← 朱利安

书信集

§frag_89b.1-frag_89b.3

祭司的尊严与效法神明周济贫困的博爱

作者结束了关于无神论者迷妄的离题论述,强调祭司生活的崇高尊严,并结合自身平民时期的亲身经历,敦促人们效法神明的慷慨恩赐去践行博爱并周济穷人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§frag_89b.1

πλὴν ἢν εἰς τὸν βασιλέα ἐπίδωσιν ἀτακτοῦντάς τινας, αὐτίκα μάλα κολάζουσιν· ἐπὶ δὲ τοὺς οὐ προσιόντας τοῖς θεοῖς ἐστι τὸ τῶν πονηρῶν δαιμόνων τεταγμένον φῦλον, ὑφ’ ὧν οἱ πολλοὶ παροιστρούμενοι τῶν ἀθέων ἀναπείθονται θανατᾶν, ὡς ἀναπτησόμενοι πρὸς τὸν οὐρανόν, ὅταν ἀπορρήξωσι τὴν ψυχὴν βιαίως. εἰσὶ δὲ οἳ καὶ τὰς ἐρημίας ἀντὶ τῶν πόλεων διώκουσιν, ὄντος τἀνθρώπου φύσει πολιτικοῦ ζῴου καὶ ἡμέρου, δαίμοσιν ἐκδεδομένοι πονηροῖς, ὑφ’ ὧν εἰς ταύτην ἄγονται τὴν μισανθρωπίαν. ἤδη δὲ καὶ δεσμὰ καὶ κλοιοὺς ἐξηῦρον οἱ πολλοὶ τούτων· οὕτω πανταχόθεν αὐτοὺς ὁ κακὸς συνελαύνει δαίμων, ᾧ δεδώκασιν ἑκόντες ἑαυτούς, ἀποστάντες τῶν ἀιδίων καὶ σωτήρων θεῶν. ἀλλ’ ὑπὲρ μὲν τούτων ἀπόχρη τοσαῦτα εἰπεῖν· ὅθεν δ’ ἐξέβην εἰς τοῦτο ἐπανήξω.

但是,如果他们发现有人对皇帝不敬,就会立即严惩;然而,对于那些不亲近神明的人,则有恶鬼的军团驻防其上。大多数无神论者受这些恶鬼的驱使而发狂,被说服去渴望死亡,以为在强行切断灵魂时便会飞升上天。还有一些人宁愿舍弃城邦而遁入荒野——尽管人本性上是城邦的、温和的造物——他们委身于恶鬼,被恶鬼引向了这种厌世。他们中的许多人甚至已经发明了锁链和颈枷;恶鬼就这样从四面八方驱策着他们,而他们背离了永恒且施救的神明,自愿将自己交给了恶鬼。然而关于这些事,谈这些已然足够;我将回到我岔开话头之前的论题。

§frag_89b.2

Δικαιοπραγίας οὖν τῆς μὲν κατὰ τοὺς πολιτικοὺς νόμους εὔδηλον ὅτι μελήσει τοῖς ἐπιτρόποις τῶν πόλεων, πρέποι δ’ ἂν καὶ ὑμῖν εἰς παραίνεσιν τὸ μὴ παραβαίνειν ἱεροὺς ὄντας τῶν θεῶν τοὺς νόμους. ἐπεὶ δὲ τὸν ἱερατικὸν βίον εἶναι χρὴ τοῦ πολιτικοῦ σεμνότερον, ἀκτέον ἐπὶ τοῦτον καὶ διδακτέον· ἕψονται δέ, ὡς εἰκός, οἱ βελτίους· ἐγὼ μὲν γὰρ εὔχομαι καὶ πάντας, ἐλπίζω δὲ τοὺς ἐπιεικεῖς φύσει καὶ σπουδαίους· ἐπιγνώσονται γὰρ οἰκείους ὄντας ἑαυτοῖς τοὺς λόγους.

关于遵循城邦法律的正义行为,城邦的管理者们显然会予以操心;但对于你们而言,劝告人们不要违犯神明的法律——既然这些法律是神圣的——也是相称的。既然祭司的生活应当比城邦的生活更为崇高,就必须引导并教导人们走向这种生活;而更为优秀的人理所当然会依循它。就我而言,我祈求所有人都能如此,但我期许那些生性温和且诚挚的人;因为他们会认识到这些话语与自身相契合。

