- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:78.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者回应了伊安布利柯的责难,申明自己的沉默并非怠慢而是出于敬畏,并恳请身为全希腊灵魂导师的伊安布利柯当如太阳与医神一般,继续慷慨地赐予书信与智慧之粮。
Εἰ μὲν δὴ διὰ τοῦτο ἐγκαλεῖς, ἵνα τῷ τῆς αἰτίας σχήματι πλείονας ἡμῖν ἀφορμὰς τοῦ γράφειν προξενῇς, δέχομαι τὴν μέμψιν ἄσμενος πάνυ, καὶ ἐν οἷς λαμβάνω τὸ πᾶν τῆς χάριτος εἰς ἐμαυτὸν οἰκειοῦμαι· εἰ δὲ ὡς ἀληθῶς ἐλλιπόντα τι τοῦ πρὸς σὲ καθήκοντος αἰτιᾷ, τίς ἂν ἐμοῦ γένοιτ’ ἂν ἀθλιώτερος διὰ γραμματοφόρων ἀδικίαν ἢ ῥᾳθυμίαν πάντων ἥκιστα ἀξίου τούτου τυγχάνειν ὄντος; καίτοι ἐγὼ μέν, κἂν μὴ πλεονάκις γράφω, δίκαιός εἰμι συγγνώμης παρὰ σοῦ τυγχάνειν·1 οὐ τῆς ἀσχολίας ἣν ἐν χερσὶν ἔχω φαίην ἄν· μὴ γὰρ οὕτω πράξαιμι κακῶς, ὡς μὴ καὶ ἀσχολίας ἁπάσης, καθά φησι Πίνδαρος, τὸ κατὰ σὲ κρεῖττον ἡγεῖσθαι· ἀλλ’ ὅτι πρὸς ἄνδρα τηλικοῦτον, οὗ καὶ μνησθῆναι φόβος, ὁ καὶ γράφειν κατοκνῶν τοῦ πλέον ἢ προσήκει θαρροῦντός ἐστι σωφρονέστερος. ὥσπερ2 γὰρ οἱ ταῖς Ἡλίου μαρμαρυγαῖς ἀντιβλέπειν συνεχῶς τολμῶντες, ἂν μὴ θεῖοί τινες ὦσι καὶ τῶν ἀκτίνων αὐτοῦ καθάπερ οἱ τῶν ἀετῶν γνήσιοι καταθαρρῶσιν, οὔτε ἃ μὴ θέμις ὀφθῆναι θεωρεῖν ἔχουσι, καὶ ὅσῳπερ μᾶλλον φιλονεικοῦσι, τοσούτῳ πλέον ὅτι μὴ δύνανται τυχεῖν ἐμφαίνουσιν, οὕτω καὶ ὁ πρὸς σὲ γράφειν τολμῶν, ὅσῳπερ ἂν ἐθέλῃ θαρρεῖν, τοσούτῳ μᾶλλον ὅτι χρὴ δεδιέναι καθαρῶς δείκνυσι. σοί γε μήν, ὦ γενναῖε, παντὸς ὡς εἰπεῖν τοῦ Ἑλληνικοῦ σωτῆρι καθεστῶτι, πρέπον ἦν ἀφθόνως τε ἡμῖν γράφειν καὶ τὸν παρ’ ἡμῖν ὄκνον ἐφ’ ὅσον ἐξῆν καταστέλλειν. ὥσπερ γὰρ ὁ Ἥλιος· ἵνα δὴ πάλιν ἐκ τοῦ θεοῦ πρός σε τὴν εἰκόνα