← 朱利安

书信集

§frag_89b.4-frag_89b.5

论对恶人的施济与全人类的同族性

尤利安论述不仅当对善人、即便对恶人与囚犯亦应本着共有的人性而非其品性施予周济,斥责人们口奉神明尊号却虐待外客与同胞的虚伪。他进而论证,无论人类是源自最初的一男一女,还是由诸神同时大量创造,所有人彼此之间皆为同族。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§frag_89b.4

Κοινωνητέον οὖν τῶν χρημάτων ἅπασιν ἀνθρώποις, ἀλλὰ τοῖς μὲν ἐπιεικέσιν ἐλευθεριώτερον, τοῖς δὲ ἀπόροις καὶ πένησιν ὅσον ἐπαρκέσαι τῇ χρείᾳ. φαίην δ’ ἄν, εἰ καὶ παράδοξον εἰπεῖν, ὅτι καὶ τοῖς πονηροῖς ἐσθῆτος καὶ τροφῆς ὅσιον ἂν εἴη μεταδιδόναι· τῷ γὰρ ἀνθρωπίνῳ καὶ οὐ τῷ τρόπῳ1 δίδομεν. διόπερ οἶμαι καὶ τοὺς ἐν δεσμωτηρίῳ καθειργμένους ἀξιωτέον τῆς τοιαύτης ἐπιμελείας. οὐδὲν γὰρ κωλύσει τὴν δίκην ἡ τοιαύτη φιλανθρωπία. χαλεπὸν γὰρ ἂν εἴη, πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει, καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων, μὴ διὰ τοὺς ἀναιτίους οἶκτόν τινα νέμειν καὶ τοῖς πονηροῖς, ἀλλὰ τῶν πονηρῶν ἕνεκα καὶ περὶ τοὺς οὐδὲν ἠδικηκότας ἀνηλεῶς καὶ ἀπανθρώπως διακεῖσθαι.2 ἐκεῖνο δὲ ἐννοοῦντί μοι παντάπασιν ἄδικον καταφαίνεται· Ξένιον ὀνομάζομεν Δία, καὶ γιγνόμεθα τῶν Σκυθῶν κακοξενώτεροι. πῶς οὖν ὁ βουλόμενος τῷ Ξενίῳ θῦσαι Διὶ φοιτᾷ πρὸς τὸν νεών; μετὰ ποταποῦ συνειδότος, ἐπιλαθόμενος τοῦ "πρὸς γὰρ Διός εἰσιν ἅπαντες Πτωχοί τε ξεῖνοί τε·" δόσις δ’ ὀλίγη τε φίλη τε;

因此,应当与所有人分享财物,但对端正者当更为慷慨,对匮乏与贫困者则以满足其需求为度。我甚至敢说——哪怕这话听起来有悖常理——即便对恶人分享衣物与食粮亦属敬虔之事;因为我们施与的是其人性,而非其品性。正因如此,我认为即便被关押在狱中的人,亦当配受此等照料;因为这种博爱绝不会妨碍正义。要知道,当许多人被囚禁以待审判,其中有些人将被定罪,而另一些人将被宣判无罪时,如果不能为了无辜者而亦对恶人施予某种怜悯,反而因着恶人的缘故而对未作恶者亦怀有冷酷残忍的态度,那将是极令人痛惜的。 而当我思及此事时,它在我看来显得全然不公:我们将宙斯称为行客之神,自己却变得比斯基泰人更加排斥外客。那么,一个想要向行客之神宙斯献祭的人,究竟怀着怎样的良心出入神殿呢?难道他忘记了: “因为一切乞丐与外客皆来自宙斯, 馈赠虽薄亦可贵”?

