← 朱利安

书信集

§75.1

致扬布利柯信:叹色雷斯度冬与离别之苦

作者慨叹身陷色雷斯度冬且无法与扬布利柯相见的境遇,借由化用荷马诗句抒发渴慕,并嘱托友人安居故园,自己则立誓顺从命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75.1

Ὦ Ζεῦ, πῶς ἔχει καλῶς ἡμᾶς μὲν ἐν Θρᾴκῃ διάγειν μέσῃ καὶ τοῖς ἐνταῦθα σιροῖς ἐγχειμάζειν, παρ’ Ἰαμβλίχου δὲ τοῦ καλοῦ καθάπερ ἑῴου τινὸς ἔαρος ἡμῖν τὰς ἐπιστολὰς ἀντὶ χελιδόνων πέμπεσθαι, καὶ μήτε ἡμῖν εἶναι μηδέπω παρ’ αὐτὸν ἐλθεῖν μήτ’ αὐτῷ παρ’ ἡμᾶς ἥκειν ἐξεῖναι;1 τίς ἂν ἑκὼν εἶναι2 ταῦτα δέξαιτο, ἐὰν μὴ Θρᾴξ τις ᾖ καὶ Τηρέως ἀντάξιος; "Ζεῦ ἄνα, ἀλλὰ σὺ ῥῦσαι ἀπὸ Θρῄκηθεν Ἀχαιούς· ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι" ποτὲ τὸν ἡμέτερον Ἑρμῆν καὶ τά τε ἀνάκτορα αὐτοῦ προσειπεῖν καὶ τοῖς ἕδεσιν ἐμφῦναι, καθάπερ τὸν Ὀδυσσέα φασίν, ὅτε ἐκ τῆς ἄλης τὴν Ἰθάκην εἶδεν. ἀλλ’ ἐκεῖνον μὲν οἱ Φαίακες ἔτι καθεύδοντα ὥσπερ τι φορτίον ἐκθέμενοι τῆς νεὼς ᾤχοντο· ἡμᾶς δὲ οὐδὲ ὕπνος αἱρεῖ, μέχρις ἂν σέ, τὸ μέγα τῆς οἰκουμένης ὄφελος, ἰδεῖν ἐγγένηται. καίτοι σὺ μὲν τὴν ἑῴαν ὅλην ἐμέ τε καὶ τὸν ἑταῖρον Σώπατρον εἰς τὴν Θρᾴκην μετενηνοχέναι προσπαίζεις· ἡμῖν δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἕως ἂν Ἰάμβλιχος μὴ παρῇ, Κιμμερίων ἀχλὺς συνοικεῖ. καὶ σὺ μὲν δυοῖν θάτερον αἰτεῖς, ἢ ἡμᾶς παρὰ σὲ ἥκειν ἢ αὐτόν σε παρ’ ἡμᾶς. ἡμῖν δὲ τὸ μὲν ἕτερον εὐκταῖόν τε ὁμοῦ καὶ σύμφορον, αὐτοὺς ἐπανελθεῖν ὡς σὲ καὶ τῶν παρὰ σοὶ καλῶν ἀπολαῦσαι· τὸ δὲ ἕτερον εὐχῆς μὲν ἁπάσης κρεῖττον. ἐπεὶ δὲ ἀδύνατόν σοί γε καὶ ἀξύμφορόν ἐστι, σὺ μὲν οἴκοι μένειν καὶ χαίρειν καὶ τὴν ἡσυχίαν ἣν ἔχεις σώζειν,3 ἡμεῖς δὲ ὅ, τι ἂν θεὸς διδῷ γενναίως οἴσομεν. ἀνδρῶν γὰρ ἀγαθῶν εἶναί φασι τὸ μὲν εὔελπι κεκτῆσθαι καὶ τὰ δέοντα πράττειν, ἕπεσθαι δὲ τοῖς ἀναγκαίοις τοῦ δαίμονος.

宙斯啊,当我们身处色雷斯腹地、在当地的地窖中度过寒冬,而从高贵的扬布利柯那里送来的信件却如同来自东方的春日般代替燕子飞至,我们既尚不能前往他处,他亦不被允许来到我们身边,这怎能称得上是好事?若非是个色雷斯人且堪比忒柔斯,谁又会甘愿承受这般处境呢? “宙斯我王,且救阿开奥斯人脱离色雷斯;祈赐晴霁,容双目得以亲见”,有朝一日得以瞻仰我们的赫尔墨斯,向他的府邸致以问候,并紧贴其圣座,正如人们传说奥德修斯历经流浪得见伊萨卡时所做的那样。然而,淮阿喀亚人趁奥德修斯仍在沉睡时将他犹如货物一般搬下船便离去了;对于我们而言,甚至连睡眠也不肯临照,直到得以亲见你——这个文明世界的伟大恩泽之日为止。虽然你打趣说我与同伴索帕特罗斯已将整个东方搬移到了色雷斯;但对我们而言,若要直抒实情,只要扬布利柯不在身旁,奇美里亚人的阴云便与我们同居一室。你所要求的乃是二者择一:要么我们去往你处,要么你亲自来到我们身边。于我们而言,其一既堪祈愿又大有裨益,即我们亲自回到你那里,享领你身旁的诸般美善;而另一条则胜过一切祈祷。但既然此举对你既不可能亦不相宜,愿你留在故园、自得康安并谨守你所拥有的静谧,而我们将崇高地承受神明所赐予的一切。因为人们常说,怀抱善望并恪尽职责,同时顺从神明的必然旨意,才属于贤人之行。

语法注3 条
  1. 439aμήτε ἡμῖν εἶναι μηδέπω παρ’ αὐτὸν ἐλθεῖν μήτ’ αὐτῷ παρ’ ἡμᾶς ἥκειν ἐξεῖναι

    前半句的 εἶναι 与与格和不定式连用,相当于 ἔξεστιν(“可能”),与后半句的 ἐξεῖναι 形成对仗;μήτε ... μήτε 将双方的不可能性对称地并列起来。

  2. 439aἑκὼν εἶναι

    限定性绝对不定式习语,意为“甘愿”、“自愿地”,常见于否定句或条件句中,作修饰主语意愿的限定成分。

  3. 439dσὺ μὲν οἴκοι μένειν καὶ χαίρειν καὶ τὴν ἡσυχίαν ἣν ἔχεις σώζειν

    此处的三个不定式作命令式使用(祈使性不定式),表达规劝或愿望,并通过 μέν ... δέ 与后续主句中的陈述语气将来时 οἴσομεν 形成对比,劝勉对方安居修好,而自身则勇毅承受命运。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:75.1