- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:77.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者叙述了友人来信的抵达以及仅触及信件便使重病霍然痊愈的狂喜,表达了对书信的狂热依恋,并恳请将来重逢时友人将自己如逃犯般拴在身边、永不分离。
Ἦλθες κάλ’ ἐπόησας· ἦλθες γὰρ δὴ καὶ ἀπὼν οἷς γράφεις· ἐγὼ δέ σε μαόμαν, ἂν δ’ ἔφλεξας ἐμὰν φρένα καιομέναν πόθῳ. οὔκουν οὔτε ἀρνοῦμαι τὸ φίλτρον οὔτε ἀπολείπω σε κατ’ οὐδέν ἀλλὰ καὶ ὡς παρόντα τῇ ψυχῇ θεωρῶ καὶ ἀπόντι σύνειμι, καὶ οὐδὲν ἱκανόν ἐστί μοι πρὸς κόρον ἀρκέσαι. καίτοι σύ γε οὐκ ἀνίης καὶ παρόντας εὖ ποιῶν ἀεὶ καὶ ἀπόντας οὐκ εὐφραίνων μόνον οἷς γράφεις, ἀλλὰ καὶ σώζων. ὅτε γοῦν ἀπήγγειλέ μοί τις ἔναγχος, ὡς παρὰ σοῦ γράμματα κομίσας ἑταῖρος ἥκοι, ἐτύγχανον μὲν ἐν ἀηδίᾳ τοῦ στομάχου τριταῖος ἤδη καθεστὼς καί τι καὶ περιαλγῶς ἔχων τοῦ σώματος, ὡς μηδὲ ἔξω πυρετοῦ μεῖναι· σημανθὲν δέ,1 ὡς ἔφην, ὅτι μοι πρὸς ταῖς θύραις ὁ τὰ γράμματα ἔχων εἴη, ἐγὼ μὲν ὥσπερ τις ἀκρατὴς ἑαυτοῦ καὶ κάτοχος ἀναπηδήσας ᾖξα πρὶν ὅ τι δέοι παρεῖναι. ἐπεὶ δὲ καὶ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν μόνον, ὀμνύω τοὺς θεοὺς αὐτοὺς καὶ τὸν ἐπὶ σοί με ἀνάψαντα πόθον, ὡς ἅμα τε ἔφυγον οἱ πόνοι καί με καὶ ὁ πυρετὸς ἀνῆκεν εὐθύς,2 ὥσπερ τινὶ τοῦ σωτῆρος ἐναργεῖ παρουσίᾳ δυσωπούμενος. ὡς δὲ καὶ λύσας ἀνέγνων, τίνα με ἡγῇ ψυχὴν ἐσχηκέναι τότε ἢ πόσης ἡδονῆς ἀνάπλεων γεγενῆσθαι, τὸν φίλτατον, ὡς φής, ἀνέμων, τὸν ἐρωτικὸν ἀληθῶς, τὸν διάκονον τῶν καλῶν ὑπερεπαινοῦντά τε καὶ φιλοῦντα3 δικαίως, ὅτι μοι τῶν παρὰ σοῦ γραμμάτων ὑπηρέτης γέγονεν, οἱονεὶ πτηνοῦ δίκην ἡμῖν τὴν ἐπιστολὴν διευθύνας οὐρίῳ τε καὶ πομπίμῳ πνεύματι, δι’ ἧς οὐ μόνον ὑπῆρξεν ἡσθῆναί μοι τὰ εἰκότα περὶ σοῦ γνόντι, ἀλλὰ καὶ αὐτῷ κάμνοντι παρὰ σοῦ σωθῆναι; τά γε μὴν ἄλλα πῶς ἃ πρῶτον πρὸς τὴν ἐπιστολὴν ἔπαθον εἴποιμ’ ἄν, ἢ πῶς ἂν ἀρκούντως ἐμαυτοῦ τὸν ἔρωτα καταμηνύσαιμι; ποσάκις ἀνέδραμον εἰς ἀρχὴν