← 朱利安

书信集

§frag_89b.13-frag_89b.15

祭司行止的圣洁与研习典籍的取舍

作者论述诸神喜悦于敬虔者的灵魂并将其从幽冥中引度,进而告诫祭司务当在行止与言谈中保持圣洁,摒弃恶劣诗文、喜剧及有害哲学,唯独研习导向敬虔的哲学与纪实历史,并熟记神圣颂歌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§frag_89b.13

Ὅσῳ δὲ λίθου καὶ πέτρας ἅπασα μὲν ψυχή, πολὺ δὲ πλέον ἡ τῶν ἀνθρώπων οἰκειότερον ἔχει καὶ συγγενέστερον πρὸς τοὺς θεούς, τοσούτῳ μᾶλλον1 εἰκός ἐστι ῥᾷον καὶ ἐνεργέστερον δι’ αὐτῆς χωρεῖν τῶν θεῶν τὸ ὄμμα. θέα δὲ τὴν φιλανθρωπίαν τοῦ θεοῦ γάνυσθαι φάσκοντος τῇ τῶν εὐσεβῶν ἀνδρῶν διανοίᾳ ὅσον Ὀλύμπῳ τῷ καθαρωτάτῳ. πῶς ἡμῖν οὗτος οὐχὶ καὶ ἀνάξει τὰς ψυχὰς ἡμῶν ἀπὸ τοῦ ζόφου καὶ τοῦ Ταρτάρου μετ’ εὐσεβείας αὐτῷ προσιόντων; οἶδε μὲν γὰρ καὶ τοὺς ἐν τῷ Ταρτάρῳ κατακεκλεισμένους· οὐδὲ γὰρ ἐκεῖνα τῆς τῶν θεῶν ἐκτὸς πίπτει δυνάμεως· ἐπαγγέλλεται δὲ τοῖς εὐσεβέσι τὸν Ὄλυμπον ἀντὶ τοῦ Ταρτάρου. διόπερ χρὴ μάλιστα τῶν τῆς εὐσεβείας ἔργων ἀντέχεσθαι προσιόντας μὲν τοῖς θεοῖς μετ’ εὐλαβείας, αἰσχρὸν μηδὲν μήτε λέγοντας μήτε ἀκούοντας. ἁγνεύειν δὲ χρὴ τοὺς ἱερέας οὐκ ἔργων μόνον ἀκαθάρτων οὐδὲ ἀσελγῶν πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ ἀκροαμάτων τοιούτων. ἐξελατέα τοίνυν ἐστὶν ἡμῖν πάντα τὰ ἐπαχθῆ σκώμματα, πᾶσα δὲ ἀσελγὴς ὁμιλία. καὶ ὅπως εἰδέναι ἔχῃς ὃ βούλομαι φράζειν, ἱερωμένος τις μήτε Ἀρχίλοχον ἀναγινωσκέτω μήτε Ἱππώνακτα μήτε ἄλλον τινὰ τῶν τὰ τοιαῦτα γραφόντων. ἀποκλινέτω καὶ τῆς παλαιᾶς κωμῳδίας ὅσα τῆς τοιαύτης ἰδέας· ἄμεινον μὲν γάρ· καὶ πάντως πρέποι δ’ ἂν ἡμῖν ἡ φιλοσοφία μόνη, καὶ τούτων οἱ θεοὺς ἡγεμόνας προστησάμενοι τῆς ἑαυτῶν παιδείας,2 ὥσπερ Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης οἵ τε ἀμφὶ Χρύσιππον καὶ Ζήνωνα. προσεκτέον μὲν γὰρ οὔτε πᾶσιν οὔτε τοῖς πάντων δόγμασιν, ἀλλὰ ἐκείνοις μόνον καὶ ἐκείνων, ὅσα εὐσεβείας ἐστὶ ποιητικὰ καὶ διδάσκει περὶ θεῶν πρῶτον μὲν ὡς εἰσίν, εἶτα ὡς προνοοῦσι τῶν τῇδε, καὶ ὡς ἐργάζονται μὲν οὐδὲ ἓν κακὸν οὔτε ἀνθρώπους οὔτε ἀλλήλους φθονοῦντες καὶ βασκαίνοντες καὶ πολεμοῦντες, ὁποῖα γράφοντες οἱ μὲν παρ’ ἡμῖν ποιηταὶ κατεφρονήθησαν, οἱ δὲ τῶν Ἰουδαίων προφῆται διατεταμένως συγκατασκευάζοντες ὑπὸ τῶν ἀθλίων τούτων τῶν προσνειμάντων ἑαυτοὺς τοῖς Γαλιλαίοις θαυμάζονται.