λάβῃ ὁ λόγος· ὁ δ’ οὖν Ἥλιος ὥσπερ, ὅταν ἀκτῖσι καθαραῖς ὅλος λάμπῃ, οὐδὲν ἀποκρίνει τοῦ πρὸς τὴν αἴγλην ἐλθόντος, ἀλλὰ τὸ οἰκεῖον ἐργάζεται, οὕτω δὲ καὶ σὲ χρῆν ἀφθόνως τῶν παρὰ σοῦ καλῶν οἷον φωτὸς τὸ Ἑλληνικὸν ἐπαρδεύοντα μὴ ἀποκνεῖν, εἴ τις ἢ αἰδοῦς ἢ δέους ἕνεκα τοῦ πρὸς σὲ τὴν ἀντίδοσιν δυσωπεῖται. οὐδὲ γὰρ ὁ Ἀσκληπιὸς ἐπ’ ἀμοιβῆς ἐλπίδι τοὺς ἀνθρώπους ἰᾶται, ἀλλὰ τὸ οἰκεῖον αὐτῷ φιλανθρώπευμα πανταχοῦ πληροῖ. ὃ δὴ καὶ σὲ χρῆν ὡσπερεὶ ψυχῶν ἐλλογίμων ἰατρὸν ὄντα ποιεῖν καὶ τὸ τῆς ἀρετῆς παράγγελμα διὰ πάντων σώζειν, οἷον ἀγαθὸν τοξότην, ὅς, κἂν μὴ τὸν ἀντίπαλον ἔχῃ, πάντως ἐς τὸ καίριον ἀεὶ τὴν χεῖρα γυμνάζει. ἐπεὶ μηδὲ ὁ σκοπὸς ἑκατέροις ὁ αὐτός, ἡμῖν δὲ τῶν παρὰ σοῦ δεξιῶν τυχεῖν καὶ σοὶ τοῖς παρ’ ἡμῶν διδομένοις ἐντυχεῖν.3 ἀλλ’ ἡμεῖς, κἂν μυριάκις γράφωμεν, ἴσα τοῖς Ὁμηρικοῖς παισὶ παίζομεν, οἳ παρὰ τὰς θῖνας ὅτι ἂν ἐκ πηλοῦ πλάσωσιν ἀφιᾶσιν κλύζεσθαι· παρὰ σοῦ δὲ καὶ μικρὸν γράμμα παντός ἔστι γονίμου ῥεύματος κρεῖττον, καὶ δεξαίμην ἂν ἔγωγε Ἰαμβλίχου μᾶλλον ἐπιστολὴν μίαν ἢ τὸν ἐκ Λυδίας χρυσὸν κεκτῆσθαι. εἰ δὲ μέλει τί σοι τῶν ἐραστῶν τῶν σῶν· μέλει δέ, εἰ μὴ σφάλλομαι· μὴ περιίδῃς ὥσπερ νεοττοὺς ἡμᾶς ἀεὶ τῶν παρὰ σοῦ τροφῶν ἐν χρείᾳ τυγχάνοντας, ἀλλὰ καὶ γράφε συνεχῶς καὶ τοῖς παρὰ σαυτοῦ καλοῖς ἑστιᾶν μὴ κατόκνει. κἂν ἐλλίπωμεν, αὐτὸς ἑκατέρου τὴν χρείαν οἰκειοῦ, καὶ ὧν δίδως καὶ ὧν ἀνθ’ ἡμῶν τὸ ἴσον πρεσβεύεις. πρέπει δὲ Ἑρμοῦ λογίου μαθητήν, εἰ δὲ βούλει καὶ τρόφιμον ὄντα σε, τὴν ἐκείνου ῥάβδον οὐκ ἐν τῷ καθεύδειν ποιεῖν, ἀλλ’ ἐν τῷ κινεῖν καὶ διεγείρειν μᾶλλον ἐθέλειν μιμεῖσθαι.
