- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:79.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者自谦地将自己比作热烈的慕道者,赞美伊安布利柯在美德与智慧上超越古昔诸贤、普罗透斯及奥菲斯,并祈愿他得享遐龄以造福普世。
Ὀδυσσεῖ μὲν ἐξήρκει τοῦ παιδὸς τὴν ἐφ’ αὑτῷ φαντασίαν ἀναστέλλοντι λέγειν "οὔτις τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐίσκεις;" ἐγὼ δὲ οὐδ’ ἐν ἀνθρώποις εἶναι φαίην ἂν ὅλως, ἕως ἂν Ἰαμβλίχῳ μὴ συνῶ. ἀλλ’ ἐραστὴς μὲν εἶναι σὸς ὁμολογῶ, καθάπερ ἐκεῖνος τοῦ Τηλεμάχου πατήρ. κἂν γὰρ ἀνάξιόν με λέγῃ τις εἶναι, οὐδὲ οὕτω τοῦ ποθεῖν ἀφαιρήσεται· ἐπεὶ καὶ ἀγαλμάτων καλῶν ἀκούω πολλοὺς ἐραστὰς γενέσθαι μὴ μόνον τοῦ δημιουργοῦ τὴν τέχνην μὴ βλάπτοντας, ἀλλὰ καὶ τῷ περὶ αὐτὰ πάθει τὴν ἔμψυχον ἡδονὴν τῷ ἔργῳ προστιθέντας. τῶν γε μὴν παλαιῶν καὶ σοφῶν ἀνδρῶν, οἷς ἡμᾶς ἐγκρίνειν ἐθέλεις παίζων, τοσοῦτον ἀπέχειν ἂν φαίην, ὁπόσον αὐτῷ σοι τῶν ἀνδρῶν μετεῖναι πιστεύω.1 καίτοι σύ γε οὐ Πίνδαρον μόνον οὐδὲ Δημόκριτον ἢ Ὀρφέα τὸν παλαιότατον, ἀλλὰ καὶ ξύμπαν ὁμοῦ τὸ Ἑλληνικόν, ὁπόσον εἰς ἄκρον φιλοσοφίας ἐλθεῖν μνημονεύεται, καθάπερ ἐν λύρᾳ ποικίλων φθόγγων ἐναρμονίῳ συστάσει πρὸς τὸ ἐντελὲς τῆς μουσικῆς κεράσας ἔχεις. καὶ ὥσπερ Ἄργον τὸν φύλακα τῆς Ἰοῦς οἱ μῦθοι πρόνοιαν ἔχοντα τῶν Διὸς παιδικῶν ἀκοιμήτοις πανταχόθεν ὀμμάτων βολαῖς περιφράττουσιν, οὕτω καὶ σὲ γνήσιον ἀρετῆς φύλακα μυρίοις παιδεύσεως ὀφθαλμοῖς ὁ λόγος φωτίζει. Πρωτέα μὲν δὴ τὸν Αἰγύπτιόν φασι ποικίλαις μορφαῖς ἑαυτὸν ἐξαλλάττειν, ὥσπερ δεδιότα μὴ λάθῃ τοῖς δεομένοις ὡς ἦν σοφὸς ἐκφήνας·2 ἐγὼ δὲ εἴπερ ἦν ὄντως σοφὸς ὁ Πρωτεὺς καὶ οἷος πολλὰ τῶν ὄντων γινώσκειν, ὡς Ὅμηρος