- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.16-frag_89b.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安规定了祭司祈祷的适宜时段(黎明与黄昏),阐述了其在圣所供职期间的斋戒隐修与还俗日常生活中的行为规范,并援引安菲阿拉俄斯的节制之德,告诫祭司在圣所之外须着朴素之衣。
Ταῦτά γε ἄξιον ἐπιτηδεύειν καὶ εὔχεσθαι πολλάκις τοῖς θεοῖς ἰδίᾳ καὶ δημοσίᾳ, μάλιστα μὲν τρὶς τῆς ἡμέρας, εἰ δὲ μή, πάντως ὄρθρου γε καὶ δείλης· οὐδὲ γὰρ εὔλογον ἄθυτον ἄγειν ἡμέραν ἢ νύκτα τὸν ἱερωμένον· ἀρχὴ δὲ ὄρθρος μὲν ἡμέρας, ὀψία δὲ νυκτός. εὔλογον δὲ ἀμφοτέρων τοῖς θεοῖς ἀπάρχεσθαι τῶν διαστημάτων, ὅταν ἔξωθεν τῆς ἱερατικῆς ὄντες τυγχάνωμεν λειτουργίας· ὡς τά γε ἐν τοῖς ἱεροῖς, ὅσα πάτριος διαγορεύει νόμος, φυλάττειν πρέπει, καὶ οὔτε πλέον οὔτε ἔλαττόν τι ποιητέον αὐτῶν· ἀίδια γάρ ἐστι τὰ τῶν θεῶν· ὥστε καὶ ἡμᾶς χρὴ μιμεῖσθαι τὴν οὐσίαν αὐτῶν, ἵν’ αὐτοὺς ἱλασκώμεθα διὰ τοῦτο πλέον.
切实实践这些事,并在私下和公开场合屡屡向诸神祈祷,实属应当;若能一日三次最为理想,若不然,则至少须在黎明与黄昏。因为一位司祭度过无祭之日或无祭之夜,是毫无道理的;黎明乃白昼之始,黄昏乃黑夜之端。因此,当我们恰好处于司祭职役之外时,理当在这两个时段的起点向诸神奉献初熟之物。至于圣所中的一切,凡祖制法律所明令者皆须谨守,对此既不可增加,亦不可减少;因为属神之物乃是永恒的。故此,我们亦当效法祂们的本质,以便借此更加博得祂们的悦纳。
Εἰ μὲν οὖν ἦμεν αὐτοψυχαὶ μόναι, τὸ σῶμα δὲ πρὸς μηδὲν ἡμῖν διώχλει, καλῶς ἂν εἶχεν ἕνα τινὰ τοῖς ἱερεῦσιν ἀφορίζειν βίον· ἐπεὶ δὲ οὐχ ἱερεῦσιν ἁπλῶς, ἀλλὰ καὶ τῷ ἱερεῖ προσήκει μόνον, ὃ δὴ κατὰ τὸν καιρὸν τῆς λειτουργίας1 ἐπιτηδευτέον, τί δὲ τῷ ἱερατεύειν ἀνθρώπῳ λαχόντι συγχωρητέον, ὅταν ἐκτὸς ᾖ τῆς ἐν τοῖς ἱεροῖς λειτουργίας; οἶμαι δὲ χρῆναι τὸν ἱερέα πάντων ἁγνεύσαντα νύκτα καὶ ἡμέραν, εἶτα ἄλλην ἐπ’ αὐτῇ νύκτα καθηράμενον οἷς διαγορεύουσιν οἱ θεσμοὶ καθαρμοῖς οὕτως εἴσω φοιτῶντα τοῦ ἱεροῦ μένειν ὅσας ἂν ἡμέρας ὁ νόμος κελεύῃ. τριάκοντα μὲν γὰρ αἱ παρ’ ἡμῖν εἰσιν ἐν Ῥώμῃ, παρ’ ἄλλοις δὲ ἄλλως. εὔλογον οὖν οἶμαι μένειν ἁπάσας ταύτας τὰς ἡμέρας ἐν τοῖς ἱεροῖς φιλοσοφοῦντα, καὶ μήτε εἰς οἰκίαν βαδίζειν μήτε εἰς ἀγοράν, ἀλλὰ μηδὲ ἄρχοντα πλὴν ἐν τοῖς ἱεροῖς ὁρᾶν, ἐπιμελεῖσθαι δὲ τῆς περὶ τὸ θεῖον θεραπείας αὐτὸν ἐφορῶντα πάντα καὶ διατάττοντα, πληρώσαντα δὲ τὰς ἡμέρας εἶτα ἑτέρῳ παραχωρεῖν τῆς λειτουργίας. ἐπὶ δὲ τὸν ἀνθρώπινον τρεπομένῳ βίον ἐξέστω καὶ βαδίζειν εἰς οἰκίαν φίλου καὶ εἰς ἑστίασιν ἀπαντᾶν παρακληθέντα, μὴ πάντων, ἀλλὰ τῶν βελτίστων· ἐν τούτῳ δὲ καὶ εἰς ἀγορὰν παρελθεῖν οὐκ ἄτοπον ὀλιγάκις, ἡγεμόνα τε προσειπεῖν καὶ ἔθνους ἄρχοντα, καὶ τοῖς εὐλόγως δεομένοις ὅσα ἐνδέχεται βοηθῆσαι.
