- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:80.1#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者称赞大马士革特产的无花果为超越一切同类的绝品,详述其挂枝美态、远销异邦、鲜食与干食兼美之功用,以及独特的采摘晾晒技艺,并以此作结。
τοιαύτην δὲ ἔχον, οἶμαι, τὸ σῦκον τὴν φύσιν, πολλῷ κρεῖττόν ἐστι παρ’ ἡμῖν τὴν γένεσιν, ὡς εἶναι τῶν μὲν ἄλλων φυτῶν αὐτὸ τιμιώτερον, αὐτοῦ δὲ τοῦ σύκου τὸ παρ’ ἡμῖν θαυμασιώτερον, καὶ νικᾶν μὲν αὐτὸ τῶν ἄλλων τὴν γένεσιν, αὖθις δ’ ὑπὸ τοῦ παρ’ ἡμῖν ἡττᾶσθαι καὶ τῇ πρὸς ἑκάτερον ἐγκρίσει πάλιν σώζεσθαι, κρατοῦντι μὲν ἐοικός, οἷς δ’ αὖ κρατεῖσθαι δοκεῖ, πάλιν ἐς τὸ καθόλου νικῶντι.1 καὶ τοῦτο οὐκ ἀπεικότως παρ’ ἡμῖν μόνοις συμβαίνει· ἔδει γὰρ, οἶμαι, τὴν Διὸς πόλιν ἀληθῶς καὶ τὸν τῆς ἑῴας ἁπάσης ὀφθαλμόν· τὴν ἱερὰν καὶ μεγίστην Δαμασκὸν λέγω· τοῖς τε ἄλλοις σύμπασιν, οἷον ἱερῶν κάλλει καὶ νεῶν μεγέθει καὶ ὡρῶν εὐκρασίᾳ καὶ πηγῶν ἀγλαΐᾳ, καὶ ποταμῶν πλήθει καὶ γῆς εὐφορίᾳ νικῶσαν μόνην ἄρα καὶ τῷ τοιούτῳ φυτῷ πρὸς τὴν τοῦ θαύματος ὑπεροχὴν ἀρκέσαι.2 οὐδὲν οὖν ἀνέχεται μεταβολῆς τὸ δένδρον, οὐδὲ ὑπερβαίνει τοὺς ἐπιχωρίους ὅρους τῆς βλάστης, ἀλλ’ αὐτόχθονος φυτοῦ νόμῳ τὴν ἐξ ἀποικίας γένεσιν ἀρνεῖται. καὶ χρυσὸς μὲν, οἶμαι, καὶ ἄργυρος ὁ αὐτὸς πολλαχοῦ φύεται, μόνη δὲ ἡ παρ’ ἡμῖν χώρα τίκτει φυτὸν ἀλλαχοῦ φῦναι μὴ δυνάμενον. ὥσπερ δὲ τὰ ἐξ Ἰνδῶν ἀγώγιμα καὶ οἱ Περσικοὶ σῆρες ἢ ὅσα ἐν τῇ Αἰθιόπων γῇ τίκτεται μὲν καὶ λέγεται, τῷ δὲ τῆς ἐμπορίας νόμῳ πανταχοῦ διαβαίνει· οὕτω δὴ καὶ τὸ παρ’ ἡμῖν σῦκον, ἀλλαχοῦ τῆς γῆς οὐ γινόμενον, πανταχοῦ παρ’ ἡμῶν στέλλεται, καὶ οὔτε