← 朱利安

书信集

§80.1#1

赠送干无花果与援引古典赞颂其美德

作者为收信人送上优质干无花果作为节日礼物,并援引诗人、希罗多德、希波克拉底、亚里士多德与泰奥弗拉斯托斯的著述,极力称颂无花果的甘甜、药效、长久耐久度与农学卓越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80.1#1

Ἄλλοι μὲν ἄλλως τὰς πανηγύρεις νομίζουσιν, ἐγὼ δὲ ἡδύ σοι γλυκείας ἑορτῆς σύνθημα τῶν ἐπιχωρίων ἰσχάδων μακροκέντρους ἑκατὸν ἐκπέμπω, τῷ μὲν τοῦ δώρου μεγέθει μικράν, τῷ κάλλει δὲ ἴσως ἀρκοῦσαν ἡδονὴν μνηστεύων. Ἀριστοφάνει μὲν οὖν δοκεῖ εἶναι πλὴν μέλιτος τῶν ἄλλων γλυκύτερον τὰς ἰσχάδας, καὶ οὐδὲ τοῦτ’ ἀνέχεται τῶν ἰσχάδων εἶναι γλυκύτερον, ὡς αὐτὸς ἐπικρίνας λέγει· Ἡροδότῳ δὲ ἄρα τῷ συγγραφεῖ πρὸς ἐπίδειξιν ἐρημίας ἀληθοῦς ἤρκεσεν εἰπόντι Παρ’ οἷς οὔτε σῦκά ἐστιν οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ὡς ἄρ’ οὔτε ἄλλου τινὸς ἐν καρποῖς ἀγαθοῦ προτέρου τῶν σύκων ὄντος, οὔτε ἔτι πάντως ἀγαθοῦ δέον1 τοῖς παρ’ οἷς ἂν ᾖ τὸ σῦκον. Ὅμηρος δὲ ὁ σοφὸς τὰ μὲν ἄλλα τῶν καρπῶν εἰς μέγεθος ἢ χρόαν ἢ κάλλος ἐπαινεῖ, μόνῳ δὲ τῷ σύκῳ τὴν τῆς γλυκύτητος ἐπωνυμίαν συγχωρεῖ. καὶ τὸ μέλι χλωρὸν καλεῖ, δεδιὼς μὴ λάθῃ γλυκὺ προσειπών, ὃ καὶ πικρὸν εἶναι πολλαχοῦ συμβαίνει· τῷ σύκῳ δὲ ἄρα μόνῳ ἀποδίδωσι τὴν οἰκείαν εὐφημίαν, ὥσπερ τῷ νέκταρι, διότι καὶ μόνον γλυκὺ τῶν ἄλλων ἐστί. καὶ μέλι μὲν Ἱπποκράτης φησὶ γλυκὺ μὲν εἶναι τὴν αἴσθησιν, πικρὸν δὲ πάντως τὴν ἀνάδοσιν,2 καὶ οὐκ ἀπιστῶ τῷ λόγῳ· χολῆς γὰρ αὐτὸ ποιητικὸν εἶναι ξύμπαντες ὁμολογοῦσι καὶ τρέπειν τοὺς χυμοὺς εἰς τοὐναντίον τῆς γεύσεως. ὃ δὴ καὶ μᾶλλον τῆς ἐκ φύσεως αὐτοῦ πικρότητος κατηγορεῖ τὴν γένεσιν· οὐ γὰρ ἂν εἰς τοῦτο μετέβαλλεν ὃ πικρόν ἐστιν, εἰ μὴ καὶ πάντως αὐτῷ προσῆν ἐξ ἀρχῆς τοῦτο, ἀφ’ οὗ πρὸς τὸ ἕτερον μετέπιπτε. σῦκον δὲ οὐκ αἰσθήσει μόνον ἡδύ, ἀλλὰ καὶ ἀναδόσει κρεῖττόν ἐστιν. οὕτω δέ ἐστιν ἀνθρώποις ὠφέλιμον, ὥστε καὶ ἀλεξιφάρμακον αὐτὸ παντὸς ὀλεθρίου φαρμάκου φησὶν Ἀριστοτέλης εἶναι, κἀν τοῖς δείπνοις οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν τῶν ἐδεσμάτων προπαρατίθεσθαί τε καὶ ἐπιτραγηματίζεσθαι, καθάπερ ἀντ’ ἄλλης τινὸς ἀλεξήσεως ἱερᾶς ταῖς τῶν βρωμάτων ἀδικίαις περιπτυσσόμενον. καὶ μὴν ὅτι καὶ θεοῖς τὸ σῦκον ἀνάκειται, καὶ θυσίας ἐστὶν ἁπάσης ἐμβώμιον, καὶ ὅτι παντὸς λιβανωτοῦ κρεῖττον ἐς θυμιάματος σκευασίαν ἐστίν, οὐκ ἐμὸς ἴδιος οὗτος ὁ λόγος, ἀλλ’ ὅστις τὴν χρείαν αὐτοῦ ἔμαθεν, οἶδεν ὡς ἀνδρὸς σοφοῦ καὶ ἱεροφάντου λόγος ἐστί. Θεόφραστος δὲ ὁ καλὸς ἐν γεωργίας παραγγέλμασι τὰς τῶν ἑτεροφύτων δένδρων γενέσεις ἐκτιθεὶς καὶ ὅσα ἀλληλούχοις ἐγκεντρίσεσιν εἴκει, πάντων, οἶμαι, τῶν φυτῶν μᾶλλον ἐπαινεῖ τῆς συκῆς τὸ δένδρον ὡς ἂν ποικίλης καὶ διαφόρου γενέσεως δεκτικὸν καὶ μόνον τῶν ἄλλων εὔκολον παντοίου γένους ἐνεγκεῖν βλάστην, εἴ τις αὐτοῦ τῶν κλάδων ἐκτεμὼν ἕκαστον, εἶτα ἐκρήξας ἄλλην ἐς ἄλλο τῶν πρέμνων ἐμφυῆ γονὴν ἐναρμόσειεν, ὡς ἀρκεῖν ἤδη πολλάκις αὐτοῦ καὶ ἀνθ’ ὁλοκλήρου κήπου τὴν ὄψιν, οἷον ἐν λειμῶνι χαριεστάτῳ ποικίλην τινὰ καὶ πολυειδῆ τῶν καρπῶν ἀφ’ ἑαυτοῦ τὴν ἀγλαΐαν ἀντιπεπομφότος. καὶ τὰ μὲν ἄλλα τῶν ἀκροδρύων ἐστὶν ὀλιγοχρόνια καὶ τὴν μονὴν οὐκ ἀνέχεται, μόνῳ δὲ τῷ σύκῳ καὶ ὑπερενιαυτίζειν ἔξεστι καὶ τῇ τοῦ μέλλοντος καρποῦ γενέσει συνενεχθῆναι. ὥστε φησὶ καὶ Ὅμηρος ἐν Ἀλκίνου κήπῳ τοὺς καρποὺς ἀλλήλοις ἐπιγηράσκειν. ἐπὶ μὲν οὖν τῶν ἄλλων ἴσως ἂν μῦθος ποιητικὸς εἶναι δόξειε· μόνῳ δὲ τῷ σύκῳ πρὸς τὸ τῆς ἀληθείας ἐναργὲς ἂν συμφέροιτο, διότι καὶ μόνον τῶν ἄλλων καρπῶν ἐστὶ μονιμώτερον.

