- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:80.2#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举神话、诗歌及城邦制度中体现“百”之完全性的诸例,随后受书简篇幅所限收束论述,并将文稿的品评与润色托付给收信人。
κατὰ κύκλον ἑκατοντάδι1 τὴν ἐς τὸ ὅλον τοῦ νοητοῦ κατανόησιν ἐφαρμόττων. ὁ δ’ αὐτὸς λόγος οὗτος καὶ τὸν ἑκατοντάχειρα, τὸν Βριάρεω, καθίζει πάρεδρον τῷ Διί, καὶ πρὸς τὴν τοῦ πατρὸς ἁμιλλᾶσθαι συγχωρεῖ δύναμιν, οἷον ἐν τῷ τοῦ ἀριθμοῦ τελέῳ τὸ τέλεον αὐτῷ τῆς ἰσχύος ἀποδιδούς. καὶ μὴν καὶ Πίνδαρος ὁ Θηβαῖος τὴν ἀναίρεσιν τὴν Τυφωέως ἐν ἐπινικίοις κηρύττων καὶ τὸ τοῦ μεγίστου τούτου γίγαντος κράτος τῷ μεγίστῳ βασιλεῖ τῶν θεῶν περιτιθεὶς οὐχ ἑτέρωθεν αὐτῷ τῆς εὐφημίας κρατύνει τὴν ὑπερβολὴν ἢ ὅτι τὸν γίγαντα τὸν ἑκατοντακέφαλον ἑνὶ βλήματι καθελεῖν ἤρκεσεν, ὡς οὔτε τινὸς ἄλλου εἰς χεῖρα τοῦ Διὸς ἐλθεῖν ἀντιμάχου γίγαντος νομισθέντος ἢ ὃν ἡ μήτηρ μόνον τῶν ἄλλων ἑκατὸν κεφαλαῖς ὥπλισεν, οὔτε ἑτέρου τινὸς θεῶν ἢ μόνου Διὸς ἀξιονικοτέρου πρὸς τὴν τοῦ τοσούτου γίγαντος καθαίρεσιν ὄντος. Σιμωνίδῃ δὲ ἄρα τῷ μελικῷ πρὸς τὴν Ἀπόλλωνος εὐφημίαν ἀρκεῖ τὸν θεὸν Ἕκατον προσειπόντι καὶ καθάπερ ἀντ’ ἄλλου τινὸς ἱεροῦ γνωρίσματος αὐτοῦ τὴν ἐπωνυμίαν κοσμῆσαι,2 διότι τὸν Πύθωνα, τὸν δράκοντα, βέλεσιν ἑκατόν, ὥς φησιν, ἐχειρώσατο, καὶ μᾶλλον αὐτὸν Ἕκατον ἢ Πύθιον χαίρειν προσαγορευόμενον, οἷον ὁλοκλήρου τινὸς ἐπωνυμίας συμβόλῳ προσφωνούμενον. ἥ γε μὴν τὸν Δία θρεψαμένη νῆσος, ἡ Κρήτη, καθάπερ τροφεῖα τῆς Διὸς ὑποδοχῆς ἀντιλαβοῦσα τῷ τῶν ἑκατὸν πόλεων ἀριθμῷ τετίμηται. καὶ Θήβας δὲ ἄρα τὰς ἑκατονταπύλους οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν ἐπαινεῖ Ὅμηρος, διότι ταῖς πύλαις ταῖς ἑκατὸν κάλλος ἦν θαυμαστόν. καὶ σιωπῶ θεῶν ἑκατόμβας καὶ νεὼς ἑκατονταπέδους καὶ βωμοὺς ἑκατοντακρήπιδας καὶ τοὺς ἑκατονταδόχους ἀνδρῶνας καὶ τὰς ἀρούρας δὲ τὰς ἑκατονταπλέθρους καὶ ὅσα ἄλλα θεῖά τε καὶ ἀνθρώπινα τῇ τοῦ ἀριθμοῦ τοῦδε προσηγορίᾳ συνείληπται. ὅ γε