὶ τὰ δυνατὰ προθυμία, καὶ ὁ ταύτην πληρῶν εὔδηλον ὅτι μειζόνως ἐκείνην ἀποδίδωσιν, ὁ δὲ τῶν δυνατῶν ὀλιγωρῶν, εἶτα προσποιούμενος τῶν ἀδυνάτων ὀρέγεσθαι δῆλός ἐστιν οὐκ ἐκεῖνα μεταδιώκων, ἀλλὰ ταῦτα παρορῶν· οὐδὲ γάρ, εἰ μηδενὸς ὁ θεὸς δεῖται, διὰ τοῦτο οὐδὲν αὐτῷ προσοιστέον· οὐδὲ γὰρ τῆς διὰ λόγων εὐφημίας δεῖται. τί οὖν; εὔλογον αὐτὸν ἀποστερῆσαι καὶ ταύτης; οὐδαμῶς. οὐκ ἄρα οὐδὲ τῆς διὰ τῶν ἔργων εἰς αὐτὸν γιγνομένης τιμῆς, ἧς ἐνομοθέτησαν2 οὐκ ἐνιαυτοὶ τρεῖς οὐδὲ τρισχίλιοι, πᾶς δὲ ὁ προλαβὼν αἰὼν ἐν πᾶσι τοῖς τῆς γῆς ἔθνεσιν.

同样值得深思的是,前人对于人按其本性乃是合群动物这一论题,耗费了何等充裕的论述。难道我们这些说过且规定过这些话的人,反而要对邻人持不合群的态度吗?因此,我们每个人都应当以这些品格与操持为出发点,即对诸神的虔敬、对人类的良善、以及对肉身的洁净,去履行敬虔之举;当始终尽力对诸神怀抱敬虔的思想,并怀着某种尊崇与圣洁注视诸神的神殿与雕像,恭敬侍奉,宛如亲眼目睹诸神临在一般。因为父祖们设立雕像、祭坛、守护不灭之火,以及诸如此类的一切表征作为诸神临在的标志,并不是要我们将那些器物本身视为神明,而是要我们通过它们来敬奉诸神。因为既然我们居于肉身之中,必须以肉身的方式向诸神履行礼拜,而他们自身则是无形体的;他们首先便向我们展示了仅次于第一种神的第二种神,作为我们所能见的雕像,它们环绕整个苍穹旋转运行。然而,即便对它们,我们亦不可能以肉身的方式向之献祭——因为它们按其本性毫无匮乏;于是在大地上发明了另一种雕像,我们通过向其履行敬拜,使诸神眷顾我们。正如那些尊崇君王肖像的人,虽君王一无所求,却仍能将君王的善意吸引至自身一样;那些敬拜诸神雕像的人,虽诸神一无所求,亦同样能说服诸神来护佑与关照他们。因为对于力所能及之事的竭诚,确实是虔敬的明证;尽此本分之人,显见得在更大程度上呈献了那〔虔敬〕;而轻慢力所能及之事、转而假装企慕力所不能及之事的人,显然不是在追求后者,而是在漠视前者。因为不能说由于神一无所求,我们便因此不向神呈献任何奉献;神甚至也不需要言辞上的赞美。那么又当如何?连神的这一赞美也予以剥夺,难道合乎情理吗?绝非如此。那么,亦不当剥夺通过行为向神呈献的尊荣,而确立这一尊荣的,并非三年,亦非三千年,而是地上的万族在过去的整个时代。

