- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:82.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
寄信人谈及此前曾因听闻受信人背弃祖先信仰而深感忧虑,但埃提乌斯证实了受信人依然热心于祈祷所与殉道者纪念,作者遂勉励其继续坚守对神圣者的真正敬奉。
Ἡ γειτνίασις τῆς χώρας, λέγω δὲ τῆς Ἰωνίας, πλεῖστον ὅσον1 κέρδος εἰς ἡμᾶς ἤνεγκεν. ἀνιωμένους γὰρ ἡμᾶς καὶ δυσχεραίνοντας ἐπὶ ταῖς πρώταις φήμαις παρεμυθήσατο. τί δὲ ἔστιν ὃ λέγω, γνώσῃ. ἧκεν εἰς ἡμετέρας ἀκοὰς ἀποστῆναι μέν σε τῆς προτέρας θρησκείας τῆς ἐκ προγόνων παραδοθείσης, ἐπὶ δὲ τὴν μάταιον δεισιδαιμονίαν ἐληλακέναι, οἴστρῳ τινὶ κακῷ συμβούλῳ εἰς τοῦτο ἐλαθέντα. καὶ τί οὐκ ἔμελλον πάσχειν δυσχεραίνων; ὡς γὰρ εἰ μέν τι τῶν ἐν σοὶ καλῶν διαβοώμενον γνοίην, κέρδος οἰκεῖον ἡγοῦμαι, οὕτω δέ τι τῶν δυσχερῶν, ὅπερ οὐκ οἶμαι, ἐξίσης ζημίωμα μᾶλλον ἐμὸν νομίζω.2 ἐπὶ τούτοις οὖν ἀνιώμενόν με ἡ παρουσία τοῦ πατρὸς ἡμῶν Ἀετίου ηὔφραινεν, ἀπαγγέλλοντος μὲν ἐναντία, ἡμῖν δὲ εὐκτά· καὶ γὰρ σπουδάζειν σε ἔφη εἰς οἴκους εὐχῶν, καὶ μὴ πόρρω τῆς μνείας τῶν ἀθλητῶν ἀνδρῶν ἀποσπᾶσθαι, ὅλως δὲ ἔχεσθαι διεβεβαιοῦτο τῆς θεοσεβείας τῶν ἡμετέρων. ἐγὼ δέ σοι τοῦτ’ ἂν εἴποιμι κατὰ τὸ Ὁμηρικὸν Βάλλ’ οὕτως, καὶ ἐπὶ τοιαύταις μνείαις εὔφραινε τοὺς ἀγαπῶντας, μεμνημένος ὡς οὐκ ἔστι τι θεοσεβείας ἀνώτερον. ἡ γὰρ εἰς ἄκρον ἀρετὴ παιδεύει τὸ μὲν ψεῦδος ὡς ἀπατηλὸν μισεῖν, τοῦ δὲ ἀληθοῦς ἔχεσθαι, ὅπερ μάλιστα ἐν τῇ περὶ τὸ θεῖον φαίνεται θρησκείᾳ. ὄχλος γὰρ πάντως φιλόνεικον καὶ ἄστατον· τὸ δὲ μόνον σὺν ἑνὶ ὑπουργὸν ὂν βασιλεύει τοῦ παντός,3 οὐκ ἐκ δασμοῦ καὶ κλήρου, καθάπερ οἱ Κρόνου παῖδες, ἀλλ’ αὐτοαρχὴ ὄν, καὶ κρατοῦν τῶν ἁπάντων, οὐδὲ δεξάμενον βίᾳ παρ’ ἑτέρου, ἀλλὰ πρὸ πάντων ὄν. τοῦτο ὄντως θεός, ὅνπερ σὺν τῷ ὀφειλομένῳ σεβάσματι προσκυνεῖν χρή. ἔρρωσο.
那个地方——我指的是伊奥尼亚——的邻近,给我们带来了莫大的益处。因为当我们为最初的传闻苦恼并愤慨时,它安慰了我们。至于我所说何事,你必将知晓。有消息传到我们耳中,说你背弃了自祖先传承下来的先前信仰,并在某种作为恶劣参谋的狂乱驱使下,堕入了徒劳的迷信之中。而在愤慨之中,我又怎能不受煎熬?因为正如若听闻你身上的任何美德为人称颂,我便视之为自己的收获;同样,若有何可忧之事(我并不这样认为),我也同样看作宁可是我自己的损失。因此,正当我为此苦恼之际,我们的父亲埃提乌斯的到来使我欣慰,因为他所报告的是相反之事,即我们所期盼之事。他说你热心于祈祷之所,并未远离对那些克敌勇士的纪念,并坚称你全然坚持我们之人的敬神之德。我愿循荷马之语对你言道:“当如此射”,并以这等纪念使爱戴你的人欢欣,谨记没有任何事物高于敬神之德。盖达于极致之美德教人恨恶虚妄如欺瞒,而坚守真理;而真理最显著地表现在对神圣者的崇奉之中。诚然,大众总是好争而多变的;然而唯一者伴随着一位作为仆役者而统治万有,并非如克罗诺斯诸子那样通过分派与抽签,而是作为自有的统治者统管一切,亦非以强力得自他人,而是存在于万有之先。这才是真正的神,人们当以应有的崇敬拜之。祝好。
- 454cπλεῖστον ὅσον
最高级 πλεῖστον 与关系代词 ὅσον 结合而成的惯用结构(省略了系动词 ἐστίν),用作修饰 κέρδος 的强调表达,意为“极大程度的”、“无以复加的”。
- 454cὡς γὰρ εἰ μέν τι τῶν ἐν σοὶ καλῶν διαβοώμενον γνοίην, κέρδος οἰκεῖον ἡγοῦμαι, οὕτω δέ τι τῶν δυσχερῶν, ὅπερ οὐκ οἶμαι, ἐξίσης ζημίωμα μᾶλλον ἐμὸν νομίζω.
由 ὡς ... οὕτω(正如……同样)构成的相关对偶句式。前项 ὡς 从句内嵌了带有祈愿语气的条件分句(εἰ μέν τι ... γνοίην),呼应主句动词 ἡγοῦμαι;后项 οὕτω 从句则省略了条件分句的谓语,以宾语 τι τῶν δυσχερῶν 和宾语补足语 ζημίωμα ... ἐμόν 依托于动词 νομίζω。插入成分 ὅπερ οὐκ οἶμαι 表示说话人对不良传言的不予采信。
- 455aτὸ δὲ μόνον σὺν ἑνὶ ὑπουργὸν ὂν βασιλεύει τοῦ παντός
主语为中性单数名词化结构 τὸ μόνον(唯一者)。分词 ὄν 在性数格上与主语一致,底本的 ὑπουργόν(仆役、襄赞者)在语法上本会成为主语的补足语,故译文依校勘改读与 ἑνί 一致的与格 ὑπουργῷ;σὺν ἑνί 则表伴随(“与唯一者[圣子]一起”)。此处反映了阿诺摩伊派(异质派/埃提乌斯派)的神学表述,即将至高神视为主权之源,而将圣子视作侍从或执行者(ὑπουργός)。