λέγει, τῆς μὲν φύσεως αὐτὸν ἐπαινῶ, τῆς γνώμης δ’ οὐκ ἄγαμαι, διότι μὴ φιλανθρώπου τινός, ἀλλ’ ἀπατεῶνος ἔργον ἐποίει κρύπτων ἑαυτόν, ἵνα μὴ χρήσιμος ἀνθρώποις ᾖ. σὲ δέ, ὦ γενναῖε, τίς οὐκ ἂν ἀληθῶς θαυμάσειεν, ὡς οὐδέν τι τοῦ Πρωτέως τοῦ σοφοῦ μείων εἶ, εἰ μὴ καὶ μᾶλλον εἰς ἀρετὴν ἄκραν τελεσθεὶς ὧν ἔχεις καλῶν οὐ φθονεῖς ἀνθρώποις, ἀλλ’ ἡλίου καθαροῦ δίκην ἀκτῖνας σοφίας ἀκραιφνοῦς ἐπὶ πάντας ἄγεις, οὐ μόνον παροῦσι τὰ εἰκότα ξυνών, ἀλλὰ καὶ ἀπόντας ἐφ’ ὅσον ἔξεστι τοῖς παρὰ σαυτοῦ σεμνύνων. νικῴης δ’ ἂν οὕτω καὶ τὸν Ὀρφέα τὸν καλὸν οἷς πράττεις, εἴγε ὁ μὲν τὴν οἰκείαν μουσικὴν εἰς τὰς τῶν θηρίων ἀκοὰς κατανάλισκε, σὺ δ’ ὥσπερ ἐπὶ σωτηρίᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους τεχθείς, τὴν Ἀσκληπιοῦ χεῖρα πανταχοῦ ζηλῶν, ἅπαντα ἐπέρχῃ λογίῳ τε καὶ σωτηρίῳ νεύματι. ὥστ’ ἔμοιγε δοκεῖ καὶ Ὅμηρος, εἰ ἀνεβίω, πολλῷ δικαιότερον ἂν ἐπὶ σοὶ τὸ ἔπος αἰνίξασθαι3 τὸ "εἷς δ’ ἔτι που ζωὸς κατερύκεται εὐρέι κόσμῳ." τῷ γὰρ ὄντι τοῦ παλαιοῦ κόμματος ἡμῖν οἱονεὶ σπινθήρ τις ἱερὸς ἀληθοῦς καὶ γονίμου παιδεύσεως ὑπὸ σοὶ μόνῳ ζωπυρεῖται. καὶ εἴη γε, Ζεῦ σῶτερ καὶ Ἑρμῆ λόγιε, τὸ κοινὸν ἁπάσης τῆς οἰκουμένης ὄφελος, Ἰάμβλιχον τὸν καλόν, ἐπὶ μήκιστον χρόνου τηρεῖσθαι. πάντως που καὶ ἐφ’ Ὁμήρῳ καὶ Πλάτωνι καὶ Σωκράτει καὶ εἴ τις ἄλλος ἄξιος τοῦ χοροῦ τούτου, δικαίας εὐχῆς ἐπίτευγμα τοῖς πρότερον εὐτυχηθὲν οὕτω τοὺς ἐκείνων καιροὺς ἐπὶ μεῖζον ηὔξησεν. οὐδὲν δὴ κωλύει καὶ ἐφ’ ἡμῶν ἄνδρα καὶ λόγῳ καὶ βίῳ τῶν ἀνδρῶν ἐκείνων ἀντάξιον ὑφ’ ὁμοίαις εὐχαῖς ἐς τὸ ἀκρότατον τοῦ γήρως ἐπ’ εὐδαιμονίᾳ τῶν ἀνθρώπων παραπεμφθῆναι.