ἐκ μέσου; ποσάκις ἔδεισα μὴ πληρώσας λάθω;4 ποσάκις ὥσπερ ἐν κύκλῳ τινὶ καὶ στροφῆς περιόδῳ τοῦ συμπεράσματος τὸ πλήρωμα πρὸς τὴν ἀρχὴν ἀνεῖλκον, οἷον ἐν ᾄσματι μουσικῷ ταὐτὸν τοῦ ῥυθμοῦ τῷ τέλει τὸ πρὸς τὴν ἀρχὴν ἡγούμενον μέλος ἀντιδιδούς· ἢ καὶ νὴ Δία τὰ ἑξῆς τούτων, ὁσάκις μὲν τῷ στόματι τὴν ἐπιστολὴν προσήγαγον, ὥσπερ αἱ μητέρες τὰ παιδία περιπλέκονται, ὁσάκις δὲ ἐνέφυν τῷ στόματι καθάπερ ἐρωμένην ἐμαυτοῦ φιλτάτην ἀσπαζόμενος, ὁσάκις δὲ τὴν ἐπιγραφὴν αὐτήν, ἣ χειρὶ σῇ καθάπερ ἐναργεῖ σφραγῖδι ἐσεσήμαντο, προσειπὼν καὶ φιλήσας, εἶτα ἐπέβαλον τοῖς ὀφθαλμοῖς, οἱονεὶ τοῖς τῆς ἱερᾶς ἐκείνης δεξιᾶς δακτύλοις τῷ τῶν γραμμάτων ἴχνει προσπεφυκώς. χαῖρε δὲ καὶ αὐτὸς ἡμῖν πολλά, καθάπερ ἡ καλὴ Σαπφώ φησι, καὶ οὐκ ἰσάριθμα μόνον τῷ χρόνῳ, ὃν ἀλλήλων ἀπελείφθημεν, ἀλλὰ γὰρ καὶ ἀεὶ χαῖρε, καὶ γράφε καὶ μέμνησο ἡμῶν τὰ εἰκότα. ὡς ἡμᾶς γε οὐκ ἐπιλείψει χρόνος, ἐν ᾧ σε μὴ πάντη καὶ ἐν παντὶ καιρῷ καὶ λόγῳ διὰ μνήμης ἕξομεν. ἀλλ’ ἡμῖν εἴ ποθι Ζεὺς δοίη ἱκέσθαι ἐς πατρίδα γαῖαν, καί σου τὴν ἱερὰν ἐκείνην ἑστίαν αὖθις ὑπέλθοιμεν, μὴ φείσῃ λοιπὸν ὡς φυγάδος, ἀλλὰ δῆσον, εἰ δοκεῖ, πρὸς τοῖς σεαυτοῦ θώκοις τοῖς φιλτάτοις, ὥσπερ τινὰ Μουσῶν λιποτάκτην ἑλών, εἶτα τοῖς εἰς τιμωρίαν ἀρκοῦσι παιδεύων. πάντως οὐδὲ ἄκων ὑποστήσομαι τὴν δίκην, ἀλλ’ ἑκὼν δὴ καὶ χαίρων, ὥσπερ ἀγαθοῦ πατρὸς ἐπανόρθωσιν προμηθῆ καὶ σωτήριον. εἰ δὲ δή μοι καὶ κατ’ ἐμαυτοῦ τὴν κρίσιν ἐθέλοις πιστεῦσαι καὶ διδοίης ἐνεγκεῖν ἣν βούλομαι, ἐμαυτόν, ὦ γενναῖε, τῷ σῷ χιτωνίσκῳ προσάψαιμι ἂν ἡδέως, ἵνα σου κατὰ μηδὲν ἀπολειποίμην, ἀλλὰ συνείην ἀεὶ καὶ πανταχῆ προσφεροίμην, ὥσπερ οὓς οἱ μῦθοι διφυεῖς ἀνθρώπους πλάττουσιν. εἰ μὴ κἀκεῖνο οἱ μῦθοι λέγουσι μὲν ὡς παίζοντες, αἰνίττονται δὲ εἰς τὸ τῆς φιλίας ἐξαίρετον, ἐν τῷ τῆς κοινωνίας δεσμῷ τὸ δι’ ἑκατέρου τῆς ψυχῆς ὁμογενὲς ἐμφαίνοντες.
