- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:78.1-78.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者体察到友人责难中所含的情谊与教诲之意,并详述了自潘诺尼亚归来后在尼科米底亚经由数名使者接连寄发信件的经过,以此为自身绝无懈怠与疏忽进行申辩。
Αἰσθάνομαί σου τῆς ἐν τῇ μέμψει γλυκύτητος, καὶ ὡς ἑκάτερον ἐξ ἴσου πράττεις, καὶ οἷς γράφεις τιμῶν καὶ οἷς ἐγκαλεῖς παιδεύων. ἐγὼ δὲ εἰ μέν τι συνῄδειν ἐμαυτῷ τοῦ πρὸς σὲ γιγνομένου καὶ κατὰ μικρὸν ἐλλιπόντι,1 πάντως ἢ προφάσεις εὐλόγους εἰπὼν ἐπειρώμην ἂν τὴν μέμψιν ἐκκλίνειν, ἢ συγγνώμην ἁμαρτὼν αἰτεῖν οὐκ ἠρνούμην, ἐπεὶ μηδὲ ἄλλως ἀσύγγνωστον οἶδά σε πρὸς τοὺς σούς, εἴ τι τῶν πρὸς σὲ φιλικῶν ἐξήμαρτον ἄκοντες. νῦν δέ·2 οὐ γὰρ ἦν οὔτε σὲ παροφθῆναι θέμις οὔτε ἡμᾶς ἀμελεῖν, ἵνα τύχοιμεν ὧν ἀεὶ ζητοῦντες ποθοῦμεν· φέρε σοι καθάπερ ἐν ὅρῳ γραφῆς ἀπολογήσωμαι, καὶ δείξω μηδὲν ἐμαυτὸν ὧν ἐχρῆν εἰς σὲ παριδεῖν, ἀλλὰ μηδὲ μελλῆσαι τολμήσαντα.
我体察到了你责难之中的甘美,以及你如何两者平分秋色:既以手书赋予荣耀,又以责备进行规训。就我而言,若自知对你应尽的本分哪怕有一丝一毫的欠缺,我必会陈述合理的托辞以求避开责难,或者,作为犯错之人我也不会拒绝祈求宽恕;因为我知道,即使你的友人因身不由己而在对你的友谊责任上有所过失,你也绝非不可通融之人。然而实情并非如此——因为无论让你被忽视,还是让我们怠慢,都是非正义的,唯此我们才能求得我们一直探求并渴慕之物——且让我如同在正式诉状中那样向你申辩,并表明我对你应尽之事未曾有丝毫忽视,甚至连片刻的迟疑都未敢有过。
Ἦλθον ἐκ Παννονίας ἤδη τρίτον ἔτος τουτί,3 μόλις ἀφ’ ὧν οἶσθα κινδύνων καὶ πόνων σωθείς.ὑπερβὰς δὲ τὸν Καλχηδόνιον πορθμὸν καὶ ἐπιστὰς τῇ Νικομήδους πόλει σοὶ πρώτῳ καθάπερ πατρίῳ θεῷ τὰ πρωτόλεια τῶν ἐμαυτοῦ σώστρων ἀπέδωκα, σύμβολον τῆς ἀφίξεως τῆς ἐμῆς οἷον ἀντ’ ἀναθήματος ἱεροῦ τὴν εἰς σὲ πρόσρησιν ἐκπέμπων. καὶ ἦν ὁ κομίζων τὰ γράμματα τῶν βασιλείων ὑπασπιστῶν εἷς, Ἰουλιανὸς ὄνομα, Βακχύλου παῖς, Ἀπαμεὺς τὸ γένος, ᾧ διὰ τοῦτο μάλιστα τὴν ἐπιστολὴν ἐνεχείριζον, ὅτι καὶ πρὸς ὑμᾶς ἥξειν καί σε ἀκριβῶς εἰδέναι καθυπισχνεῖτο. μετὰ ταῦτά μοι καθάπερ ἐξ Ἀπόλλωνος ἱερὸν ἐφοίτα παρὰ σοῦ γράμμα, τὴν ἄφιξιν τὴν ἡμετέραν ἀσμένως σε ἀκηκοέναι δηλοῦν· ἦν δὲ τοῦτο ἐμοὶ δεξιὸν οἰώνισμα καὶ χρηστῶν ἐλπίδων ἀρχή, Ἰάμβλιχος ὁ σοφὸς καὶ τὰ Ἰαμβλίχου πρὸς ἡμᾶς γράμματα. τί με δεῖ λέγειν ὅπως ηὐφράνθην ἢ ἃ περὶ τὴν ἐπιστολὴν ἔπαθον σημαίνειν; εἰ γὰρ ἐδέξω τὰ παρ’ ἡμῶν ἕνεκα τούτων γραφέντα· ἦν δὲ δι’ ἡμεροδρόμου τῶν ἐκεῖθεν ἡκόντων ὡς σὲ πεμφθέντα· πάντως ἂν ὁπόσην ἐπ’ αὐτοῖς ἡδονὴν ἔσχον ἀφ’ ὧν ἐδήλουν ἐγίνωσκες. πάλιν ἐπανιόντος οἴκαδε τοῦ τροφέως τῶν ἐμαυτοῦ παιδίων, ἑτέρων ἦρχον πρὸς σὲ γραμμάτων, ὁμοῦ καὶ τὴν ἐπὶ τοῖς φθάνουσι χάριν ὁμολογῶν καὶ πρὸς τὸ ἑξῆς ἐν ἴσῳ παρὰ σοῦ τὴν ἀντίδοσιν αἰτῶν. μετὰ ταῦτα ἐπρέσβευσεν ὡς ἡμᾶς ὁ καλὸς Σώπατρος· ἐγὼ δὲ ὡς ἔγνων, εὐθὺς ἀναπηδήσας ᾖξα καὶ περιπλακεὶς ἐδάκρυον ὑφ’ ἡδονῆς, οὐδὲν ἄλλο ἢ σὲ καὶ τὰ παρὰ σοῦ πρὸς ἡμᾶς ὀνειροπολῶν γράμματα. ὡς δὲ ἔλαβον, ἐφίλουν καὶ τοῖς ὀφθαλμοῖς προσῆγον, καὶ ἀπρὶξ εἰχόμην, ὥσπερ δεδιὼς μὴ λάθῃ με ἀποπτὰν ἐν τῇ τῶν γραμμάτων ἀναγνώσει τὸ τῆς σῆς εἰκόνος ἴνδαλμα. καὶ δὴ καὶ ἀντέγραφον εὐθύς, οὐ πρὸς σὲ μόνον, ἀλλὰ καὶ πρὸς τὸν ἱερὸν Σώπατρον, τὸν ἐκείνου παῖδα, καθάπερ θρυπτόμενος ὅτι τὸν κοινὸν ἑταῖρον ἐκ τῆς Ἀπαμείας οἷον ἐνέχυρον τῆς ὑμετέρας ἀπουσίας ἀντειληφότες εἴημεν. ἐξ ἐκείνου τρίτην ἤδη πρὸς σὲ γεγραφώς, αὐτὸς οὐδεμίαν ἄλλην ἢ τὴν ἐν ᾗ μέμφεσθαι δοκεῖς ἐπιστολὴν ἐδεξάμην.
我从潘诺尼亚归来,至今已是第三个年头,历经你所深知的重重险难与劳顿才勉强得以保全性命。当我渡过迦克墩海峡、抵至尼科米底亚城时,便首先向你宛如向祖传的神明一般,献上了我获救的初熟祭礼,送去对你的问候,以此作为我抵达的表记,犹如献上神圣的还愿物。携带着那封书信的人是帝国侍卫之一,名叫尤利安,是巴基洛斯之子,原籍阿帕米亚;我之所以将信托付于他,主要是因为他保证不仅会前往你们那里,而且对你熟识。在此之后,一封来自你的神圣信件如阿波罗的神谕般降临于我,表明你欣然获悉了我们的抵达;对我而言,这是吉祥的征兆与美好希望的开端——智慧的伊安布利柯以及伊安布利柯致我们的书信!我何须细说我是如何欢喜,又何须表明我对那封书信怀有的情愫?因为若你收到了我们为此而写下的信函——那是由从彼处前来的信使送至你那里的——你定会从我所陈述的字句中知晓我从中获得了多么巨大的欣悦。其后,当我家孩童的启蒙塾师启程还乡时,我又开始了致你的另一封信,既是对先前诸信致以感激,亦是祈求你今后予以同等的复信。此后,俊美的索帕特罗斯奉使来到我们这里;我一得知消息,便立刻跃起飞奔而去,搂抱着他喜极而泣,梦魂所系别无他物,唯有你以及你寄给我们的书信。当我接到信时,便亲吻它并将它贴在双眼上,紧紧握住不放,仿佛唯恐在读信的过程中,你容貌的幻影会在不知不觉中飞遁而去。于是我立刻提笔复信,不仅致你,亦致他的儿子——圣洁的索帕特罗斯,仿佛因我们从阿帕米亚换得了共同的伙伴作为弥补你缺席的人质而感到自得。自那时起,我已向你写了第三封信,而我自己却未曾收到任何一封信,除了你在其中看似对我加以责备的那一封。
- 416cσυνῄδειν ἐμαυτῷ τοῦ πρὸς σὲ γιγνομένου καὶ κατὰ μικρὸν ἐλλιπόντι
复合动词 σύνοιδα ἐμαυτῷ(自知、反省)支配与其反身代词一致的与格分词 ἐλλιπόντι(亏欠、欠缺)。属格短语 τοῦ πρὸς σὲ γιγνομένου(对你应尽的礼数/本分)则由表示缺乏的动词 ἐλλείπω 所支配,作离格性/对象性属格。
- 416dνῦν δέ
承接前文的反事实条件句(εἰ μέν τι συνῄδειν ... ἂν ἐπειρώμην),用于回归现实事实的习惯表达(“然而事实上并非如此”)。其后紧接着插入了说明理由的 οὐ γὰρ ἦν 分句,从而引出后文的主句(φέρε ... ἀπολογήσωμαι)。
- 416dἤδη τρίτον ἔτος τουτί
宾格短语 τρίτον ἔτος 作表示时间跨度的状语性宾格(“至今已是第三个年头”)。带有直指性后缀 -ί 的指示代词 τουτί 强调叙述者当下的时间点,赋予表达以生动的现场感。