§frag_89b.3

Ἀσκητέα τοίνυν πρὸ πάντων ἡ φιλανθρωπία· ταύτῃ γὰρ ἕπεται πολλὰ μὲν καὶ ἄλλα τῶν ἀγαθῶν, ἐξαίρετον δὲ δὴ καὶ μέγιστον ἡ παρὰ τῶν θεῶν εὐμένεια. καθάπερ γὰρ οἱ τοῖς ἑαυτῶν δεσπόταις συνδιατιθέμενοι περί τε φιλίας καὶ σπουδὰς καὶ ἔρωτας ἀγαπῶνται πλέον τῶν ὁμοδούλων, οὕτω νομιστέον φύσει φιλάνθρωπον ὂν τὸ θεῖον ἀγαπᾶν τοὺς φιλανθρώπους τῶν ἀνδρῶν. ἡ δὲ φιλανθρωπία πολλὴ καὶ παντοία· καὶ τὸ πεφεισμένως κολάζειν τοὺς ἀνθρώπους ἐπὶ τῷ βελτίονι τῶν κολαζομένων, ὥσπερ οἱ διδάσκαλοι τὰ παιδία, καὶ τὸ τὰς χρείας αὐτῶν ἐπανορθοῦν, ὥσπερ οἱ θεοὶ τὰς ἡμετέρας. ὁρᾶτε ὅσα ἡμῖν δεδώκασιν ἐκ τῆς γῆς ἀγαθά, τροφὰς παντοίας καὶ ὁπόσας οὐδὲ ὁμοῦ πᾶσι τοῖς ζῴοις. ἐπεὶ δὲ ἐτέχθημεν γυμνοί, ταῖς τε τῶν ζῴων ἡμᾶς θριξὶν ἐσκέπασαν καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις καὶ τοῖς ἐκ δένδρων. καὶ οὐκ ἤρκεσεν ἁπλῶς οὐδὲ αὐτοσχεδίως, καθάπερ ὁ Μωυσῆς ἔφη τοὺς χιτῶνας λαβεῖν δερματίνους, ἀλλ’ ὁρᾶτε ὅσα ἐγένετο τῆς Ἐργάνης Ἀθηνᾶς τὰ δῶρα. ποῖον οἴνῳ χρῆται ζῷον; ποῖον ἐλαίῳ; πλὴν εἴ τισιν ἡμεῖς καὶ τούτων μεταδίδομεν, οἱ τοῖς ἀνθρώποις οὐ μεταδιδόντες. τί δὲ τῶν θαλαττίων σίτῳ, τί δὲ τῶν χερσαίων τοῖς ἐν τῇ θαλάττῃ χρῆται; χρυσὸν οὔπω λέγω καὶ χαλκὸν καὶ σίδηρον, οἷς πᾶσιν οἱ θεοὶ ζαπλούτους ἡμᾶς ἐποίησαν, οὐχ ἵνα ὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας,1 ἄλλως τε ὅταν καὶ ἐπιεικεῖς τινες τύχωσι τὸν τρόπον, οἷς πατρῷος μὲν κλῆρος οὐ γέγονεν, ὑπὸ δὲ μεγαλοψυχίας ἥκιστα ἐπιθυμοῦντες χρημάτων πένονται. τούτους ὁρῶντες οἱ πολλοὶ τοὺς θεοὺς ὀνειδίζουσιν. αἴτιοι δὲ θεοὶ μὲν οὐκ εἰσὶ τῆς τούτων πενίας, ἡ δὲ ἡμῶν τῶν κεκτημένων ἀπληστία καὶ τοῖς ἀνθρώποις ὑπὲρ τῶν θεῶν οὐκ ἀληθοῦς ὑπολήψεως αἰτία γίνεται καὶ προσέτι τοῖς θεοῖς ὀνείδους ἀδίκου. τί γὰρ ἀπαιτοῦμεν, ἵνα χρυσὸν ὥσπερ τοῖς Ῥοδίοις ὁ θεὸς ὕσῃ τοῖς πένησιν; ἀλλὰ εἰ καὶ τοῦτο γένοιτο, ταχέως ἡμεῖς ὑποβαλόμενοι τοὺς οἰκέτας καὶ προθέντες πανταχοῦ τὰ ἀγγεῖα πάντας ἀπελάσομεν, ἵνα μόνοι τὰ κοινὰ τῶν θεῶν ἁρπάσωμεν δῶρα. θαυμάσειε δ’ ἄν τις εἰκότως, εἰ τοῦτο μὲν ἀξιοῖμεν οὔτε πεφυκὸς γίνεσθαι καὶ ἀλυσιτελὲς πάντη, τὰ δυνατὰ δὲ μὴ πράττομεν. τίς γὰρ ἐκ τοῦ μεταδιδόναι τοῖς πέλας ἐγένετο πένης; ἐγώ τοι πολλάκις τοῖς δεομένοις προέμενος ἐκτησάμην αὐτὰ παρὰ θεῶν πολλαπλάσια καίπερ ὢν φαῦλος χρηματιστής, καὶ οὐδέποτέ μοι μετεμέλησε προεμένῳ. καὶ τὰ μὲν νῦν οὐκ ἂν εἴποιμι· καὶ γὰρ ἂν εἴη παντελῶς ἄλογον, εἰ τοὺς ἰδιώτας ἀξιώσαιμι βασιλικαῖς παραβάλλεσθαι χορηγίαις· ἀλλ’ ὅτε ἔτι ἐτύγχανον ἰδιώτης, σύνοιδα ἐμαυτῷ τοῦτο ἀποβὰν πολλάκις. ἀπεσώθη μοι τέλειος ὁ κλῆρος τῆς τήθης, ἐχόμενος ὑπ’ ἄλλων βιαίως ἐκ βραχέων ὧν εἶχον2 ἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι.3