πόλις οὔτε νῆσός ἐστιν, ἣν οὐκ ἐπέρχεται τῷ τῆς ἡδονῆς θαύματι. ἀλλὰ καὶ τράπεζαν βασιλικὴν κοσμεῖ, καὶ παντὸς δείπνου σεμνόν ἐστιν ἐγκαλλώπισμα, καὶ οὔτ’ ἔνθρυπτον οὔτε στρεπτὸν οὔτε νεήλατον οὔτε ἄλλο καρυκείας γένος ἥδυσμα ἴσον ἧ ἂν ἀφίκηται·3 τοσοῦτον αὐτῷ τῶν τε ἄλλων ἐδεσμάτων καὶ δὴ καὶ τῶν ἑκασταχοῦ σύκων περίεστι τοῦ θαύματος. καὶ τὰ μὲν ἄλλα τῶν σύκων ἢ ὀπωρινὴν ἔχει τὴν βρῶσιν ἢ τερσαινόμενα ἐς τὸ ταμεῖον ἔρχεται, τὸ δὲ παρ’ ἡμῖν μόνον ἀμφοτερίζει τῇ χρείᾳ, καὶ καλὸν μέν ἐστιν ἐπιδένδριον, πολλῷ δὲ κάλλιον, εἰ ἐς τὴν τερσιὰν ἔλθοι. εἰ δὲ καὶ τὴν ὥραν αὐτοῦ τὴν ἐν τοῖς δένδροις ὀφθαλμῷ λάβοις, καὶ ὅπως ἑκάστου τῶν πρέμνων ἐπιμήκεσι τοῖς κέντροις οἱονεὶ καλύκων δίκην ἀπήρτηται, ἢ ὅπως ἐν κύκλῳ περιθεῖ τῷ καρπῷ τὸ δένδρον, ἄλλας ἐπ’ ἄλλαις ἐν στόιχῳ περιφερεῖ πολυειδεῖς ἀγλαΐας μηχανᾶσθαι φαίης ἂν αὐτὸ καθάπερ ἐν ὅρμῳ δέρης. αἱ δὲ τῶν δένδρων ἐξαιρέσεις αὐτοῦ καὶ ἡ πρὸς χρονίαν μονὴν ἐπιτέχνησις οὐκ ἐλάττονα τῆς ἐς τὴν χρείαν ἡδονῆς ἔχει τὴν φιλοτιμίαν· οὐ γὰρ ὥσπερ τὰ ἄλλα τῶν σύκων ὁμοῦ καὶ κατὰ ταὐτὸν ἔρριπται, οὐδὲ σωρηδὸν ἢ χύδην ἡλίῳ τερσαίνεται, ἀλλὰ πρῶτον μὲν ἠρέμα τῶν δένδρων αὐτὰ ταῖς χερσὶν ἀποδρέπουσιν, ἔπειτα ὅρπηξιν ἢ ῥάβδοις ἀκανθώδεσι τῶν τοίχων ἀπαρτῶσιν, ἵνα λευκαίνηται μὲν ἡλίῳ καθαρῷ προσομιλοῦντα, μένῃ δ’ ἀνεπιβούλευτα τῶν ζῴων καὶ τῶν ὀρνιθίων, οἱονεὶ τῶν κέντρων τῇ ἀλεξήσει δορυφορούμενα. καὶ περὶ μὲν γενέσεως αὐτῶν καὶ γλυκύτητος καὶ ὥρας καὶ ποιήσεως καὶ χρείας ταῦτά σοι παρ’ ἡμῶν ἡ ἐπιστολὴ προσπαίζει.