比起石头和岩石,凡有灵魂者,特别是人类的灵魂,越是与神明有着更为亲近和相近的渊源,神明的眼目更加容易且更有力地穿透灵魂,也就越发理所当然。请看神明对人的仁爱:祂宣称在敬虔之人的心智中所享有的喜悦,不亚于在至为纯洁的奥林匹斯之中。当我们带着敬虔亲近祂时,这位神明又怎能不把我们的灵魂从幽暗与塔耳塔罗斯中引领上来呢?因为即便对于被幽禁在塔耳塔罗斯中的人,祂也洞若观火——因为即便是那里的事物也不会脱离诸神的能力;并且祂向敬虔之人应许以奥林匹斯代替塔耳塔罗斯。因此,尤当坚持敬虔的善行,怀着虔敬亲近神明,既不说也不听任何可耻之事。祭司不仅应当远离不洁的行为与放纵的事而保持纯洁,亦当远离此类言辞与所听之物。因此,我们应当驱逐一切令人反感的嘲弄与一切放纵的交往。为了使你能明白我的意思,凡为祭司者,既不可阅读阿尔基洛科斯,亦不可阅读希波纳克斯,也不可阅读任何写此类作品之人的诗文。对于旧喜剧中凡属此类性质的部分,亦当回避;因为回避是更好的做法。总而言之,唯有哲学才对我们是适宜的,且在哲学家中,唯有那些将神明立为自身教化之引路人的人,如毕达哥拉斯、柏拉图、亚里士多德,以及克律西波斯和芝诺的门徒。因为我们既不应当垂听所有人,亦不应当垂听所有学说,而应当唯独垂听那些且只垂听其中能够促成敬虔的部分——即关于诸神,首先教导祂们的存在,其次教导祂们眷顾今世之事,并且祂们不会因妒忌、嫉恨与征战而对人类或彼此行任何恶事;在描摹此类恶行上,我们当中的诗人们已为人所轻视,然而犹太人的先知们极力构作此类事情,却受到那些附和加利利人的可怜之辈的崇拜。

§frag_89b.14

Πρέποι δ’ ἂν ἡμῖν ἱστορίαις ἐντυγχάνειν, ὁπόσαι συνεγράφησαν ἐπὶ πεποιημένοις τοῖς ἔργοις·3 ὅσα δέ ἐστιν ἐν ἱστορίας εἴδει παρὰ τοῖς ἔμπροσθεν ἀπηγγελμένα πλάσματα παραιτητέον, ἐρωτικὰς ὑποθέσεις καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. καθάπερ γὰρ οὐδὲ ὁδὸς πᾶσα τοῖς ἱερωμένοις ἁρμόττει, τετάχθαι δὲ χρὴ καὶ ταύτας, οὕτως οὐδὲ ἀνάγνωσμα πᾶν ἱερωμένῳ πρέπει. ἐγγίνεται γάρ τις τῇ ψυχῇ διάθεσις ὑπὸ τῶν λόγων, καὶ κατ’ ὀλίγον ἐγείρει τὰς ἐπιθυμίας, εἶτα ἐξαίφνης ἀνάπτει δεινὴν φλόγα, πρὸς ἣν οἶμαι χρὴ πόρρωθεν παρατετάχθαι.

我们去研读那些基于切实发生的史实所写成的历史,当是相称的;但对于古人以历史名义所叙述的虚构之物——艳情故事以及诸如此类的一切——皆当弃绝。因为正如并非每条道路都适合神职人员、道路亦须有所规整一样,并非每种读物都适合祭司。因为言语会在灵魂中催生某种倾向,逐渐唤醒欲望,继而猝然燃起可怕的烈焰,对此我认为必须自远处便列阵设防。

