← 朱利安

书信集

§1.1

派遣信使发放通行凭单与致意哲人

作者告之已立即派遣信使携延期通行凭单前往,并就对方考察大洋之行寄予期望,同时表明自己对真正哲人群体的奉献心迹与深厚情谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Ἐγὼ δεξάμενός σου τὰ γράμματα παραχρῆμα τὸν Ἀρχέλαον ἀπέστειλα, δοὺς αὐτῷ φέρειν ἐπιστολὰς πρὸς σέ, καὶ τὸ σύνθημα, καθάπερ ἐκέλευσας, εἰς πλείονα χρόνον. ἱστορῆσαι δέ σοι τὸν ὠκεανὸν ἐθέλοντι ὑπάρξει σὺν θεῷ πάντα κατὰ γνώμην, εἰ μὴ τὴν τῶν Γαλατῶν ἀμουσίαν καὶ τὸν χειμῶνα διευλαβηθείης.1 ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ᾖ τῷ θεῷ φίλον γενήσεται, ἐγὼ δὲ ὄμνυμί σοι τὸν πάντων ἀγαθῶν ἐμοὶ αἴτιον καὶ σωτῆρα,2 ὅτι διὰ τοῦτο ζῆν εὔχομαι, ἵν’ ὑμῖν τι χρήσιμος γένωμαι. τὸ δὲ ὑμῖν ὅταν εἴπω,3 τοὺς ἀληθινούς φημι φιλοσόφους, ὧν εἶναί σε πεισθεὶς οἶσθα πῶς ἐφίλησα καὶ φιλῶ καὶ ὁρᾶν εὔχομαι. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξειε πολλοῖς χρόνοις, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε. τὴν ἱερὰν Ἱππίαν καὶ τὰ παιδία ὑμῶν προσαγορεύω.

我一收到你的信件,便立即派遣了阿凯劳斯,交给他致你的书信,并照你的吩咐,附上了延长期限的通行凭证。你若有意探访大洋,在神意相助之下,一切皆会遂心如意,只要你不至于过度担忧高卢人的粗鲁与严冬的侵袭。然而,此事自当依神意所悦而定;我指着赐我一切善恩的渊源与救主向你起誓,我之所以祈愿活着,正是为了能对你们有所裨益。而当我言及“你们”时,我所指的是真正的哲人们;我确信你即为其一,而你也深知我曾怎样爱护你、如今仍爱护你,并渴望与你相见。愿神圣的眷顾护佑你长久康泰,我最思念、最亲爱的兄弟。我谨向尊贵的希庇娅以及你们的孩子们致意。

语法注3 条
  1. 1.1ἱστορῆσαι δέ σοι τὸν ὠκεανὸν ἐθέλοντι ὑπάρξει σὺν θεῷ πάντα κατὰ γνώμην, εἰ μὴ τὴν τῶν Γαλατῶν ἀμουσίαν καὶ τὸν χειμῶνα διευλαβηθείης.

    这是一个混合条件句,主句谓语动词为将来时直陈式(ὑπάρξει),从句为 εἰ 搭配祈愿语气(διευλαβηθείης)。主句表达了确切的前景预期(“一切皆将遂心”),而从句通过祈愿语气委婉地提出一种假设性的顾虑(“只要你不至于过度担忧”)。

  2. 1.1τὸν πάντων ἀγαθῶν ἐμοὶ αἴτιον καὶ σωτῆρα

    受动词 ὄμνυμι(起誓)支配的宾格,表示起誓时所指凭的神圣对象(“指着……起誓”)。此处未用特定神名,而是采用了指代至高善之源头与拯救者的短语。

  3. 1.1τὸ δὲ ὑμῖν ὅταν εἴπω

    中性定冠词 τό 将代词 ὑμῖν 转化为引语式的名词化成分,构成“当我言及‘你们’时”之意。紧随其后的 τοὺς ἀληθινούς φημι φιλοσόφους 充当主句,用以阐明该复数代词所指涉的具体对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:1.1