- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:81.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皇帝夸示四方蛮族的降服与远征波斯及东方之势,斥责对方对自己的狂傲毁谤,并勒令在行军经由恺撒里亚时纳贡巨额黄金,否则将彻底平毁该城。
Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι γε τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομισάμην τοὺς οἰκοῦντας τὴν ὑφ’ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων ὠκεανοῦ ποταμοῦ δῶρά μοι κομίζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς, ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες καὶ Γόττοι ποικιλοκαρόμορφοι, οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώποις, ἀλλὰ μορφὴ ἀγριαίνουσα. οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοι ποιεῖν ἐκεῖνα, ἅπερ τῇ ἐμῇ ἁρμόζει βασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνον ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι τὸν Σάπωριν ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐντεῦθεν δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗ καὶ αὐτοὶ πάντες ἐν δευτέρᾳ τάξει βασιλείας γένωνται τῆς ἐμῆς ὑπόφοροι καὶ ὑποτελεῖς. ἀλλ’ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας,1 εὐλάβειαν μὲν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος, καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἢ οὐκ οἶσθα αὐτός, ὡς Κώνστα τοῦ κρατίστου γέγονα ἀπόγονος; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σου ἕνεκα οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧσπερ ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει μέλλοντός μου βαδίζειν ἐπὶ τὸν Περσικὸν πόλεμον, ἑτοίμου ὄντος μου, εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον ἀνασκευάσαι τῆς Καίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα κατασκάψαι κατὰ τόπον, ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πεῖσαι πάντας εἴκειν βασιλεῖ Ῥωμαίων καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξ ἀριθμοῦ ζυγῷ Καμπανῷ πρυτανίσας καὶ διαμετρήσας ἀσφαλῶς ἐξαπόστειλόν μοι δι’ οἰκείου πιστοῦ σοι ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότι, κἂν ὀψέ ποτε, τοῦ καιροῦ τὸ ἀπαραίτητον γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα.2 ἃ γὰρ ἀνέγνων, ἔγνων καὶ κατέγνων.3
我展现出自幼秉赋的温和与仁爱之心,直至今日,使普天之下的所有居民皆归化为我的臣属。看哪,远至大洋之河界限的一切蛮族,皆携供物来到我足前;同样,生息于多瑙河畔的萨加达雷斯人,以及貌不类人、状貌凶顽的百形怪头哥特人亦是如此。他们如今皆俯伏在我的脚下,承诺奉行凡合乎我帝国权柄之事。然而我并非仅以此自限,尚须速速进占波斯人之境,击溃大流士的后裔沙普尔,直至其向我纳贡称臣;并自彼处彻底征伐印度人与萨拉森人的近邻诸邦,直至他们全体亦在我国度内位列次等、纳贡称臣。然而你的狂妄竟逾越了彼等蛮族之力,口称披覆虔敬,实则大张无耻之尤,更随处散布流言,指我不配享有罗马之帝位。抑或你自己岂不知我乃至为强大的君士坦斯之后裔?即便此等劣迹已为我所知,念在旧情,我亦未背弃你我青年时代所共享的昔日情谊。但我仍以平和之旨降谕:在我正全速开赴波斯战场、沿大道行经恺撒里亚之际,命你解送一千磅黄金至我营中。你若不照办,我已准备平毁恺撒里亚之一切街区,尽数夷平其历代耸立之精美建构,并在其地兴立神庙与神像,以说服万民归顺罗马皇帝而勿心怀傲慢。是故,速速依照数目、以坎帕尼亚秤称定计量上述黄金,加盖尔私印,派遣汝心腹家臣稳妥押送于我;如此,对于哪怕迟至今日才识察此时局之不容抗拒的你,我尚可在既往之过失上温和相待。盖凡我所披阅者,皆已明悉,亦皆已断罪。
- 81.1ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας
介词 ἐπέκεινα(超出……之上)支配属格短语 τῆς τούτων δυνάμεως,修饰完成时动词 πεφρόνηκας(怀有狂妄想法)。此结构将受信者的傲慢自大与前文所述诸大蛮族势力的屈服相对照,意指其自负甚至超过了那些蛮族的力量。
- 81.1ὥστε με ἐπεγνωκότι, κἂν ὀψέ ποτε, τοῦ καιροῦ τὸ ἀπαραίτητον γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα
连词 ὥστε 引出结果从句,后接以宾格代词 με 为逻辑主语、形容词 γαληνόν 为表语、不定词 γενέσθαι 为动词的带宾格的不定式结构。与格完成时分词 ἐπεγνωκότι 则修饰其后的与格代词 σοι,因倒装(hyperbaton)而被提前置于句中。全句骨架意为:“好使我对于(哪怕迟至今日才认清局势之不可逆转的)你,在你的过犯上一释前嫌”。
- 81.1ἃ γὰρ ἀνέγνων, ἔγνων καὶ κατέγνων
由动词 γιγνώσκω 及其复合形式 ἀνέγνων(阅读)、ἔγνων(知晓/领会)、κατέγνων(定罪/断罪)构成的同根类音修辞格(parechesis)。关系代词 ἃ 充当这三个动词的共同宾语。其中 καταγιγνώσκω 具有法庭语境中宣判有罪或处以断罪之意。