§frag_89b.5

Πῶς δὲ ὁ τὸν Ἑταίρειον θεραπεύων Δία, ὁρῶν τοὺς πέλας ἐνδεεῖς χρημάτων, εἶτα μηδ’ ὅσον δραχμῆς μεταδιδούς, οἴεται τὸν Δία καλῶς θεραπεύειν; ὅταν εἰς ταῦτα ἀπίδω, παντελῶς ἀχανὴς γίνομαι, τὰς μὲν ἐπωνυμίας τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς ὥσπερ εἰκόνας γραπτὰς ὁρῶν, ἔργῳ δὲ ὑφ’ ἡμῶν οὐδὲν τοιοῦτον ἐπιτηδευόμενον. ὁμόγνιοι λέγονται παρ’ ἡμῖν θεοὶ καὶ Ζεὺς ὁμόγνιος, ἔχομεν δὲ ὥσπερ πρὸς ἀλλοτρίους τοὺς συγγενεῖς· ἄνθρωπος γὰρ ἀνθρώπῳ καὶ ἑκὼν καὶ ἄκων πᾶς ἐστι συγγενής, εἴτε, καθάπερ λέγεται παρά τινων, ἐξ ἑνός τε καὶ μιᾶς γεγόναμεν πάντες, εἴθ’ ὁπωσοῦν ἄλλως, ἀθρόως ὑποστησάντων ἡμᾶς τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς, οὐχ ἕνα καὶ μίαν, ἀλλὰ πολλοὺς ἅμα καὶ πολλάς. οἱ γὰρ ἕνα καὶ μίαν δυνηθέντες οἷοί τε ἦσαν ἅμα καὶ πολλοὺς καὶ πολλάς ὑποστῆσαι. καὶ γὰρ ὃν τρόπον τόν τε ἕνα καὶ τὴν μίαν, τὸν αὐτὸν τρόπον τοὺς πολλούς τε καὶ τὰς πολλάς. εἴς τε τὸ διάφορον ἀποβλέψαντα τῶν ἐθῶν καὶ τῶν νόμων,3 οὐ μὴν ἀλλὰ καὶ ὅπερ ἐστὶ μεῖζον καὶ τιμιώτερον καὶ κυριώτερον, εἰς τὴν τῶν θεῶν φήμην, ἣ παραδέδοται διὰ τῶν ἀρχαίων ἡμῖν θεουργῶν, ὡς, ὅτε Ζεὺς ἐκόσμει τὰ πάντα, σταγόνων αἵματος ἱεροῦ πεσουσῶν, ἐξ ὧν που τὸ τῶν ἀνθρώπων βλαστήσειε γένος. καὶ οὕτως οὖν συγγενεῖς γινόμεθα πάντες, εἰ μὲν ἐξ ἑνὸς καὶ μιᾶς, ἐκ δυοῖν ἀνθρώποιν ὄντες οἱ πολλοὶ καὶ πολλαί, εἰ δέ, καθάπερ οἱ θεοί φασι καὶ χρὴ πιστεύειν ἐπιμαρτυρούντων τῶν ἔργων, ἐκ τῶν θεῶν πάντες γεγονότες. ὅτι δὲ πολλοὺς ἅμα ἀνθρώπους γενέσθαι μαρτυρεῖ τὰ ἔργα, ῥηθήσεται μὲν ἀλλαχοῦ δι’ ἀκριβείας, ἐνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἑνὸς μὲν καὶ μιᾶς οὖσιν οὔτε τοὺς νόμους εἰκὸς ἐπὶ τοσοῦτον παραλλάξαι οὔτε ἄλλως τὴν γῆν ὑφ’ ἑνὸς ἐμπλησθῆναι πᾶσαν, οὐδὲ εἰ τέκνα ἅμα πολλὰ καθάπερ αἱ σύες ἔτικτον αὐτοῖς αἱ γυναῖκες. πανταχοῦ δὲ ἀθρόως φυτευσάντων τῶν θεῶν, ὅνπερ τρόπον ὁ εἷς, οὕτω δὲ καὶ οἱ πλείους προῆλθον ἄνθρωποι τοῖς γενεάρχαις θεοῖς ἀποκληρωθέντες, οἳ καὶ προήγαγον αὐτούς, ἀπὸ τοῦ δημιουργοῦ τὰς ψυχὰς παραλαμβάνοντες ἐξ αἰῶνος.

