- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:74.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借神话典故自谦才疏学浅,但因对方的敦促而奉上自己为海峡架桥所作的辞章,并恳请对方予以包容和指正。
Ἐχρῆν μὲν ἡμᾶς τῷ γράμματι πειθομένους τῷ Δελφικῷ γιγνώσκειν ἑαυτοὺς καὶ μὴ τολμᾶν ἀνδρὸς ἀκοῆς τοσούτου καταθαρρεῖν,1 ᾧ καὶ ὀφθέντι μόνον ἀντιβλέψαι δυσχερές, ἤ που τὴν πάνσοφον ἁρμονίαν κινοῦντι πρὸς τὸ ἴσον ἐλθεῖν,2 ἐπεὶ κἂν Πανὶ μέλος λιγυρὸν ἠχοῦντι πᾶς ὅστις ἐκσταίη,3 κἂν Ἀρισταῖος ᾖ, καὶ Ἀπόλλωνι πρὸς κιθάραν ψάλλοντι πᾶς ὅστις ἠρεμοίη, κἂν τὴν Ὀρφέως μουσικὴν εἰδῇ. τὸ γὰρ ἧττον τῷ κρείττονι, καθ’ ὅσον ἐστιν, εἴκοι ἂν δικαίως, εἰ μέλλοι τό τε οἰκεῖον καὶ τὸ μὴ τί ἐστι γιγνώσκειν. ὅστις δ’ ἐνθέῳ μουσικῇ θνητὸν ἀνθαρμόσαι μέλος ἤλπισεν, οὐκ ἔμαθέ που τὸ Μαρσύου τοῦ Φρυγὸς πάθος, οὐδὲ τὸν ὁμώνυμον ἐκείνῳ ποταμόν, ὃς μανέντος αὐλητοῦ τιμωρίαν μαρτυρεῖ, ἀλλ’ οὐδὲ τὴν Θαμύριδος τοῦ Θρακὸς τελευτὴν ἤκουσεν, ὃς ταῖς Μούσαις οὐκ εὐτυχῶς ἀντεφθέγξατο. τί γὰρ δεῖ τὰς Σειρῆνας λέγειν, ὧν ἔτι τὸ πτερὸν ἐπὶ τοῦ μετώπου φέρουσιν αἱ νικήσασαι; ἀλλ’ ἐκείνων μὲν ἕκαστος ἀμούσου τόλμης ἀρκοῦσαν ἔτι καὶ νῦν ἐκτίνει τῇ μνήμῃ δίκην, ἡμᾶς δὲ ἔδει μέν, ὡς ἔφην, εἴσω τῶν οἰκείων ὅρων ἑστάναι καὶ τῆς ὑπὸ σοῦ μουσικῆς ἐμφορουμένους ἠρεμεῖν, ὥσπερ οἳ τὴν Ἀπόλλωνος μαντείαν ἐξ ἀδύτων ἱερῶν προϊοῦσαν ἡσυχῇ δέχονται· ἐπεὶ δ’ αὐτὸς ἡμῖν τοῦ μέλους τὸ ἐνδόσιμον μνηστεύεις καὶ οἷον Ἑρμοῦ ῥάβδῳ τῷ παρὰ σαυτοῦ λόγῳ κινεῖς καὶ διεγείρεις καθεύδοντας, φέρε σοι, καθάπερ οἱ τῷ Διονύσῳ τὸν θύρσον κρούσαντι πρὸς τὴν χορείαν ἄνετοι φέρονται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῷ σῷ πλήκτρῳ τὸ εἰκὸς ἀντηχήσωμεν, ὥσπερ οἱ τῷ χοροστάτῃ πρὸς τὸ ἀνάκλημα τοῦ ῥυθμοῦ συνομαρτοῦντες. καὶ πρῶτόν σοι τῶν λόγων, οὓς βασιλεῖ κελεύσαντι πρὸς τὴν ἀοίδιμον τοῦ πορθμοῦ ζεῦξιν ἔναγχος ἐξειργασάμεθα, ἐπειδὴ τοῦτό ἐστί σοι δοκοῦν, ἀπαρξώμεθα, μικρὰ μὲν ἀντὶ μεγάλων καὶ τῷ ὄντι χαλκᾶ χρυσῶν ἀντιδιδόντες,4 οἷς δὲ ἔχομεν ξενίοις τὸν Ἑρμῆν τὸν ἡμέτερον ἑστιῶντες. πάντως οὐδὲ τῆς Ἑκάλης ὁ Θησεὺς τοῦ δείπνου τὸ λιτὸν ἀπηξίωσεν, ἀλλ’ ᾔδει καὶ μικροῖς ἐς τὸ ἀναγκαῖον ἀρκεῖσθαι. ὁ Πὰν δὲ ὁ νόμιος τοῦ παιδὸς τοῦ βουκόλου τὴν σύριγγα προσαρμόσαι τοῖς χείλεσιν οὐκ ἠτίμασε. προσοῦ δὴ καὶ αὐτὸς τὸν λόγον εὐμενεῖ νεύματι, καὶ μὴ ἀποκνήσῃς ὀλίγῳ μέλει μεγάλην ἀκοὴν ἐνδοῦναι. ἀλλ’ ἐὰν μὲν ἔχῃ τι δεξιόν, αὐτός τε ὁ λόγος εὐτυχεῖ καὶ ὁ ποιητὴς αὐτοῦ τῆς παρὰ τῆς Ἀθηνᾶς ψήφου τὴν μαρτυρίαν προσλαβών. εἰ δ’ ἔτι χειρὸς ἐντελοῦς εἰς τὸ τοῦ ὅλου πλήρωμα προσδεῖται, μὴ ἀπαξιώσῃς αὐτὸς τὸ ἐνδέον προσθεῖναι. ἤδη που καὶ ἀνδρὶ τοξότῃ κληθεὶς ὁ θεὸς παρέστη καὶ συνεφήψατο τοῦ βέλους, καὶ κιθαρῳδῷ τὸν ὄρθιον ᾄδοντι πρὸς τὸ ἐλλεῖπον τῆς χορδῆς ὑπὸ τῷ τέττιγι τὸ ἴσον ὁ Πύθιος ἀντεφθέγξατο.5
我们本应当遵从德尔斐的神谕铭文,自知其分,不敢冒昧去触及这般一位伟大之人的听觉——他仅是显现容貌,人便难与他对视,更遑论在其拨动博奥神妙的和音时与他分庭抗礼了。因为每当潘神吹响清亮的小调,任谁都会退避,哪怕他是阿里斯泰俄斯;每当阿波罗依着七弦琴弹奏,任谁都会静默,哪怕他深谙奥菲斯的乐艺。凡劣者自当顺应其差距向优者退让,倘若它要省察何者属于自己、何者不属于自己的话。然而,凡期冀以凡人之调去比和神受之乐者,想必既未获悉弗里吉亚人马耳叙阿斯的苦难,亦不知晓那条与他同名、见证了那狂乱笛手所受惩戒的河流,更未听闻色雷斯人萨慕里斯的末路——他曾不幸地向缪斯们发出挑衅之声。又何必提起塞壬们呢?胜利的女神们至今仍在额头上佩戴着她们的羽翼。然而,他们当中的每一个人,因其粗野狂悖的放肆,至今仍借由后世的记忆付出足够的惩罚代价。至于我们,正如我所言,本应当停留在自身的界限之内,饱饫于你所赐予的音乐中而安歇,如同那些静静承受自神圣至圣所中传出的阿波罗神谕之人一般。但既然是你亲自向我们求取此曲的起首音,并以出自你自身的言辞犹如赫尔墨斯的杖一般,摇撼并唤醒了沉睡之人,那么来吧,正如那些当狄俄尼索斯叩击神杖时便被释然而引向曼舞的人们一样,我们也愿在你的拨子之下,如同依循节拍号令而伴随领舞者的人们那般,回荡起适宜的和鸣。既然这是你的心意,我们就首先将先前奉王者之命、为那传颂一时的海峡架桥之事所撰作的辞章,作为献给你的初熟之物奉上——以微薄换取博大,实则是以铜换金,用我们所拥有的薄礼来款待我们的赫尔墨斯。无论如何,即便忒修斯也未曾轻视赫卡勒餐饭的简陋,而是深知在必需之事上甘于简薄;牧神潘也未曾把牧牛少年的苇笛凑近自己的嘴唇视为耻辱。因此,请你亲自以温存的嘉许接纳这篇辞章,切莫吝于将你广博的垂听赐予微不足道的曲调。诚然,倘若它尚有一二精妙之处,这篇辞章本身便属幸运,其作者在进一步获得来自雅典娜的一票见证后亦属幸运;但若它为臻于整体的圆融而仍需一只纯熟的手,请切莫拒绝亲自补足其缺失之处。毕竟,昔日也曾有神明在受到呼求时立于弓箭手身侧,共同挽动箭矢;当弦琴歌手唱起高亢之调时,皮托之神也曾借蝉鸣而回荡起同样的声音,以补齐琴弦的短缺。
- 420bἀνδρὸς ἀκοῆς τοσούτου καταθαρρεῖν
动词 καταθαρρεῖν 支配属格,意为“大胆挑衅、冒犯、放肆对待”。此处 ἀκοῆς(听觉、耳)为动词直接支配的属格,ἀνδρὸς τοσούτου(如此伟大之人的)作其定语所有格。
- 420bᾧ καὶ ὀφθέντι μόνον ἀντιβλέψαι δυσχερές, ἤ που τὴν πάνσοφον ἁρμονίαν κινοῦντι πρὸς τὸ ἴσον ἐλθεῖν
与格关系代名词 ᾧ 的先行词为 ἀνδρός,并同时呼应分词 ὀφθέντι 与 κινοῦντι。短语 ἤ που 引出“更不用说,况且”的递进比较(a fortiori),不定词 ἀντιβλέψαι 与 πρὸς τὸ ἴσον ἐλθεῖν 共同作为 δυσχερές [ἐστιν] 的主语。
- 420bἐπεὶ κἂν Πανὶ μέλος λιγυρὸν ἠχοῦντι πᾶς ὅστις ἐκσταίη
句首的 κἂν 实为 καὶ ἄν,提前引出主句潜在希求法动词 ἐκσταίη 所需的 ἄν;这不同于紧随其后的 κἂν Ἀρισταῖος ᾖ 中的 κἂν(即 καὶ ἐάν,引导让步虚拟语气)。主句核心结构为 πᾶς ὅστις ἐκσταίη ἄν(任谁都会退避)。
- 421bχαλκᾶ χρυσῶν ἀντιδιδόντες
此语化用荷马《伊利亚特》第6卷236行(格劳科斯与狄俄墨得斯交换铠甲)的著名典故,常作谚语指“以劣换优,以微报博”。χρυσῶν 为表交换或价值的属格,由分词 ἀντιδιδόντες 支配。
- 421dπρὸς τὸ ἐλλεῖπον τῆς χορδῆς ὑπὸ τῷ τέττιγι τὸ ἴσον ὁ Πύθιος ἀντεφθέγξατο
暗指洛克里斯的弦琴家欧诺摩斯(Eunomus)弦断而蝉鸣相助的著名神话传说。πρὸς τὸ ἐλλεῖπον 意为“为了弥补短缺之处”,介词短语 ὑπὸ τῷ τέττιγι 则表示以蝉声伴奏或借助蝉鸣。
