← 朱利安

书信集

§76.1

离别之苦与重逢之望

作者称在旅途诸般严峻的磨难中,与受信人的分离乃是最大的痛苦,并盼望早日重逢倾诉衷肠,在此期间则祈愿通过书信往来维系情谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§76.1

Ἱκανὴν ὁμολογῶ τῆς σῆς ἀπολείψεως1 ἐκτετικέναι δίκην οὐ μόνον οἷς παρὰ τὴν ἀποδημίαν συνηνέχθην ἀνιαροῖς, ἀλλὰ γὰρ καὶ αὐτῷ τούτῳ πλέον, ὅτι σου τὸν τοσοῦτον ἀπελείφθην χρόνον, καίτοι πολλαῖς καὶ ποικίλαις πανταχοῦ χρησάμενος τύχαις, ὡς μηδὲν ἀπείρατον καταλιπεῖν. ἀλλὰ καὶ πολέμων θορύβους καὶ πολιορκίας ἀνάγκην καὶ φυγῆς πλάνην καὶ φόβους παντοίους, ἔτι δὲ χειμώνων ὑπερβολὰς καὶ νόσων κινδύνους καὶ τὰς ἐκ Παννονίας τῆς ἄνω μέχρι τοῦ κατὰ τὸν Καλχηδόνιον πορθμὸν διάπλου μυρίας δὴ καὶ πολυτρόπους συμφορὰς ὑπομείνας οὐδὲν οὕτω λυπηρὸν οὐδὲ δυσχερὲς ἐμαυτῷ συμβεβηκέναι φαίην ἂν ὡς ὅτι σὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἀγαθὸν ἐπὶ τοσοῦτον χρόνον τὴν ἑῴαν ἀπολιπὼν οὐκ εἶδον·2 ὥστ’ εἴπερ ἀχλύν τινα τοῖς ἐμοῖς ὀφθαλμοῖς καὶ νέφος πολὺ περικεῖσθαι λέγοιμι, μὴ θαυμάσῃς. τότε γὰρ δή με καὶ ἀὴρ εὔδιος καὶ φέγγος ἡλίου λαμπρότατον καὶ οἷον ἔαρ ἀληθῶς τοῦ βίου περιέξει κάλλιστον, ὅταν σὲ τὸ μέγα τῆς οἰκουμένης ἄγαλμα περιπτύξωμαι καὶ, καθάπερ ἀγαθῷ πατρὶ παῖς γνήσιος ἐκ πολέμου τινὸς ἢ διαποντίου κλύδωνος ἀνελπίστως ὀφθεὶς, εἶτα ὅσα ἔπαθον καὶ δι’ ὅσων ἦλθον κινδύνων εἰπὼν καὶ οἷον ἐπ’ ἀγκύρας ἱερᾶς ὁρμιζόμενος ἀρκοῦσαν ἤδη παραψυχὴν τῶν ἀλγεινῶν εὕρωμαι.3 παραμυθεῖται γάρ, ὡς εἰκός, καὶ ἐπικουφίζει τὰς συμφοράς, ὅταν τις ἃ πέπονθεν εἰς τοὺς ἄλλους ἔκφορα καθιστὰς διανείμῃ τοῦ πάθους τὴν γνῶσιν ἐν τῇ κοινωνίᾳ τοῦ λόγου. τέως γε μὴν οἷς ἔχω σε κατὰ δύναμιν τὴν ἐμὴν μέτειμι· καὶ γὰρ οὐ παύσομαι τὸν ἐν μέσῳ τῆς ἀπολείψεως χρόνον ἐν τῷ τῶν γραμμάτων θεραπεύων συνθήματι. εἰ δὲ δὴ καὶ ἀντιτύχοιμι παρὰ σοῦ τῶν ἴσων, ὑφήσω τί καὶ μικρόν, οἷον ἀντὶ σωτηρίου τινὸς συμβόλου τοῖς σοῖς ὁμιλῶν γράμμασι. σὺ δὲ δέχοιο μὲν εὐμενῶς τὰ παρ’ ἡμῶν, παρέχοις δὲ καὶ σεαυτὸν εἰς ἀμοιβὴν εὐμενέστερον, ὡς ὅ τι ἄν σημήνῃς καλὸν ἢ γράψῃς, τοῦτο ἀντὶ τῆς Ἑρμοῦ λογίου φωνῆς ἢ τῆς Ἀσκληπιοῦ χειρὸς παρ’ ἡμῶν κρίνεται.