对于奥德修斯而言,他在抑制儿子对自己产生的幻想时,只须说道:“我绝非什么神明;你为何将我比作不朽诸神?”便已足矣。但就我而言,只要我不曾与伊安布利柯同在,我甚至可以说自己全然算不得居于人群之中。然而我承认自己是你的爱慕者,正如那位是忒勒玛科斯的父亲一样。因为即便有人说我不配,亦绝不能借此剥夺我的渴慕之情;因为我也听闻许多人恋慕上了精美的雕像,不仅丝毫不损工匠的手艺,反倒因着对它们的热忱,为那作品增添了赋予灵魂般的欢愉。至于你戏谑地企图将我们列入其中的那些古昔哲人,我与他们的差距,正如我相信你亲自承袭了那些哲人的造诣那般深远。况且,你不仅拥有品达,亦不仅拥有德谟克利特或最古老的奥菲斯,而是将整个希腊世界——凡有记载登上了哲学顶峰之人——浑然融合,如同在里拉琴上以交错音声的协和结合,融汇成圆满的音乐。正如神话中把守伊娥的卫士阿耳戈斯,为了看顾宙斯所爱之人,周身布满了四面八方不眠不休的目光;我的言论同样将你这位美德的真正守卫者,以教养的万千明眸予以照亮。人们谈及埃及的普罗透斯时,说他幻化为千般形态,仿佛唯恐不慎向求问者显露出自己何等智慧;但在我看来,倘若普罗透斯果真睿智,正如荷马所言通晓万物中的诸事,我赞赏其天赋,却不敬仰其心意,因他隐藏自己,使自己无益于世人,所作所为并非出于仁爱,而是形同欺诈。然而,高贵的人啊,见到你丝毫不逊于睿智的普罗透斯,甚至在极高美德上更为臻于至善,决不向世人吝惜你所拥有的美善,而是如同纯净的太阳,将无瑕的智慧之光普照众人,不仅得体地与在场者结交,更尽可能以源自你的恩典荣耀远方不在场之人,世上又有谁不对你由衷赞叹?如此你亦当凭着自己的作为胜过俊美的奥菲斯:他将自己的乐声耗费在野兽的耳中,而你却如同为了全人类的救赎而降生,处处效法阿斯克勒庇俄斯的圣手,以雄辩而救赎的风范关照万有。因此在我看来,荷马若能起死回生,亦当远为公允地对你吟诵这句诗:“仍有一人活着滞留在宽广世界的某处。” 诚然,古昔风范中那一簇关于真实而丰饶之教养的神圣火花,在我们之中唯由你一人重新点燃。但愿救主宙斯与雄辩的赫尔墨斯保佑这整个普世的共同福祉——俊美的伊安布利柯——得蒙最长久的眷顾!无论如何,对于荷马、柏拉图、苏格拉底以及任何配入此行列之人,古人幸得正义之祈愿得以实现,从而使他们的时代益发伟大。因此在我们的时代,亦无任何事物妨碍一位在言论与生活上皆堪与那些伟人比肩之人,在同样的祈愿中被护送至极高之寿境,为了人类的福祉。
- 405cτοσοῦτον ἀπέχειν ἂν φαίην, ὁπόσον αὐτῷ σοι τῶν ἀνδρῶν μετεῖναι πιστεύω
此处由相关连词 τοσοῦτον... ὁπόσον(正如……那样……)与非人称结构 μέτεστί τινί τινος(某人 [与格 αὐτῷ σοι] 享有某物 [属格 τῶν ἀνδρῶν])结合而成。字面意为:“正如我相信你亲自承袭了那些哲人的造诣一样,我与那些哲人的距离亦有那般遥远”,以此极致的对比修辞彰显对方的崇高与自身的谦卑。
- 406aμὴ λάθῃ τοῖς δεομένοις ὡς ἦν σοφὸς ἐκφήνας
此处为动词 λανθάνω 搭配补充分词 ἐκφήνας 的惯用结构(意为“不自觉地做某事”或“背地里做某事”),由表示恐惧的连词 μή 引导虚拟语气 λάθῃ。整句字面意为“仿佛唯恐不小心向求教者显露出自己何其智慧”,讽刺性地解释了普罗透斯变幻身形以逃避助人的心理。
- 406dεἰ ἀνεβίω, πολλῷ δικαιότερον ἂν ἐπὶ σοὶ τὸ ἔπος αἰνίξασθαι
此为与过去事实相反的非真实条件句(反事实条件句),嵌入在主句动词 δοκεῖ 之后的间接引语中。条件从句采用 εἰ 搭配不定过去时直陈式(ἀνεβίω),结论从句则以 ἄν 搭配不定过去时不定式(αἰνίξασθαι)呈现(还原为直陈式即 ἂν ᾐνίξατο),意为“荷马若是苏生,本会远为公允地将这句诗归之于你”。
