← 朱利安

书信集

§frag_89b.19-frag_89b.21

禁止司祭出入剧场与倡导施行慈善

尤利安禁止司祭涉足世俗剧场及与演艺之人交往,仅准许出席神圣竞技会。接着他提出选任司祭当不拘贫富而重在敬神与爱人,并告诫指出加利利人正是利用扶贫济弱之名招揽信众,因此异教司祭必须尤加重视慈善之举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§frag_89b.19

Τοῖς ἀσελγέσι τούτοις θεάτροις τῶν ἱερέων μηδεὶς μηδαμοῦ παραβαλλέτω μηδὲ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυτοῦ· πρέπει γὰρ οὐδαμῶς. καὶ εἰ μὲν οἷόν τε ἦν ἐξελάσαι παντάπασιν αὐτὰ τῶν θεάτρων, ὥστε αὐτὰ πάλιν ἀποδοῦναι τῷ Διονύσῳ καθαρὰ γενόμενα, πάντως ἂν ἐπειράθην αὐτὸ προθύμως κατασκευάσαι. νυνὶ δὲ οἰόμενος τοῦτο οὔτε δυνατὸν οὔτε ἄλλως, εἰ καὶ δυνατὸν φανείη, συμφέρον ἂν αὐτὸ γενέσθαι, ταύτης μὲν ἀπεσχόμην παντάπασι τῆς φιλοτιμίας· ἀξιῶ δὲ τοὺς ἱερέας ὑποχωρῆσαι καὶ ἀποστῆναι τῷ δήμῳ τῆς ἐν τοῖς θεάτροις ἀσελγείας.1 μηδεὶς οὖν ἱερεὺς εἰς θέατρον εἰσίτω, μηδὲ ἐχέτω φίλον θυμελικὸν μηδὲ ἁρματηλάτην, μηδὲ ὀρχηστὴς μηδὲ μῖμος αὐτοῦ τῇ θύρᾳ προσίτω· τοῖς ἱεροῖς ἀγῶσιν ἐπιτρέπω μόνον τῷ βουλομένῳ παραβάλλειν, ὧν ἀπηγόρευται μετέχειν οὐκ ἀγωνίας μόνον, ἀλλὰ καὶ θέας ταῖς γυναιξίν. ὑπὲρ δὲ τῶν κυνηγεσίων τί δεῖ καὶ λέγειν, ὅσα ταῖς πόλεσιν εἴσω τῶν θεάτρων συντελεῖται, ὡς ἀφεκτέον τούτων ἐστὶν οὐχ ἱερεῦσι μόνον, ἀλλὰ καὶ παισὶν ἱερέων;

司祭中切勿有人在任何地方涉足这些放纵的剧场,亦不可将其引入自己的家中;因为这绝不相称。倘若能够将这些彻底逐出剧场,使其在获得净化后重新归还给狄奥尼索斯,我必定会竭力企图促成此事。但就当下而言,由于我认为这既不可能,而且即便看似可能,将其实现也未必有利,我便完全放弃了这一企图;然而我要求司祭们抽身退出,将剧场中的放荡行径让与民众。因此,任何司祭不得步入剧场,不得结交舞台乐伶或战车御者为友,舞蹈艺人与拟态丑角亦不得走近其门户。唯有那些严禁妇女不仅参赛、甚至禁其观摩的神圣竞技会,我方准许有意者前往。至于在各城剧场之内举行的兽猎,不仅司祭、甚至连司祭之子皆当远离,对此又何须多言?

§frag_89b.20

Ἦν μὲν οὖν ἴσως πρὸ τούτων εἰρῆσθαι καλόν, ὅθεν καὶ ὅπως χρὴ τοὺς ἱερέας ἀποδεικνύειν· οὐδὲν δὲ ἄτοπον εἰς τοῦτό μοι τοὺς λόγους λῆξαι. ἐγώ φημι τοὺς ἐν ταῖς πόλεσι βελτίστους2 καὶ μάλιστα μὲν φιλοθεωτάτους, ἔπειτα φιλανθρωποτάτους, ἐάν τε πένητες ὦσιν ἐάν τε πλούσιοι· διάκρισις ἔστω πρὸς τοῦτο μηδ’ ἡτισοῦν ἀφανοῦς καὶ ἐπιφανοῦς· ὁ γὰρ διὰ πρᾳότητα λεληθὼς οὐ διὰ τὴν τοῦ ἀξιώματος ἀφάνειαν δίκαιός ἐστι κωλύεσθαι. κἂν πένης οὖν ᾖ τις δημότης ἔχων ἐν ἑαυτῷ δύο ταῦτα, τό τε φιλόθεον καὶ τὸ φιλάνθρωπον, ἱερεὺς ἀποδεικνύσθω. δεῖγμα δὲ τοῦ φιλοθέου μέν, εἰ τοὺς οἰκείους ἅπαντας εἰς τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν εἰσαγάγοι, τοῦ φιλανθρώπου δέ, εἰ καὶ ἐξ ὀλίγων εὐκόλως κοινωνεῖ τοῖς δεομένοις καὶ μεταδίδωσι προθύμως, εὖ ποιεῖν ἐπιχειρῶν ὅσους ἂν οἷός τε ᾖ.

