- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:80.2#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者反驳了古代先贤尊崇奇数的传统学说,论证偶数才是数目增长之因,并进而探讨百这一完全数,开始将荷马史诗中百流苏羊皮盾的意象与宇宙秩序联系起来。
Ὅ γε μὴν τῶν ἑκατὸν ἀριθμὸς ὡς ἔστι1 τῶν ἄλλων τιμιώτερος καὶ τὸ τέλεον ἐν αὑτῷ τῶν ἀριθμῶν περιγράφων, μάθοι ἄν τις θεωρῶν τῇδε. καὶ οὐκ ἀγνοῶ μὲν ὡς παλαιῶν καὶ σοφῶν ἀνδρῶν ὁ λόγος, τοῦ ἀρτίου τὸν περιττὸν προκεῖσθαι, οὐδὲ ὡς ἀρχήν φασιν αὐξήσεως εἶναι τὸ μὴ συνδυάζον· τὸ γὰρ ὅμοιον θατέρῳ μένειν ὁποῖον καὶ τὸ ἕτερον, δυοῖν δὲ γενομένοιν τὸν τρίτον εἶναι τὴν περιττότητα.2 ἐγὼ δ’ ἄν, εἰ καὶ τολμηρότερος ὁ λόγος ἐστί, φαίην ὅμως· ἀρχῆς μὲν εἰσιν οἱ ἀριθμοὶ πάντως ἐξηρτημένοι, καὶ τὸ προσεχὲς τῆς αὐξήσεως διὰ παντὸς ἂν κομίζοιντο. πολλῷ γε μὴν οἶμαι δικαιότερον τῷ ἀρτίῳ μᾶλλον ἢ τῷ περιττῷ τὴν τῆς αὐξήσεως αἰτίαν προσκεῖσθαι. ὁ μὲν γὰρ εἷς ἀριθμὸς οὐκ ἂν εἴη περιττός, οὐκ ἔχων ὅτου περιττὸς γένοιτο· ἡ δὲ τῆς δυάδος συζυγία τίκτει διπλῆν τὴν περιττότητα, κἀκ τῶν δυοῖν ἀριθμῶν ὁ τρίτος εἰκότως εἰς αὔξησιν ἔρχεται. πάλιν τε ἐν τῇ3 τῆς ἑτέρας δυάδος μίξει τῆς τετράδος τὴν ὑπεροχὴν λαμβάνει, καὶ ὅλως ἡ πρὸς ἄλληλα κοινωνία τὴν ἐξ ἑκατέρου περιττότητα φαίνουσα εἰς τὸν τῆς δυάδος ἀριθμὸν περικλείεται. δεδομένου δὴ τούτου, φαίην ἂν, οἶμαι, τῆς πρώτης δεκάδος τὴν εἰς αὑτὴν περιφέρειαν ἀνακυκλούσης εἰς τὸν τῆς ἑκατοντάδος ἀριθμὸν τὸ ὅλον διαβαίνειν, ὡς τῷ μὲν ἑνὶ τὴν αὔξησιν ἂν εἰς δέκα συντείνειν, πάλιν δ’ αὖ τὴν δεκάδα δι’ αὑτῆς ἀνιοῦσαν εἰς τὸν τῶν ἑκατὸν ἀριθμὸν συντελεῖσθαι. κἀντεῦθεν αὖ πάλιν ἐξ ἑκατοντάδων τὸ ὅλον τῶν ἀριθμῶν τὴν δύναμιν καρποῦσθαι, μήτε τοῦ ἑνὸς ἠρεμοῦντος, εἰ μή τι τῆς δυάδος ἐν τῇ μίξει τὸ περιττὸν ἀεὶ τικτούσης τε καὶ εἰς ἑαυτὴν αὖθις ἀνακαλουμένης, ἄχρις ἂν ἑτέρᾳ πάλιν ἑκατοντάδι τῶν ἀριθμῶν