我承认,我已为与你的分离偿付了足够的代价,这不仅是通过旅途中所遭遇的诸般痛苦,而且更主要是由于这一事实本身:我离开你竟有如此之久——尽管我在各处经历了繁复多样的运数,以致未曾留下任何未尝之事。然而,纵然我忍受了战争的扰攘、围城的逼迫、逃亡的流徙、各样的恐惧,乃至严冬暴雪的侵袭、疾患的凶险,以及从上潘诺尼亚直至迦克墩海峡航程中那数不胜数、千差万别的灾厄,但我仍敢断言,再没有比离开东方后如此长久未能得见你——希腊人共同的至宝——更令我痛心和难堪的遭遇了;因此,若我说自己的双目覆有某种幽暗与浓云,请你切勿称奇。因为只有到了那个时候,晴朗的空气、至为明媚的日光以及真正犹如生命中最美妙的阳春才会将我环绕:即当我紧紧拥抱你——这文明世界伟大的荣耀,犹如真正的爱子在战火或惊涛骇浪之后意外重见仁父一般,随后倾诉我所遭受的一切并历经了何等险阻,就如同系泊于神圣的锚链之上,最终为诸般痛苦寻得充分的慰藉。因为正如理所当然的那样,当有人将自身的受难向他人倾诉、并在言语的交契中分担那受难之识时,灾厄便会得到抚慰与减轻。无论如何,眼下我将尽己所能、以我所拥有的手段追寻你;因为在彼此分离的这段时日里,我决不会停止借由书信的誓盟来奉侍与思念你。倘若我也能从你那里得到同样的厚意相报,我便能稍感宽解,仿佛将你的来信当作某种拯救的标识而与之朝夕相伴。愿你仁慈地接纳我们的致意,并在回信时展现更加慈和的身姿,因为凡是你所垂示的嘉言或手泽,在我们的评判中皆堪比善辩的赫尔墨斯之纶音或阿斯克勒庇俄斯之手。

语法注3 条
  1. 448dτῆς σῆς ἀπολείψεως

    依存于 δίκην ἐκτετικέναι(为……付出代价/偿罚)的表示原因或罪尤的属格,意为“因离开你”。所有格形容词 σῆς 具宾格性质,指示分离的对象。

  2. 449aἀλλὰ καὶ πολέμων θορύβους καὶ πολιορκίας ἀνάγκην καὶ φυγῆς πλάνην καὶ φόβους παντοίους, ἔτι δὲ χειμώνων ὑπερβολὰς καὶ νόσων κινδύνους καὶ τὰς ἐκ Παννονίας τῆς ἄνω μέχρι τοῦ κατὰ τὸν Καλχηδόνιον πορθμὸν διάπλου μυρίας δὴ καὶ πολυτρόπους συμφορὰς ὑπομείνας οὐδὲν οὕτω λυπηρὸν οὐδὲ δυσχερὲς ἐμαυτῷ συμβεβηκέναι φαίην ἂν ὡς ὅτι σὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἀγαθὸν ἐπὶ τοσοῦτον χρόνον τὴν ἑῴαν ἀπολιπὼν οὐκ εἶδον

    由长篇让步分词短语引向主句的复杂句式。分词 ὑπομείνας 统辖自 πολέμων θορύβους 至 μυρίας ... συμφοράς 的一长串直接宾语,随后落在表示潜在可能的希求式主句谓语 φαίην ἄν 上。主句内部采用 οὐδὲν οὕτω λυπηρὸν ... ὡς ὅτι ...(没有什么比……这一事实更为痛苦)的比较强调结构。

  3. 449cὅταν σὲ τὸ μέγα τῆς οἰκουμένης ἄγαλμα περιπτύξωμαι καὶ, καθάπερ ἀγαθῷ πατρὶ παῖς γνήσιος ἐκ πολέμου τινὸς ἢ διαποντίου κλύδωνος ἀνελπίστως ὀφθεὶς, εἶτα ὅσα ἔπαθον καὶ δι’ ὅσων ἦλθον κινδύνων εἰπὼν καὶ οἷον ἐπ’ ἀγκύρας ἱερᾶς ὁρμιζόμενος ἀρκοῦσαν ἤδη παραψυχὴν τῶν ἀλγεινῶν εὕρωμαι

    由时间从属连词 ὅταν 引导的两个并列虚拟法动词 περιπτύξωμαι 和 εὕρωμαι 构成骨架。在后者之前,嵌套了与比喻主体(παῖς)一致的分词 ὀφθείς,以及修饰说话者自身的分词 εἰπών 和 ὁρμιζόμενος,生动展现了重逢后倾诉苦难并得享宁静的图景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:76.1