依我所见,无花果既有如此本性,则我乡所产者在生成上更胜一筹,以致它比其余植物更显尊贵,而我乡之物又比无花果本身更令人叹服;它超越了其余植物的生成,却又逊色于我乡之物,并在与两者的比照中再度保全了自身,宛如战胜之物,但在看似被击败之处,又总括地反败为胜。 此情此景唯独发生于我乡,并非无理;盖因在我看来,真正属于宙斯之城、全东方之明眸——我指的是神圣且最宏伟的大马士革——既在其他一切方面皆占胜场,诸如圣所之美、神庙之宏大、气候之温和、泉水之清洌、河流之丰沛与土地之肥沃,理当唯独它能凭借此类植物在奇绝卓越上令人称足。 因此,该树绝不容许任何变异,亦不逾越本地生长的界限,而是恪守土生植物之律,拒斥移殖而生的繁衍。 我想,同质的金银可在多处产出,但唯独我乡之地能孕育无法在他处生长的植物。 正如来自印度的商货、波斯的丝绸,或凡在埃塞俄比亚之地生成传颂之物,皆依贸易之法通行四海;我乡之无花果亦复如是,虽不生于地上别处,却自我们这里运往各地,绝无任何城邑或岛屿不因其怡人之奇绝而蒙其临降。 不仅如此,它更点缀帝王之宴席,为一切飨宴之庄重华饰,且无论它运抵何方,碎麦糕、麻花卷、薄面饼或任何其他调味佳肴皆无法与之匹敌;相比于其他食物乃至各地之无花果,它所拥有的奇绝优胜竟至如此之巨。 其余无花果要么仅供秋季食用,要么晒干收入库藏;唯独我乡之物在功用上兼收并蓄,挂于树上固然美观,若经晾晒则远为更加美妙。 若你亲眼目睹其在树上的盛茂容姿,得见它是如何借由细长之柄宛若花萼般悬垂于各树干上,或是树木如何成圈环绕果实,你定会赞叹它如同颈项上的项链一般,将纷繁华美之质排成环列层层展现。 而将其从树上采摘与使其历久长存的技艺,所倾注之匠心丝毫不亚于享用时的愉悦;因为它并不像其他无花果那样被一同抛掷于一处,亦非堆叠或散漫地于烈日下暴晒,而是先由人们用双手自树上轻柔采下,继而借由嫩枝或带刺之短棒悬于墙壁之上,从而在与纯净阳光相伴中逐渐泛白,同时免受走兽飞禽之侵害,宛如受到尖刺之防护所护卫一般。 关于其生成、甘甜、盛容、制作与效用,我这封书信便以此向你戏作叙谈。
- 392cκρατοῦντι μὲν ἐοικός, οἷς δ’ αὖ κρατεῖσθαι δοκεῖ, πάλιν ἐς τὸ καθόλου νικῶντι
中性分词 ἐοικός(与主语 τὸ σῦκον 一致)支配与格分词 κρατοῦντι,并与后面的 νικῶντι 并列(后者由关系从句 οἷς... δοκεῖ 修饰)。此句体现了辩证修辞:无花果整体上战胜了其他植物(κρατοῦντι),看似在大马士革特产面前落败,但因特产亦属无花果之列,最终仍在整体层面上反败为胜(ἐς τὸ καθόλου νικῶντι)。
- 392cἔδει γὰρ, οἶμαι, τὴν Διὸς πόλιν ... νικῶσαν μόνην ἄρα καὶ τῷ τοιούτῳ φυτῷ πρὸς τὴν τοῦ θαύματος ὑπεροχὴν ἀρκέσαι
由无人称动词 ἔδει 所支配的“宾格加不定式”结构。不定式 ἀρκέσαι 的逻辑主语为宾格短语 τὴν Διὸς πόλιν(中间插入同位语说明 τὴν ἱερὰν καὶ μεγίστην Δαμασκὸν λέγω),并由分词 νικῶσαν 及其后接的一系列表示方面的与格所修饰。其意为大马士革在各方面皆占胜场,理应仅凭此种植物便足以在奇绝卓越上称首。
- 393bοὔτ’ ἔνθρυπτον οὔτε στρεπτὸν οὔτε νεήλατον οὔτε ἄλλο καρυκείας γένος ἥδυσμα ἴσον ἧ ἂν ἀφίκηται
省略系动词 ἐστί 的判断句,主语为列举的一系列精美面点糕饼(ἔνθρυπτον, στρεπτὸν, νεήλατον 等),表语形容词为 ἴσον。关系副词从句 ἧ ἂν ἀφίκηται(“无论它到达何处”)构成地点与条件的限定。文中的几个糕点名称皆为古希腊特定的烘焙与蜜饯专称。