τὸ συναγόμενον κατακλείσῃ, καὶ τὸ τέλεον αὐτῷ προσάπτουσα πάλιν ἐξ αὐτοῦ πρὸς τὸ ἕτερον ἑρπύσῃ, ταῖς τῶν ἑκατοντάδων ἐπηγορίαις ἀεὶ τὸ ὅλον εἰς τὸ τῆς καταλήψεως ἄπειρον ἀναφέρουσα. δοκεῖ δέ μοι καὶ Ὅμηρος οὐχ ἁπλῶς οὐδὲ ἀργῶς ἐν τοῖς ἔπεσι τὴν ἑκατονταθύσανον αἰγίδα τῷ Διὶ περιθεῖναι, ἀλλά τινι κρείττονι καὶ ἀπορρήτῳ λόγῳ τοῦτο αἰνίττεσθαι λέγων, ὡς ἄρα τῷ τελεωτάτῳ θεῷ τὸν τελεώτατον ἀριθμὸν περιάψειε καὶ ᾧ μόνῳ παρὰ τοὺς ἄλλους ἂν δικαιότερον κοσμοῖτο, ἢ ὅτι τὸν ξύμπαντα κόσμον, ὃν εἰς αἰγίδος σχῆμα τῷ τῆς εἰκόνος περιφερεῖ ξυνείληφεν, οὐκ ἄλλος πως ἢ ὁ τῶν ἑκατὸν ἀριθμὸς περιγράφει, τῇ
至于百这一数目如何比其余数目更为尊贵,并在自身之中限定了数的完全性,人们可以通过如下思考得以领会。我并非不知道古代先贤的说法,即奇数先于偶数,他们亦称不成对者乃是增长的开端;因为在他们看来,与另一者相似之物仍与其另一者处于同等状态,而一旦成为二,则第三者便是奇余。然而我,即便此说稍显大胆,仍要表明:数目固然全然依系于一个开端,且它们会始终保有增长的连贯性。但我认为,将增长的原因归于偶数远比归于奇数更为正当。因为一这一数目不可能是奇数,因它并无可使其成为多余之物的对象;而二的配对则催生出双重的奇余,由这两个数目,第三者顺理成章地走向增长。进而,在另一对二的混合中,它获得了四的卓越性,总而言之,彼此间的结合显现出源自各自的多余,并被封闭于二这一数目之中。若承认这一点,我想我便可以说,随着首个十将其圆周回归于自身,整体便过渡至百这一数目,正如增长因一而延伸至十,十又通过自身递升而在百这一数目中告成。由此再次从诸个百中,数的整体得以结出力量之果,而一并未静止,除非二在混合中始终孕育出奇余并重新将其召回自身,直至它再次以另一个百封闭数的聚合,将完全性赋予它,并再次由其爬梳向另一端,借由诸个百的称谓始终将整体归结于认知的无限之中。在我看来,荷马在史诗中将百流苏的羊皮盾披于宙斯之身,亦非偶然或徒劳,而是借某种更为高妙隐秘的道理在言辞中寓指:他以此将最完全的数赋予了最完全的神,并将相较于其余者唯独借之才更能名正言顺地获得饰装的〔数赋予了他〕;抑或因为他以图像的圆周形式将整个宇宙纳入羊皮盾的形态之中,除了百这一数目绝无他者将其加以限定,以其……
- 2Ὅ γε μὴν τῶν ἑκατὸν ἀριθμὸς ὡς ἔστι
前置预取结构(prolepsis)。从属从句 ὡς ἔστι 的语义主语 ὁ τῶν ἑκατὸν ἀριθμός 以主格形式被提前置于 ὡς 之前。整个从句作后文主句 μάθοι ἄν τις 的宾语从句。
- 2τὸ γὰρ ὅμοιον θατέρῳ μένειν ὁποῖον καὶ τὸ ἕτερον, δυοῖν δὲ γενομένοιν τὸν τρίτον εἶναι τὴν περιττότητα
由前文 ὡς παλαιῶν καὶ σοφῶν ἀνδρῶν ὁ λόγος 及 ὡς ἀρχήν φασιν 所统辖的间接引语(宾格加不定式结构)。尽管是由 γάρ 引导的说明从句,依然采用不定式 μένειν 与 εἶναι,表明这是在继续引述古贤之学说。
- 394cτῇ
句末的 τῇ 为与格阴性单数的关系代词或定冠词,原文字句在此处中辍。各语言译文均如实反映此句式未完的中断状态。