“你来了,你来得正好”——因为通过你的来信,即便身处异地,你也确实已然降临;“而我一直渴望着你,你点燃了我那因相思而灼痛的心扉。”因此,我既不否认这股情愫,也绝不在任何事上离弃你;反而在心灵中将你视同眼前之人,与缺席的你朝夕相伴,而且再没有什么能使我感到厌足。然而,你向来不曾停止善待身旁之人,并借由手书不仅使远方之人满心欢悦,更能将他们挽救。无论如何,不久前当有人向我通报,说一位同伴携带着你的书信到来时,我适逢胃部不适已有三天,身体各处剧痛难忍,甚至片刻不曾退烧。但正如我所言,一旦获悉执信之人已在门前,我便如同一位无法自持、神魂颠倒之人,一跃而起,在任何应备之物尚未齐备之前就飞奔而去。当我仅仅把信函接在手中时——我指着诸神本身以及因你而在我心中燃起的相思起誓——所有的病痛顿时烟消云散,高烧也立刻退去,仿佛慑服于某位救主的昭彰降临。而当我拆封诵读之时,你当想见我当时怀有怎样的心境,或是充溢着何等的欢愉;我极力称赞并理所当然地钟爱着那正如你所说的“最亲爱的清风”、那真正传递爱意的使者、美好事物的侍者,因他成了你致我书信的差役,乘着顺畅而护送的清风,犹如飞鸟般将信直接送达我们手中;通过这封信,我不仅得以在获知你的安好消息时欣喜若狂,更在我自身患病之际因你而获救。至于我对这封书信最初所产生的其余感受,我究竟又该如何言表?我又怎能充分表明自己的爱慕?有多少次我读到一半又折回开端?有多少次我唯恐自己在不知不觉中便读完了全文?又有多少次我仿佛在某种圆环和乐段的循环往复中,将结尾的完满拉回到开头,就像在乐曲中以引向开端的旋律来呼应韵律的终结!或者凭宙斯起誓,在这些之后所发生的事:我曾多少次将信贴在唇边,如同母亲搂抱孩童一般;多少次双唇紧附其上,宛若亲吻我最挚爱的恋人;多少次向那题头致意并亲吻——那是由你的亲手所书,犹如明晰的印记——随后又将它贴在双眼上,就仿佛攀附在字迹的痕迹上,触碰着那神圣右手的指尖!你自己也要多蒙福乐,正如秀美的萨福所言;不仅在数量上要与我们彼此分离的岁月相等,更要永远安康,常来书信,并适当地记念我们。因为对我们而言,决不会有任何时刻,不在各处、在一切机缘和言谈中将你铭记于心。然而,若宙斯在何处赐予我们重返故土,使我们能再次步入你那神圣的家塾,此后请切勿像对待逃犯那样姑息我,而只要你乐意,大可将我捆绑在你最亲切的坐席之旁,犹如捕获了某个缪斯的逃兵,继而以足以施惩之法加以训诫。无论如何,我绝不会心不甘情不愿地领受责罚,反倒会欣然而欣喜地承受,就如同承受一位仁父那具远见而施拯救的匡正。倘若你真愿将惩戒我的裁决托付予我自身,容许我作出我所希求的裁决,那么,高贵的人啊,我愿欣然将自己系在你的短袍上,使我在任何事上都不与你分离,而是永远与你同在,无论何处都紧紧随行,恰如神话中所捏造的那些双体之人。除非神话即便看似在说笑,实则也是在隐喻友谊的至高境界,在共处的纽带中彰显彼此灵魂的同气连枝。
- 447aσημανθὲν δέ
非人称动词不定过去时被动分词的中性单数宾格,构成绝对宾格结构(accusative absolute)。它统领随后的 ὅτι 从句(“执信之人已在门前”),意为“当接到通报说……”。
- 447aὡς ἅμα τε ἔφυγον οἱ πόνοι καί με καὶ ὁ πυρετὸς ἀνῆκεν εὐθύς
由发誓动词 ὀμνύω 所引出的 ὡς 从句内部的句式。相关结构 ἅμα τε ... καί ... 强调手刚触及信函的那一刻,“病痛退去”与“高烧即刻消退”是同时且并行发生的。
- 447bὑπερεπαινοῦντά τε καὶ φιλοῦντα
现在时阳性单数宾格分词,与 τίνα με ἡγῇ ψυχὴν ἐσχηκέναι... 这一“宾格加不定式”结构中的宾格主语 με 在性数格上保持一致。尽管中间插入了长句且存在语序离隔,它们仍修饰作者自身当时的行为与心态(“极力称赞并钟爱着……”)。
- 447cμὴ πληρώσας λάθω
依附于动词 ἔδεισα(“我恐惧”)之后的惧怕从句(μὴ ... λάθω),其内部结合了 λανθάνω 与分词 πληρώσας 的固定惯用句式,表示担忧自己在不知不觉中读完了信件(“唯恐自己在无意中竟已卒读”)。