他人以各自的方式度过节日,而我则为你送上一百枚带长柄的本地产干无花果,作为甜美节日的宜人信物,在礼物的分量上只求微薄的欢愉,在品质之美上或许已足资悦乐。在阿里斯托芬看来,除了蜂蜜之外,干无花果比其余万物都要甜美,而且正如他断言所说,他甚至不能容忍蜂蜜比干无花果更甜。对历史学家希罗多德而言,若要说明真正的荒凉,只需说一句“在他们那里既无无花果,亦无任何其他美物”便已足矣,仿佛在各类果实之中,没有任何美物先于无花果,且凡是有无花果相伴之人,就决不再欠缺任何美物。睿智的荷马虽称赞其他果实的大小、色泽或美观,却唯独将甘甜的称号赋予了无花果。他称蜂蜜为黄绿色的,唯恐不经意间称其为甜,因为蜂蜜在许多地方往往是苦的;但他却唯独将恰如其分的颂词归于无花果,正如归于琼浆玉液一般,因为在其余事物中唯有它是甘甜的。希波克拉底说蜂蜜在感觉上虽甜,但在吸收消化时却全然是苦的,我对这话深信不疑;因为众所公认它容易滋生胆汁,并将体液转化为与口感全然相反的状态。这便更加揭示了其本性中苦味的根源;因为如果它从一开始就不曾完全具有这转变为另一状态的原质,它就决不会化为苦味之物。然而无花果不仅在感觉上怡人,在吸收消化上也更为卓越。它对人类如此有益,以至于亚里士多德称其为抵御一切致命毒药的解毒之物,在宴席之上,人们先于其他菜肴呈上它,并在餐后作为甜点享用,完全是出于这一缘故,仿佛借此包裹食物的害处,以代替任何其他神圣的防护。再者,无花果奉献给诸神、在一切祭祀中皆置于祭坛之上、且在香料配制中优于一切乳香,这并非我一人的私见;凡深明其用处之人,皆知此乃睿智者与玄秘导师之言。俊美的泰奥弗拉斯托斯在农学训诫中,阐述异种树木的生长以及顺应相互嫁接的规律时,我想他在一切植物之中最赞赏的莫过于无花果树了,因它能接纳繁复而多样的生长,在其余植物中唯独它极易孕育各类萌芽——若有人将其各枝切断劈开,在各树桩中嵌入另一相宜的幼芽,往往仅此一树的景象便足以媲美整座果园,宛如在极其宜人的草地上,从自身之中展现出斑斓繁复的果实之美。其余的树生果实寿命短暂,耐不住久存;唯独无花果既能历年不坏,又能与下一季果实的萌生相交接。因此荷马亦说在阿尔基诺奥斯的果园中,果实在彼此之上老去。对于其他果实而言,这或许看似诗意神话;但唯独对于无花果,这与显明的事实完全吻合,因为在其余果实中唯有它最为经久持久。

语法注2 条
  1. 390dοὔτε ἔτι πάντως ἀγαθοῦ δέον

    δέον 为非人称动词 δεῖ 的分词所构成的独立对格(accusative absolute)。在 ὡς 的统辖下,它在语义上与前方的独立属格 ὡς ἄρ’ οὔτε ἄλλου τινὸς ... ὄντος 并列,表示伴随状况(“仿佛绝不再欠缺任何美物”)。

  2. 391aγλυκὺ μὲν εἶναι τὴν αἴσθησιν, πικρὸν δὲ πάντως τὴν ἀνάδοσιν

    τὴν αἴσθησιν 与 τὴν ἀνάδοσιν 均为表示关涉或范围的限制对格(accusative of respect),用于限定甘甜(γλυκύ)与苦涩(πικρόν)分别在何种层面(感官知觉层面还是机体吸收消化层面)发生。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:80.1#1