而奉事同伴之神宙斯的人,眼见邻人缺少钱财,却连一枚德拉克马的施舍都不肯分予,他又怎能自以为侍奉宙斯得宜呢?每当我注视这些,便全然目瞪口呆;我看到神明的名号连同始源以来的宇宙犹如彩绘肖像一般,而在我们的实际行动中却全无此类操持。在我们的言谈中,诸神被称为同族之神,宙斯亦被称为同族之神宙斯,然而我们待亲族却如陌路之人。须知凡人对凡人,无论甘愿还是被迫,皆是同族之人;不论如某些人所言,我们皆是由一男一女所生,抑或是以其他任何方式——神明在始源与宇宙同时造立了我们,并非仅仅一男一女,而是同时造立了许多男子与许多女子。因为既然神明能够造立一男一女,他们亦能同时造立许多男子与许多女子;事实上,他们以造立那一男一女的同样方式,造立了那许多男子与许多女子。若人们不仅放眼于风俗与律法的差异,而且——这更为重大、尊贵与首要——放眼于古老玄术家传于我们的神明传闻,即当宙斯整饬万物之时,神圣的血滴落下,人类的种族大概便是由此萌生。即便如此,我们所有人亦是同族:若是由一男一女所出,我们这众多的男女乃是源于两个凡人;而若是如神明所言——鉴于事实作证,我们理当信服——我们所有人皆是自神明而出。至于事实作证许多人乃是同时被造,将在别处作详尽阐述,但在此只需说明如下即可:如果人是由一男一女而出,那么律法决无可能产生如此巨大的差异,此外即便妇人像母猪一样一次产下多子,整个大地亦绝无可能仅由一人繁衍充满。相反,乃是由于神明同时在各处播撒种裔,正如那单独之人一样,较多的人类亦由此诞生,被分派给各位族始之神,而这些神明自造物主那里亘古领受灵魂,将他们引生出来。

语法注3 条
  1. 291aτῷ γὰρ ἀνθρωπίνῳ καὶ οὐ τῷ τρόπῳ

    中性名词化形容词 τῷ ἀνθρωπίνῳ 与名词 τῷ τρόπῳ 皆为表示关照对象(给予的根据)的与格。在句法上,它们将施予的依据形成对比:并非受惠者的道德品行(ὁ τρόπος),而是其共通的人性(τὸ ἀνθρώπινον)。

  2. 291aχαλεπὸν γὰρ ἂν εἴη, πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει, καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων, μὴ διὰ τοὺς ἀναιτίους οἶκτόν τινα νέμειν καὶ τοῖς πονηροῖς, ἀλλὰ τῶν πονηρῶν ἕνεκα καὶ περὶ τοὺς οὐδὲν ἠδικηκότας ἀνηλεῶς καὶ ἀπανθρώπως διακεῖσθαι

    该句的骨架为非人称谓语 χαλεπὸν ἂν εἴη 支配不定式从句 μὴ ... νέμειν ... ἀλλὰ ... διακεῖσθαι。中间插入的 πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει 为独立属格,随后的 καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων 则以部分同位属格展开说明被囚禁者的具体构成,呈现审判结果尚未明朗的情境。

  3. 292aεἴς τε τὸ διάφορον ἀποβλέψαντα τῶν ἐθῶν καὶ τῶν νόμων

    宾格分词 ἀποβλέψαντα 构成了破格语法(句法中断),在主句中缺乏明确的统领成分。它在构思上本是作为表示泛指主语的不定式结构主语(意为“若人着眼于习俗与法律的差异”),但在引入神话传闻(εἰς τὴν τῶν θεῶν φήμην...)后,句子结构转向了新的主句 καὶ οὕτως οὖν συγγενεῖς γινόμεθα πάντες。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.4-frag_89b.5