因此,首要当修习的是博爱之德;因为随之而来的不仅有许多其他福祉,更有来自神明的眷顾这一殊胜且至大的恩典。正如那些在友谊、志趣和喜爱上与自己的主人意气相投的人,比同侪奴隶更受宠爱一样,我们应当认为,神性本是爱人的,因而也会眷爱有爱人之心的人。博爱既深且广:既像导师对待孩童那样,为了受罚者的改善而节制地惩罚人类,又像神明弥补我们的匮乏一样,救济他们的需求。看哪,神明从大地赐予了我们多少恩物,各色各样的食粮,其丰厚甚至非所有动物加在一起所能及。既然我们生来赤身裸体,他们便用动物的皮毛、地里长出的作物以及树木的出产遮盖了我们。而且不仅是简陋或草率地遮蔽——正如摩西所说,人们得到了皮衣——看哪,工匠阿西娜的赐物变得何等繁复。有哪种动物使用葡萄酒?有哪种动物使用橄榄油?除非是我们把这些东西分给其中某些动物,而我们甚至不愿分给同胞人类。海洋生物哪有享用谷物的,陆生动物哪有享用海中产物的?我且不说金、铜和铁,神明凭借这一切使我们极为富足,并不是为了让我们漠视穷人四处流浪,从而成为神明的耻辱;尤其是当他们恰好性情温和,既没有继承父祖的家产,又因胸怀宽广而绝不贪恋钱财,因而陷于贫困之时。大众看到这些人,便责怪神明。然而神明并不是他们贫困的原因;是我们这些占有财产之人的贪得无厌,成了人们对神明产生不实见解的原因,而且成了对神明不公指摘的原因。难道我们要求神明像对待罗得岛人那样,降下金雨给穷人吗?但即使真能如此,我们也会迅速派出仆从,四处摆满器皿,驱逐所有人,以便我们独占神明普赐的恩物。如果我们要求这种既非自然会发生、又全无益处的事,却不去行力所能及的事,任何人对此感到诧异都是合情合理的。究竟有谁因为周济邻舍而沦为穷人的?至少我自己,多次周济匮乏之人,尽管不擅理财,却从神明那里得到了成倍的补偿,并且我从未为周济他人而后悔过。我现在的情况就不必提了;因为如果我要求平民去攀比君王的供给,那是全然荒谬的。但当我仍是一介平民时,我清楚记得这曾多次发生在我身上。我祖母的全部遗产曾被他人强行霸占,但在我用自己仅有的菲薄资产周济匮乏者并施舍予人时,它却完整无缺地重归于我。

语法注3 条
  1. 289dὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας

    动词 περιορῶμεν 支配直接宾语 τοὺς πένητας 以及补充性分词 περινοστοῦντας(“坐视穷人四处流浪”)。前面的 ὄνειδος αὐτῶν 作为表语性/结果性同位语,表示“成为对他们(神明)的耻辱”。

  2. 290dἐκ βραχέων ὧν εἶχον

    关系代词 ὧν 受其先行词 βραχέων(中性复数属格)的影响发生了格的同化/吸引(attractio relativi)。在基础语序构词中,它作为动词 εἶχον 的直接宾语本应使用宾格 ἅ(即 ἐκ βραχέων ἃ εἶχον),但被介词 ἐκ 所支配的先行词属格吸引而变成了 ὧν。

  3. 290dἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι

    两个现在分词 ἀναλίσκοντι 和 μεταδιδόντι 在语法上与句首的与格代词 μοι 保持性数格一致。虽然被主语 ὁ κλῆρος、被动动词 ἀπεσώθη 以及修饰主语的分词 ἐχόμενος 隔开形成大幅度的超置(hyperbaton),但它们在句法上修饰 μοι,表达时间或背景情况:“当我对贫乏之人慷慨解囊并予以施舍之时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.1-frag_89b.3