§frag_89b.15

Μήτε Ἐπικούρειος εἰσίτω λόγος μήτε Πυρρώνειος· ἤδη μὲν γὰρ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ ἀνῃρήκασιν, ὥστε ἐπιλείπειν καὶ τὰ πλεῖστα τῶν βιβλίων. ὅμως οὐδὲν κωλύει τύπου χάριν ἐπιμνησθῆναι μὲν καὶ τούτων, ὁποίων χρὴ μάλιστα τοὺς ἱερέας ἀπέχεσθαι λόγων, εἰ δὲ λόγων, πολὺ πρότερον ἐννοιῶν. οὐδὲ γὰρ οἶμαι ταὐτόν ἐστιν ἁμάρτημα γλώττης καὶ διανοίας, ἀλλ’ ἐκείνην χρὴ μάλιστα θεραπεύειν, ὡς καὶ τῆς γλώττης ἐκείνῃ συνεξαμαρτανούσης. ἐκμανθάνειν χρὴ τοὺς ὕμνους τῶν θεῶν· εἰσὶ δὲ οὗτοι πολλοὶ μὲν καὶ καλοὶ πεποιημένοι παλαιοῖς καὶ νέοις· οὐ μὴν ἀλλ’ ἐκείνους πειρατέον ἐπίστασθαι τοὺς ἐν τοῖς ἱεροῖς ᾀδομένους. οἱ πλεῖστοι γὰρ ὑπ’ αὐτῶν τῶν θεῶν ἱκετευθέντων ἐδόθησαν, ὀλίγοι δέ τινες ἐποιήθησαν καὶ παρὰ ἀνθρώπων, ὑπὸ πνεύματος ἐνθέου καὶ ψυχῆς ἀβάτου τοῖς κακοῖς ἐπὶ τῇ τῶν θεῶν τιμῇ συγκείμενοι.

伊壁鸠鲁的学说不可进入,皮浪的学说亦然;因为诸神大显恩德,早已将它们摧毁,以致其大多数著作亦已湮灭。然而,作为示例提及这些,以说明祭司尤其应当远离何种言辞,乃至远在言辞之前应当远离何种思想,亦无不可。因为我认为舌头的过犯与心智的过犯并不相同,更当治理心智,因为舌头是随同心智一同犯罪的。对于诸神的颂歌,务当熟诵于心;古人与今人所谱写的颂歌固然又多又美,但仍当努力通晓在圣所中歌唱的那些。因为绝大多数颂歌是在神明受到祈求时由祂们亲自赐予的,而极少数由人所作的,亦是由蒙神启示之灵与未受邪恶玷污的灵魂,为了归荣耀于诸神而谱写构成的。

语法注3 条
  1. 13Ὅσῳ δὲ λίθου καὶ πέτρας ἅπασα μὲν ψυχή, πολὺ δὲ πλέον ἡ τῶν ἀνθρώπων οἰκειότερον ἔχει καὶ συγγενέστερον πρὸς τοὺς θεούς, τοσούτῳ μᾶλλον

    此句属于 ὅσῳ... τοσούτῳ μᾶλλον(“越是……就越发……”)的相关结构。短语 οἰκειότερον ἔχει 是 ἔχω 与副词(或中性形容词作副词用)的搭配,表示“处于更为亲近的状态”,其所比较的对象 λίθου καὶ πέτρας 为比较属格。主语部分通过 μέν... δέ 将 ἅπασα μὲν ψυχή 与 πολὺ δὲ πλέον ἡ τῶν ἀνθρώπων 形成对照,层层递进地突显人类灵魂的独特性。

  2. 300dκαὶ τούτων οἱ θεοὺς ἡγεμόνας προστησάμενοι τῆς ἑαυτῶν παιδείας

    τούτων 在此作部分属格,指代由前面提到之哲学(φιλοσοφία)所隐含的哲学家们。中动分词 προστησάμενοι(“为自己推崇/立为领袖”)构成双重宾格结构,其中 θεούς 为直接宾语,ἡγεμόνας 为补足语宾格。属格 τῆς ἑαυτῶν παιδείας 依存于 ἡγεμόνας,表示“其自身教化的引导者”。

  3. 301bἐπὶ πεποιημένοις τοῖς ἔργοις

    介词 ἐπί 接完成时被动分词与名词的与格短语,意为“基于确实已成就的事迹”或“以史实为依据”。它修饰前面的 ἱστορίαις(历史书),并与下文提到的虚构创作(πλάσματα)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:frag_89b.13-frag_89b.15