μὲν ἀριθμὸς οὗτος οἶδε καὶ στρατιωτικὴν ὁμοῦ καὶ εἰρηνικὴν τάξιν κοσμῆσαι, καὶ φαιδρύνει μὲν τὴν ἑκατόντανδρον λοχαγίαν, τιμᾷ δὲ ἥδε καὶ δικαστῶν ἐς τὸ ἴσον ἥκουσαν ἐπωνυμίαν. καί με καὶ πλείω τούτων ἔχοντα λέγειν ὁ τῆς ἐπιστολῆς ἐπιστρέφει νόμος· σὺ δὲ ἀλλὰ συγγνώμην ἔχειν τῷ λόγῳ,3 διότι καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηται. καὶ εἰ μὲν ἔχει μέτριον ἐπὶ σοὶ κριτῇ κάλλος τὸ ἐγχείρημα, πάντως καὶ πρὸς τοὺς ἄλλους ἔκφορον ἔσται, τῆς παρὰ σοῦ ψήφου τὴν μαρτυρίαν δεξάμενον· εἰ δὲ χειρὸς ἑτέρας προσδεῖται πρὸς τὸ τοῦ σκοποῦ συμπλήρωμα, τίς ἂν σοῦ κάλλιον εἰδείη τὴν γραφὴν εἰς κάλλος ἀκριβώσας πρὸς τὴν τῆς θέας ἡδονὴν ἀπολεᾶναι;
……以其循环的百将对理智全体的领悟加以契合。而正是这同一道理,使百手巨人布里阿柔斯得以作为辅佐者并坐于宙斯身旁,并允许他与父亲的力量一争高下,仿佛在数的完全性中赋予了他力量的完全性。再者,忒拜的品达在胜利凯歌中宣扬击灭堤福俄斯之事,并将对此至大巨人的胜利归于诸神至大的王者时,其赞辞的至高无上性亦非借助别处确立,而仅在于宙斯足以凭一击击倒这百头巨人,仿佛除了其母在诸巨人中唯独以百头武装的这尊巨人外,再无任何抗衡者被认为能与宙斯交手;而在推翻如此庞然的巨人面前,除宙斯一人外亦无任何其他神祇更配享胜利。对抒情诗人西莫尼得斯而言,若要赞颂阿波罗,称其为赫卡托斯便已足矣,并以此称号作为美饰以代替其他神圣标志,正如他所说,是因为阿波罗以百矢制服了巨蟒皮同,且该神更乐于被称为赫卡托斯而非皮提奥斯,宛如受享一种圆满称号的象征。此外,养育了宙斯的克里特岛,仿佛作为接纳宙斯的抚养报酬,获得了百城之数的荣耀。而荷马之所以称赞百门的忒拜,亦非因他故,只因其百门具有令人惊叹的壮美。至于献给诸神的百牛大祭、百步之庙、百级之坛、容百人之厅、百亩之田,以及一切借此数之名称所包罗的凡圣诸事,我便不再赘述。此数深谙如何点缀军事与和平的秩序,它使百人队的统率焕发光彩,亦使达到此数的审判官之名位享有尊荣。尽管我尚有更多内容可叙,然尺牍之法度使我折返;还望您对拙言多加包容,盖因上述言辞亦已逾于适度。倘若在您这位裁判者眼中此番尝试尚有几分文采,它便定能在蒙获您的首肯后公诸于世;但若其为臻于完善仍需假手于人,又有谁比您更懂得如何将文墨精修至美、润色以供赏鉴之悦呢?
- 2τῇ κατὰ κύκλον ἑκατοντάδι
此与格短语表示手段,修饰前一段落末尾的动词 περιγράφει。分词 ἐφαρμόττων(主格阳性单数)在语法上与前文提及的荷马(Ὅμηρος)一致,承接前一段落末尾的冠词/关系词 τῇ,使全句结构完整。
- 395dἀρκεῖ τὸν θεὸν Ἕκατον προσειπόντι καὶ καθάπερ ἀντ’ ἄλλου τινὸς ἱεροῦ γνωρίσματος αὐτοῦ τὴν ἐπωνυμίαν κοσμῆσαι
非人称动词 ἀρκεῖ(“对……而言已然足够”)支配与格(Σιμωνίδῃ... προσειπόντι)与不定式(κοσμῆσαι)构成的句型。与格分词 προσειπόντι 与前置的西莫尼得斯(Σιμωνίδῃ)保持语法一致,指明动作的主体。
- 396cσὺ δὲ ἀλλὰ συγγνώμην ἔχειν τῷ λόγῳ
此处不定式 ἔχειν 充当祈使语气(infinitive for imperative)。第二人称代词 σὺ 作主格,连词 ἀλλά 在请求语境下充当副词性修饰,意为“务请”或“至少”。