倘若你确是为了这个缘故加以责难,即以问责的形式为我们提供更多致信的契机,那我将极其欣然地接受这份指摘,并在我所领受之中将这一全盘恩惠归于己身;但倘若你当真是指控我未尽对你应尽的本分,那么因信差的背信弃义或懈怠疏忽,使最不该遭此待遇的我落得这般地步,天下岂有比我更为悲惨之人?然而,即便我未曾频繁致信,我亦理应从你那里获得宽恕——我倒不愿声称这是由于我手头所忙的俗务,因我绝不愿落魄至如品达所言,竟不把关乎你的事务看得高于一切俗务;而是因为,面对这样一位连提及都会令人心生敬畏的伟人,连提笔致信都迟疑顾虑之人,反倒比超越本分而胆大妄为之人更为明智克制。正如那些胆敢持续直视太阳光华的人,除非具有某种神性且如真鹰之雏般敢于直撄其芒,否则既无法瞻仰那不合天理得以窥见之物,且越是强求,就越发显出他们无能企及;同理,敢于向你致信之人,越是企图显出胆量,就越发鲜明地表明人理当常怀敬畏。然而,高贵的先生,对于身为几乎整个希腊世界之救主的你而言,慷慨无吝地向我们致信,并在可能范围内抚平我们内心的顾虑,才是适宜的举动。正如太阳一般——为了让我的论述再次以这尊神明作为对你的喻象——无论如何,太阳通体放射纯正光芒之时,决不屏弃任何迎向其光辉之物,而是行其自身之职分;同样,你以源自你的美好馈赠如光芒般慷慨润泽整个希腊世界,即便有人因对你的敬重或畏惧而在彼此唱和中感到羞怯,你亦不当迟疑退缩。要知道,就连阿斯克勒庇俄斯医治世人也并非出于求报之望,而是在各处践行其固有之仁爱。仿佛身为卓越灵魂之医者,你确乎亦当如此行事,并在一切事上恪守美德之准则,如同优秀的弓箭手一般,即便没有对手相抗,亦始终操练其手艺瞄准靶心。因为彼此的目的本不相同:我们之目的在于从你那里蒙受福祉,而你之目的在于过目我们所奉上之物。然而我们纵然书写万遍,亦不过如同荷马史诗中的孩童般嬉戏,任由自己在海滩上以泥土塑成之物尽数被波涛卷走;但出自你的哪怕是一纸短笺,亦胜过任何肥沃之洪流;就我而言,我宁愿得到伊安布利柯的一封书信,胜过坐拥吕底亚的黄金。如果你当真对自己的爱慕者们怀有丝毫关切——若我没有料错,你确是关切的——就请勿忽视如同雏鸟般时刻渴求从你那里获得滋养的我们,而要不断来信,切莫犹豫以源自你自身的至美之物款待我们。即便我们有所欠缺,亦请你亲自承揽彼此之需,兼顾你所赐予之物与你代我们同样推重之物。作为雄辩的赫尔墨斯的门徒,或者如你所愿亦称其义子,你的适宜之举,应当是渴望效法他的神杖,并非用于使人昏睡,而是用于激荡与唤醒。
- 418cδίκαιός εἰμι συγγνώμης παρὰ σοῦ τυγχάνειν
此为“δίκαιός εἰμι+不定词”的人称构文(personal construction),与非人称构文(δίκαιόν ἐστί με...)同义,意为“我有权获得宽恕”或“我理应获得宽恕”。在此引出作者并非因事务繁忙、而是因敬畏而应受宽宥的论点。
- 418dὥσπερ γὰρ ὁ Ἥλιος· ἵνα δὴ πάλιν ἐκ τοῦ θεοῦ πρός σε τὴν εἰκόνα λάβῃ ὁ λόγος· ὁ δ’ οὖν Ἥλιος ὥσπερ
此处因插入句(ἵνα δὴ πάλιν...)打断了句子主干,从而借助复指小词 οὖν(ὁ δ’ οὖν Ἥλιος)重新接续前面的主语与 ὥσπερ,构成破格复指结构(resumptive anacoluthon)。与之相呼应的归结节由“οὕτω δὲ καὶ σὲ χρῆν...”引出。
- 419cἐπεὶ μηδὲ ὁ σκοπὸς ἑκατέροις ὁ αὐτός, ἡμῖν δὲ τῶν παρὰ σοῦ δεξιῶν τυχεῖν καὶ σοὶ τοῖς παρ’ ἡμῶν διδομένοις ἐντυχεῖν
此为由连词 ἐπεί 引导的原因从句,其中省略了系动词 ἐστί。后半句“ἡμῖν δὲ... καὶ σοὶ...”中,两个不定词(τυχεῖν 与 ἐντυχεῖν)分别充当与与格代词(ἡμῖν, σοί)相呼应的表语/同格成分,用以说明双方各自目的之所在。