假使我们仅仅是纯粹的灵魂本身,肉体在任何方面都不向我们生事搅扰,那么为司祭们规定某种单一的生活方式本是恰当的。然而,并非泛泛针对司祭群体,而是唯独对于司祭个人而言,存在着在履行职役期间应当遵循之事;那么对于抽签受任祭司职分的凡人,当他脱离圣所中的职役之时,又当准许他做些什么呢?我认为司祭应当在一夜一日内自一切事物洁净自身,随后依照典章所规定的净化礼再洁净一整夜,如此方可步入圣所之内,并在法律所要求的天数内留驻其中。在我们罗马,这天数是三十日,而在别处则各有不同。因此我认为,他在圣所中留驻这全部天数研习哲学,既不涉足民宅,亦不前往广场,甚至除圣所外不见任何官长,而是亲自巡视与安排一切以料理敬神之事,并在期满之后将职役移交给他人,这是合情理的。然而当他转入尘世生活时,应当准许他前往友人之家,并在受邀时赴宴——不是赴所有人的宴席,而是唯赴最贤良之人的宴席。在此期间,偶或前往广场,向长官和行省总督致敬,并在可能范围内协助那些提出合情合理请求的人,亦非不合时宜。
Πρέπει δὲ οἶμαι τοῖς ἱερεῦσιν ἔνδον μέν, ὅτε λειτουργοῦσιν, ἐσθῆτι χρῆσθαι μεγαλοπρεπεστάτῃ, τῶν ἱερῶν δὲ ἔξω τῇ συνήθει δίχα πολυτελείας· οὐδὲ γὰρ εὔλογον τοῖς δεδομένοις ἡμῖν ἐπὶ τιμῇ θεῶν εἰς κενοδοξίαν καταχρῆσθαι καὶ τύφον μάταιον. ὅθεν ἀφεκτέον ἡμῖν ἐσθῆτος πολυτελεστέρας ἐν ἀγορᾷ καὶ κόμπου ἢ καὶ πάσης ἁπλῶς ἀλαζονείας. οἱ γοῦν θεοὶ τὴν τοσαύτην ἀγασθέντες Ἀμφιαράου σωφροσύνην, ἐπειδὴ τοῦ στρατεύματος ἐκείνου κατεδίκασαν φθορὰν εἰδώς τε αὐτὸς συνεστρατεύετο καὶ ἦν ἄφευκτον αὐτῷ διὰ τοῦτο τὸ πεπρωμένον, ἀπέφηναν αὐτὸν ἄλλον ἐξ ἄλλου2 καὶ μετέστησαν εἰς λῆξιν θείαν. πάντων γοῦν τῶν ἐπιστρατευσάντων ταῖς Θήβαις ἐπὶ τῶν ἀσπίδων πρὶν κατεργάσασθαι σήματα γραφόντων καὶ ἐγειρόντων τὰ τρόπαια κατὰ τῆς συμφορᾶς τῶν Καδμείων, ὁ τῶν θεῶν ὁμιλητὴς ἄσημα μὲν ἐπεστράτευεν ἔχων ὅπλα, πρᾳότητα δὲ καὶ σωφροσύνην ὡς καὶ ὑπὸ τῶν πολεμίων ἐμαρτυρεῖτο. διόπερ οἶμαι χρὴ καὶ τοὺς ἱερέας ἡμᾶς τὰ περὶ τὰς ἐσθῆτας σωφρονεῖν, ἵνα τυγχάνωμεν εὐμενῶν τῶν θεῶν· ὡς οὐ μικρά γε εἰς αὐτοὺς ἐξαμαρτάνομεν δημούμενοι τὰς ἱερὰς ἐσθῆτας καὶ δημοσιεύοντες καὶ παρέχοντες ἁπλῶς περιβλέπειν τοῖς ἀνθρώποις ὥσπερ τι θαυμαστόν. εἰ γὰρ τοῦτο συμβαίνει, πολλοὶ πελάζουσιν ἡμῖν οὐ καθαροί, καὶ διὰ τοῦτο χραίνεται τὰ τῶν θεῶν σύμβολα. τὸ δὲ καὶ ἡμᾶς αὐτοὺς οὐχ ἱερατικῶς ζῶντας ἱερέων ἐσθῆτα περικεῖσθαι3 πόσης ἐστὶ παρανομίας καὶ καταφρονήσεως εἰς τοὺς θεούς; εἰρήσεται μὲν οὖν ἡμῖν καὶ περὶ τούτων ἐν ἄλλοις δι’ ἀκριβείας· νυνὶ δὲ ὡς τύπῳ πρὸς σὲ γράφω περὶ αὐτῶν.