原本在谈论这些之前,说明应当从何处以及如何任命司祭或许更好;但我这番话在此处收尾亦无不可。我认为,应当任命各城中最优秀的人,首先是最敬神之人,其次是最具人道之心之人,无论他们贫穷或富有。对此绝不可因出身微贱或显贵而有所区分;因为因温和而退隐无闻者,绝不应当因显赫名位的匮乏而受阻。故此,哪怕有人仅是寻常贫民,只要自身具备此二者,即敬神与爱人,便当受任为司祭。敬神之表征在于:若他能引导全体家眷归向对诸神的虔敬;而爱人之表征在于:若他即使资财微薄,亦能欣然与贫困者分甘同味,热心施与,竭力向尽可能多的人行善。

§frag_89b.21

Προσεκτέον γὰρ μάλιστα τῷ μέρει τούτῳ, καὶ τὴν ἰατρείαν ἐντεῦθεν ποιητέον. ἐπειδὴ γὰρ οἶμαι συνέβη τοὺς πένητας ἀμελεῖσθαι παρορωμένους ὑπὸ τῶν ἱερέων, οἱ δυσσεβεῖς Γαλιλαῖοι κατανοήσαντες ἐπέθεντο ταύτῃ τῇ φιλανθρωπίᾳ, καὶ τὸ χείριστον τῶν ἔργων διὰ τοῦ εὐδοκιμοῦντος τῶν ἐπιτηδευμάτων ἐκράτυναν. ὥσπερ γὰρ οἱ τὰ παιδία διὰ τοῦ πλακοῦντος ἐξαπατῶντες τῷ καὶ δὶς καὶ τρὶς προέσθαι πείθουσιν ἀκολουθεῖν ἑαυτοῖς, εἶθ̓, ὅταν ἀποστήσωσι πόρρω τῶν οἰκείων, ἐμβάλλοντες εἰς ναῦν ἀπέδοντο, καὶ γέγονεν εἰς ἅπαντα τὸν ἑξῆς βίον πικρὸν τὸ δόξαν πρὸς ὀλίγον γλυκύ, τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι3 διὰ τῆς λεγομένης παρ’ αὐτοῖς ἀγάπης καὶ ὑποδοχῆς καὶ διακονίας τραπεζῶν· ἔστι γὰρ ὥσπερ τὸ ἔργον, οὕτω δὲ καὶ τοὔνομα παρ’ αὐτοῖς πολύ· πλείστους ἐνήγαγον εἰς τὴν ἀθεότητα.

因为我们尤须关注这一方面,并由此着手施治。在我看来,正是由于贫民受到忽视而被司祭们冷落,不敬神的加利利人察觉到这一点,便投身于这种慈善之举,借由这博得盛名之行径壮大了其最为恶劣之勾当。正如那些用饼饵诱骗孩童的人,借由再三抛掷诱物而说服他们跟随自己,随后当把孩童引离亲族甚远时,便将其塞入船只贩卖为奴,以致片刻之间看似甘美之物化为日后终身的苦难;他们亦完全以同样方式,借由在他们中间所谓的“爱德”、“款待”与“筵席执事”——因为在他们当中,不仅此等行径,其名称亦极多见——着手行事,将极多数人引向了无神邪说。

语法注3 条
  1. 304cἀποστῆναι τῷ δήμῳ τῆς ἐν τοῖς θεάτροις ἀσελγείας

    第二不定过去时不定词 ἀποστῆναι 在此与与格 τῷ δήμῳ 及分离属格 τῆς ... ἀσελγείας 连用,表示“脱离剧场的放荡行径并将其让与民众”。这里的与格并非单纯的利害与格,而是表示让步、放弃权益所交付的对象。

  2. 305aἐγώ φημι τοὺς ἐν ταῖς πόλεσι βελτίστους

    此句中动词 φημί 支配宾格主语 τοὺς ... βελτίστους,但省略了其不定词(如 ἀποδείκνυσθαι 或 ἀποδεικτέον εἶναι)。该受动任命的含义可由前文的 ὅπως χρὴ τοὺς ἱερέας ἀποδεικνύειν 以及后文的 ἱερεὺς ἀποδεικνύσθω 自然补足。

  3. 305cὥσπερ γὰρ οἱ τὰ παιδία διὰ τοῦ πλακοῦντος ἐξαπατῶντες ... τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι

    长篇直喻结构。在 ὥσπερ 从句中,诱拐儿童者的比喻采用了表示典型行为的直陈式不定过去时与完成时(ἀπέδοντο, γέγονεν)。主句以 τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον 形成照应,分词 ἀρξάμενοι 依附于主动词 ἐνήγαγον,其间的 ἔστι γὰρ ... πολύ 则为插入小句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.19-frag_89b.21