← 朱利安

书信集

§6.1

对比大流士典故与敦促友人来访

作者援引大流士与叙洛松的典故作对比,阐明自己未等催促便率先召请友人,并热切敦促其前来相聚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Ὁ Συλοσῶν ἀνῆλθε, φασί, παρὰ τὸν Δαρεῖον, καὶ ὑπέμνησεν αὐτὸν τῆς χλανίδος, καὶ ᾔτησεν ἀντ’ ἐκείνης παρ’ αὐτοῦ τὴν Σάμον. εἶτα ἐπὶ τούτῳ Δαρεῖος μὲν ἐμεγαλοφρονεῖτο, μεγάλα ἀντὶ μικρῶν νομίζων ἀποδεδωκέναι· Συλοσῶν δὲ λυπηρὰν ἐλάμβανε χάριν. σκόπει δὴ τὰ ἡμέτερα νῦν πρὸς ἐκεῖνα. ἑνὶ μὲν δὴ τὸ πρῶτον1 οἶμαι κρεῖσσον ἔργον ἡμέτερον· οὐδὲ γὰρ ὑπεμείναμεν ὑπομνησθῆναι παρ’ ἄλλου· τοσούτῳ δὲ χρόνῳ τὴν μνήμην τῆς σῆς φιλίας διαφυλάξαντες ἀκέραιον, ἐπειδὴ πρῶτον ἡμῖν ἔδωκεν ὁ θεός, οὐκ ἐν δευτέροις, ἀλλ’ ἐν τοῖς πρώτοις σε μετεκαλέσαμεν. τὰ μὲν οὖν πρῶτα τοιαῦτα· περὶ δὲ τῶν μελλόντων ἆρά μοι δώσεις τι· καὶ γάρ εἰμι μαντικός· προαγορεῦσαι; μακρῷ νομίζω κρείττονα ἐκείνων, Ἀδράστεια δ’ εὐμενὴς εἴη. σύ τε γὰρ οὐδὲν δέῃ συγκαταστρεφομένου πόλιν βασιλέως,2 ἐγώ τε πολλῶν δέομαι τῶν συνεπανορθούντων μοι τὰ πεπτωκότα κακῶς. ταῦτά σοι Γαλλικὴ καὶ βάρβαρος Μοῦσα προσπαίζει, σὺ δὲ ὑπὸ τῇ τῶν θεῶν πομπῇ χαίρων ἀφίκοιο. καὶ τῇ αὑτοῦ χειρί· ληὶς ἐρίφων καὶ τῆς ἐν τοῖς χειμαδίοις θήρας τῶν προβατίων. ἧκε πρὸς τὸν φίλον, ὅς σε τότε, καίπερ οὔπω γινώσκειν οἷος εἶ δυνάμενος, ὅμως περιεῖπον.3

据说叙洛松前往大流士那里,使他忆及那件外套,并以此向他索取萨摩斯岛作为回报。当时,大流士自命不凡,自以为是以大报小;叙洛松得到的却是一份令人痛心的恩惠。如今且将我们的情形与那桩往事作一番对比。我想,首先在一点上我们的作为更胜一筹:因为我们根本未等他人提醒;在如此漫长的岁月里,我们保全了对您友谊的纯净记忆,一旦神赐予我们良机,便没有将您列在次要之人中,而是最先将您召至身边。过去之事姑且如此;然而对于未来,您是否准许我做些预言——毕竟我确有预言的天赋?我认为未来的际遇将远胜他们所经历的,但愿阿德剌斯忒亚保佑!因为您丝毫不需要一位同谋毁灭城邦的君王,而我却极其需要那些助我共同复兴倾覆败落之物的人。高卢与蛮邦的缪斯以此向您戏谑致意,愿您在诸神的护送之下欣然前来。 亲笔附言:山羊羔的战利品,以及在冬营地捕获的绵羊。到你的友人这里来吧,昔日尽管我还未能深知你是怎样的人,却依然以诚挚之心善待于你。

语法注3 条
  1. 403aἑνὶ μὲν δὴ τὸ πρῶτον

    ἑνί 为表示“在某一方面”的范围/限制与格(dative of respect)。随后的 τὸ πρῶτον 为副词性宾格,意为“首先”,用以引出论述中的第一个对比点(即未等提醒便主动召请友人)。

  2. 403bσύ τε γὰρ οὐδὲν δέῃ συγκαταστρεφομένου πόλιν βασιλέως

    δέῃ 为中间去态动词 δέομαι(“需要、缺乏”)的第二人称单数现在时。它与副词性宾格 οὐδέν(“丝毫没有/毫不”)连用,支配属格短语 συγκαταστρεφομένου πόλιν βασιλέως(“一同毁灭城邦的君王”)。此处暗指希罗多德记载的大流士派军彻底洗劫并荒废萨摩斯岛的历史结局。

  3. 403cὅς σε τότε, καίπερ οὔπω γινώσκειν οἷος εἶ δυνάμενος, ὅμως περιεῖπον

    关系代词 ὅς 语法上指引第三人称先行词 τὸν φίλον,但由于该友人即作者本人,从句的核心谓语动词 περιεῖπον 依据实际语意(constructio ad sensum)被引为第一人称单数。中间插入的分词短语 καίπερ... δυνάμενος 亦在主格上与 περιεῖπον 的施事者“我”相一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:6.1