我认为,司祭们在圣所之内履行职役时,理当身披至为华美的服饰;但在圣所之外,则当穿着朴素平常之服;因为将为了荣耀神明而赐予我们的衣冠滥用于虚荣与虚浮的傲慢,是毫无道理的。因此,我们必须在广场上杜绝过分奢华的服饰,远离夸耀以及简而言之的一切张狂之态。诸神之所以对安菲阿拉俄斯如此巨大的节制赞赏有加,正因在祂们判决那支军队覆灭之时,他虽自知结局却依然一同出征,命中注定的结局对他而言亦无可逃避,诸神却彻底改变了他的形态,将他迁入神圣的归宿。事实上,在所有进军底比斯的人当中,众人在未建功勋之前便已在盾牌上镌刻徽记,并在卡德摩斯之民的灾厄上预先立起战利品柱,而这位与神相通之人却携带着毫无纹饰的铠甲出征,始终保持着谦和与节制,以致连敌人都为此作证。因此我认为,身为司祭的我们亦当在衣着之事上保持节制,以求蒙得诸神的恩待;因为倘若我们将神圣的法衣普及于民众之中,在公众面前抛头露面,听凭人们将其视若奇观而张望围观,我们对神明所犯下的罪愆绝非微小。因为若出现这种情况,许多不洁净之人便会靠近我们,神明的象征亦因此受到玷污。更何况,当我们自身并未按照司祭的规范生活时,却披戴司祭的法衣,这该是对诸神何等巨大的僭妄与轻慢!关于这些,我们固然将在别处详加阐述;而此刻,我仅以大纲之形式就此向你修书。
- 302cἐπεὶ δὲ οὐχ ἱερεῦσιν ἁπλῶς, ἀλλὰ καὶ τῷ ἱερεῖ προσήκει μόνον, ὃ δὴ κατὰ τὸν καιρὸν τῆς λειτουργίας ἐπιτηδευτέον, τί δὲ τῷ ἱερατεύειν ἀνθρώπῳ λαχόντι συγχωρητέον, ὅταν ἐκτὸς ᾖ τῆς ἐν τοῖς ἱεροῖς λειτουργίας;
此句包含破格(语法脱节)结构,由 ἐπεὶ 引导的原因句承接前文违背事实的假设条件句(εἰ μὲν οὖν ἦμεν...),但在展开过程中直接转入修辞疑问句 τί δὲ ... συγχωρητέον(“那么应当准许……什么呢?”)。句中的 τῷ ἱερατεύειν ἀνθρώπῳ λαχόντι 结构中,分词 λαχόντι 支配不定词 ἱερατεύειν 作为宾语,修饰与格名词 ἀνθρώπῳ,意为“抽签获得担任祭司职分的凡人”。
- 303cἀπέφηναν αὐτὸν ἄλλον ἐξ ἄλλου
成语性短语 ἄλλον ἐξ ἄλλου(字面为“从另一人变为另一人”,即“彻底改头换面/化为全异之人”)作为双重宾格动词 ἀπέφηναν 的宾语补足语。在此特指预言家安菲阿拉俄斯被诸神免除凡俗死亡、彻底脱胎换骨并获得神化(提升为神圣存在)。
- 304aτὸ δὲ καὶ ἡμᾶς αὐτοὺς οὐχ ἱερατικῶς ζῶντας ἱερέων ἐσθῆτα περικεῖσθαι
由中性单数主格定冠词 τό 引导的带宾格主语的不定词短语(宾格主语为 ἡμᾶς αὐτούς,不定词为 περικεῖσθαι,其宾语为 ἐσθῆτα)整体充当系动词 ἐστί 的主语。后面的 πόσης παρανομίας 为性质属格(或表语性属格),构成感叹修辞疑问句:“……该构成何等巨大的不法啊!”