§frag_89b.7

Ἀφορῶντες οὖν εἰς τὰ τῶν θεῶν ἀγάλματα μή τοι νομίζωμεν αὐτὰ λίθους εἶναι μηδὲ ξύλα, μηδὲ μέντοι τοὺς θεοὺς αὐτοὺς εἶναι ταῦτα. καὶ γὰρ οὐδὲ τὰς βασιλικὰς εἰκόνας ξύλα καὶ λίθον καὶ χαλκὸν λέγομεν, οὐ μὴν οὐδὲ αὐτοὺς τοὺς βασιλέας, ἀλλὰ εἰκόνας βασιλέων. ὅστις οὖν ἐστι φιλοβασιλεὺς ἡδέως ὁρᾷ τὴν τοῦ βασιλέως εἰκόνα, καὶ ὅστις ἐστὶ φιλόπαις ἡδέως ὁρᾷ τὴν τοῦ παιδός, καὶ ὅστις φιλοπάτωρ τὴν τοῦ πατρός. οὐκοῦν καὶ ὅστις φιλόθεος ἡδέως εἰς τὰ τῶν θεῶν ἀγάλματα καὶ τὰς εἰκόνας ἀποβλέπει, σεβόμενος ἅμα καὶ φρίττων ἐξ ἀφανοῦς ὁρῶντας εἰς αὐτὸν τοὺς θεούς. εἴ τις οὖν οἴεται δεῖν αὐτὰ μηδὲ φθείρεσθαι διὰ τὸ θεῶν ἅπαξ εἰκόνας κληθῆναι, παντελῶς ἄφρων εἶναί μοι φαίνεται. χρῆν γὰρ δήπουθεν αὐτὰ μηδὲ ὑπὸ ἀνθρώπων γενέσθαι. τὸ δὲ ὑπ’ ἀνδρὸς σοφοῦ καὶ ἀγαθοῦ γενόμενον ὑπὸ ἀνθρώπου πονηροῦ καὶ ἀμαθοῦς φθαρῆναι δύναται. τὰ δὲ ὑπὸ τῶν θεῶν ζῶντα ἀγάλματα κατασκευασθέντα τῆς ἀφανοῦς αὐτῶν οὐσίας, οἱ περὶ τὸν οὐρανὸν κύκλῳ φερόμενοι θεοί, μένει τὸν ἀεὶ χρόνον ἀίδια. μηδεὶς οὖν ἀπιστείτω θεοῖς ὁρῶν καὶ ἀκούων, ὡς ἐνύβρισάν τινες εἰς τὰ ἀγάλματα καὶ τοὺς ναούς. ἆρ’ οὐκ ἀνθρώπους χρηστοὺς ἀπέκτειναν πολλοί, καθάπερ Σωκράτη καὶ Δίωνα καὶ τὸν μέγαν Ἐμπεδότιμον; ὧν εὖ οἶδ’ ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς.3 ἀλλ’ ὁρᾶτε, ὅτι καὶ τούτων φθαρτὸν εἰδότες τὸ σῶμα συνεχώρησαν εἶξαι τῇ φύσει καὶ ὑποχωρῆσαι, δίκην δὲ ἀπῄτησαν ὕστερον παρὰ τῶν κτεινάντων. ὃ δὴ συνέβη φανερῶς ἐφ’ ἡμῶν ἐπὶ πάντων τῶν ἱεροσύλων.

因此,当我们瞻仰诸神的雕像时,切不可认为它们只是石头或木头,亦不可认为它们就是诸神本身。因为我们对于君王的肖像,既不称其为木、石或青铜,当然更不称其为君王本身,而是称之为君王的肖像。凡爱君王者,皆乐于瞻仰君王的肖像;凡爱子女者,乐于瞻仰子女的肖像;凡爱父亲者,乐于瞻仰父亲的肖像。因此,凡爱神者,亦乐于注视诸神的雕像与肖像,既尊崇又战兢地面对从幽冥不可见之处注视着他的诸神。若有人以为,正因它们曾一度被称为诸神的肖像,便应当永不损毁,在我看来此人全然昏聩。因为若是如此,它们理当根本不该由凡人所造。凡由智慧良善之人所造之物,皆可能被邪恶无知之人损毁。然而由诸神所造立的、他们不可见本质的活的雕像——即在天宇周围旋转运行的诸神——却亘古永存。因此,若有人目睹或听闻某些人亵渎了雕像与神庙,切不可对诸神丧失信心。难道许多人未曾杀害过良善之人吗,诸如苏格拉底、狄翁以及伟大的恩佩多提摩?我确信诸神对他们尤为关怀。然而请看,诸神深知他们的肉身乃是可朽的,便容许其顺应自然而退隐离世,但事后却向杀戮者索取了报应。而这件事情,在我们的时代已分明发生在所有盗劫神庙者身上。

语法注3 条
  1. 293aὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς

    由 ὥσπερ ἂν εἰ 后接未完成过去时直陈式 ἑώρα 构成的与现在事实相反的比拟假设结构,意为“宛如他(在现实中)亲眼看见诸神临在一般”。这里的 ἄν 源于主句动词的省略(如 ὥσπερ ἂν ἐσέβετο, εἰ ἑώρα),后来凝固为惯用句式。

  2. 294bἧς ἐνομοθέτησαν

    关系代词的格的吸引(attractio relativi)。动词 νομοθετέω 按语法应当带宾格(ἣν)以表示所规定的尊荣或法则,但受其先行词 τῆς... τιμῆς 的属格影响,关系代词被牵引为属格 ἧς。

  3. 295bὧν εὖ οἶδ’ ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς

    无人称动词 μέλει(此处为不定过去时 ἐμέλησε)接属格(ὧν)表示所关照的对象,接与格(τοῖς θεοῖς)表示关照的主体。插入性短语 εὖ οἶδ’ ὅτι(“我确知”)嵌入在关系从句中,关系代名词 ὧν 指代前述人物(苏格拉底等人),并在从句中充当 ἐμέλησε 的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.6-frag_89b.7