- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:7.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在病愈之际收到友人寄来的精美地图与典雅诗句并致以赞赏,随后对友人在政务治理中刚柔并济的卓越表现表示欣喜与勉励。
Ἤδη μὲν ἐτύγχανον ἀνειμένος τῆς νόσου,1 τὴν γεωγραφίαν ὅτε ἀπέστειλας· οὐ μὴν ἔλαττον διὰ τοῦτο ἡδέως ἐδεξάμην τὸ παρὰ σοῦ πινάκιον ἀποσταλέν. ἔχει γὰρ καὶ τὰ διαγράμματα τῶν πρόσθεν βελτίω, καὶ κατεμούσωσας αὐτὸ προσθεὶς τοὺς ἰάμβους, οὐ μάχην ἀείδοντας τὴν Βουπάλειον2 κατὰ τὸν Κυρηναῖον ποιητήν, ἀλλ’ οἵους ἡ καλὴ Σαπφὼ βούλεται τοῖς νόμοις ἁρμόττειν. καὶ τὸ μὲν δῶρον τοιοῦτόν ἐστιν, ὁποῖον ἴσως σοί τε ἔπρεπε δοῦναι, ἐμοί τε ἥδιστον δέξασθαι. περὶ δὲ τὴν διοίκησιν τῶν πραγμάτων ὅτι3 δραστηρίως ἅμα καὶ πρᾴως ἅπαντα περαίνειν προθυμῇ, συνηδόμεθα· μῖξαι γὰρ πρᾳότητα καὶ σωφροσύνην ἀνδρείᾳ καὶ ῥώμῃ, καὶ τῇ μὲν χρήσασθαι πρὸς τοὺς ἐπιεικεστάτους, τῇ δὲ ἐπὶ τῶν πονηρῶν ἀπαραιτήτως πρὸς ἐπανόρθωσιν οὐ μικρᾶς ἐστὶ φύσεως οὐδ’ ἀρετῆς ἔργον,4 ὡς ἐμαυτὸν πείθω. τούτων εὐχόμεθά σε τῶν σκοπῶν ἐχόμενον ἄμφω πρὸς ἓν τὸ καλὸν αὐτοὺς συναρμόσαι·5 τοῦτο γὰρ ἁπάσαις προκεῖσθαι ταῖς ἀρεταῖς τέλος οὐκ εἰκῆ τῶν παλαιῶν ἐπίστευον οἱ λογιώτατοι. ἐρρωμένος καὶ εὐδαιμονῶν διατελοίης ἐπὶ μήκιστον, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε.
当你寄来那幅地理图版时,我恰好已经从疾病中康复;然而,我并未因此便减损收到你所寄木板时的欣喜。因为其上的图线比以往的更加出色,而且你还附上抑扬格诗句,使之增添了缪斯文采;那些诗句并非如昔兰尼诗人所言去歌唱“布帕罗斯之战”,而是优美的萨福愿意配合其旋律调弄的那类诗篇。这件礼物委实如此:也许正宜于你相赠,而对我而言接受起来也至为欣喜。至于政务的治理,闻知你勉力以兼具果断与温和的方式达成诸事,我们深感同欣;因为将温和与节制结合于勇气与力量,并将前者施于最温良宽厚之人,而将后者毫不留情地施于恶人以加匡正,如我深信的那样,绝非平庸之天资或德行所能为。我们祈愿你持守这些志向,将二者谐调归于唯一的美善;因为古来最具学识之人并非毫无根据地相信,这正是摆在一切德行面前的终极目标。愿你长保康健,福寿绵长,我最思慕、最亲密的兄弟。
- 1ἀνειμένος τῆς νόσου
动词 ἀνίημι(松开、释放)的完成时被动分词 ἀνειμένος 搭配夺格/分离属格 τῆς νόσου,意为“从疾病中解脱/病情有所缓解”。
- 403dοὐ μάχην ἀείδοντας τὴν Βουπάλειον
μάχην 是 ἀείδοντας(歌唱)的同源宾格(或内含宾格),指希波纳克斯攻击雕刻家布帕罗斯的恶毒讽刺诗传统。分词短语修饰 τοὺς ἰάμβους,说明此处的抑扬格诗篇并非攻击性的谩骂之作,而是优雅的篇章。
- 403dπερὶ δὲ τὴν διοίκησιν τῶν πραγμάτων ὅτι
介词短语 περὶ δὲ τὴν διοίκησιν τῶν πραγμάτων 被置于从属连词 ὅτι 之前(前置提置),作为整个议题的话题标记,预示下文 ὅτι 从句的内容,并在语义上与主句谓语 συνηδόμεθα(我们共同对……感到欣慰)相关联。
- 404aοὐ μικρᾶς ἐστὶ φύσεως οὐδ’ ἀρετῆς ἔργον
οὐ μικρᾶς φύσεως 是表示特质或归属的表语属格,与表语名词短语 οὐδ’ ἀρετῆς ἔργον(亦非[普通]德行的工作)并列。主语是前面的两个动词不定式短语(μῖξαι... καὶ χρήσασθαι)。
- 404aτούτων εὐχόμεθά σε τῶν σκοπῶν ἐχόμενον ἄμφω πρὸς ἓν τὸ καλὸν αὐτοὺς συναρμόσαι
主干结构为由 εὐχόμεθα 支配的带宾格的不定式结构(σε... συναρμόσαι,“我们祈愿你将……谐调”)。中动分词 ἐχόμενον 支配属格补足语 τούτων τῶν σκοπῶν,意为“紧抓/持守这些目标”。不定式 συναρμόσαι 的直接宾语是 ἄμφω αὐτούς(“两者”),因属阳性复数,在语法上回指 τούτων τῶν σκοπῶν(这些目标,内容上对应前文所述的温和与严厉这两种施政方向)。
