- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:8.1-8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安皇帝向马克西穆斯叙述了自己在受封奥古斯都及行军期间对后者的深切忧虑与所获神谕,报告了公开恢复诸神崇拜与祭祀的盛况,并遣使敦促其速赴军营相聚。
Πάντα ἀθρόα ἔπεισί μοι καὶ ἀποκλείει τὴν φωνὴν ἄλλο ἄλλῳ προελθεῖν οὐ συγχωροῦν τῶν ἐμῶν διανοημάτων,1 εἴτε τῶν ψυχικῶν παθῶν εἴτε ὅπως φίλον κατονομάζειν τὰ τοιαῦτα. ἀλλ’ ἀποδῶμεν αὐτοῖς ἣν ὁ χρόνος ἀπέδωκε τάξιν, εὐχαριστήσαντες τοῖς πάντα ἀγαθοῖς θεοῖς, οἳ τέως μὲν γράφειν ἐμοὶ συνεχώρησαν, ἴσως δὲ ἡμῖν καὶ ἀλλήλους ἰδεῖν συγχωρήσουσιν. ὡς πρῶτον αὐτοκράτωρ ἐγενόμην ἄκων, ὡς ἴσασιν οἱ θεοί, καὶ τοῦτο αὐτόθι καταφανὲς ὃν ἐνεδέχετο τρόπον ἐποίησα· στρατεύσας ἐπὶ τοὺς βαρβάρους, ἐκείνης μοι γενομένης τριμήνου τῆς στρατείας, ἐπανιὼν εἰς τοὺς Γαλατικοὺς αἰγιαλοὺς ἐπεσκόπουν καὶ τῶν ἐκεῖθεν ἡκόντων ἀνεπυνθανόμην, μή τις φιλόσοφος, μή τις σχολαστικὸς ἢ τριβώνιον ἢ χλανίδιον φορῶν κατῆρεν. ἐπεὶ δὲ περὶ τὸν Βισεντίωνα ἦν· πολίχνη δὲ νῦν ἐστὶν ἀνειλημμένη, πάλαι δὲ μεγάλη τε ἦν καὶ πολυτελέσιν ἱεροῖς ἐκεκόσμητο, καὶ τείχει καρτερῷ καὶ προσέτι τῇ φύσει τοῦ χωρίου· περιθεῖ γὰρ αὐτὸ ὁ Δοῦβις ποταμός· ἡ δὲ ὥσπερ ἐν θαλάττῃ πετρώδης ἄκρα ἀνέστηκεν, ἄβατος ὀλίγου δέω φάναι καὶ αὐτοῖς ὄρνισι, πλὴν ὅσα ὁ ποταμὸς αὐτὴν περιρρέων ὥσπερ τινὰς αἰγιαλοὺς ἔχει προκειμένους· ταύτης πλησίον τῆς πόλεως ἀπήντησε κυνικός τις ἀνήρ, ἔχων τρίβωνα καὶ βακτηρίαν. τοῦτον πόρρωθεν θεασάμενος οὐδὲν ἄλλο ὑπέλαβον ἢ σέ, πλησίον δὲ ἤδη προσιὼν παρὰ σοῦ πάντως ἥκειν αὐτὸν ἐνόμιζον. οὗτος δ’ ἁνὴρ φίλος μέν, ἥττων δὲ τῆς προσδοκωμένης ἐλπίδος. ἓν μὲν δὴ τοιοῦτον ὄναρ ἐγένετό μοι. μετὰ τοῦτο δὲ πάντως ᾤμην σε πολυπραγμονήσαντα τὰ κατ’ ἐμὲ τῆς Ἑλλάδος ἐκτὸς οὐδαμῶς εὑρήσειν.2 ἴστω Ζεύς, ἴστω μέγας Ἥλιος, ἴστω Ἀθηνᾶς κράτος καὶ πάντες θεοὶ καὶ πᾶσαι, πῶς κατιὼν ἐπὶ τοὺς Ἰλλυριοὺς ἀπὸ τῶν Κελτῶν ἔτρεμον ὑπὲρ σοῦ. καὶ ἐπυνθανόμην τῶν θεῶν (αὐτὸς μὲν οὐ τολμῶν· οὐ γὰρ ὑπέμενον οὔτε ἰδεῖν τοιοῦτον οὔτε ἀκοῦσαι οὐδέν, οἷον ἄν τις ὑπέλαβε δύνασθαι τηνικαῦτα περὶ σὲ γίγνεσθαι, ἐπέτρεπον δὲ ἄλλοις), οἱ θεοὶ δὲ ταραχὰς μέν τινας ἔσεσθαι περὶ σὲ περιφανῶς ἐδήλουν, οὐδὲν μέντοι δεινὸν οὐδὲ εἰς ἔργον τῶν ἀθέων βουλευμάτων.3
万千思绪一齐涌上心头,堵塞了我的声音,我的诸般思绪(抑或灵魂的激情,或随人喜好如何称呼此类事物)彼此争先,不容其另一者先吐露出来。然而,且让我们把时间赋予它们的秩序还给它们,同时向至善的诸神献上感谢;诸神目前允准了我致信,想必也将允准我们得见彼此。正如诸神所知,当我起初违背本愿成为奥古斯都时,我便在彼处尽己所能将此事彰显出来:在向蛮族用兵之后——那场出征耗时三月——,当我班师返回高卢沿海一带时,我一面留心守候,一面探问自彼处前来之人,是否有何哲人,或身着粗衣或细袍的学者登岸泊港。而当我行至维森提奥附近时——此地如今是一座复兴的小城,往昔却规模宏大,饰有名贵的庙宇、坚固的城垣,更有得天独厚的地势;因为杜比斯河环绕其奔流,城池宛若海中拔起的岩岬,我几乎敢说,连飞鸟亦难以涉足其上,唯有河流环绕它流淌时留出几处如海滩般向前伸出的沙地——;就在靠近这座城镇之处,遇到了一位犬儒派之人,身着粗衣,手持杖棍。我自远方望见他,别无他念,只以为是你;待我已走近,我便以为他必定是从你那里前来的。然而此人虽是友人,却不及我所期盼的夙愿。如此一遭梦幻般的际遇便落在了我身上。在此之后,我确信你在打探了我的处境后,我绝不可能在希腊之外找到你。宙斯为证,伟大的赫利俄斯为证,雅典娜的权能以及诸位男女神明皆为证,当我自凯尔特人之地向伊利里亚人进发时,我是何等为你提心吊胆!我向诸神探问求告(我自己不敢亲自为之——因为我忍受不了亲眼得见或耳闻那般在彼时人人皆可料想可能发生在你身上的灾祸,遂托付于他人),诸神昭然示明,围绕你虽将有一些动荡,却绝无凶险,亦绝无任何不敬之徒的阴谋会付诸实行。
Ἀλλ’ ὁρᾷς ὅτι μεγάλα καὶ πολλὰ παρέδραμον. μάλιστά σε πυθέσθαι ἄξιον, πῶς μὲν ἀθρόως τῆς ἐπιφανείας ᾐσθόμεθα τῶν θεῶν, τίνα δὲ τρόπον τὸ τοσοῦτον τῶν ἐπιβούλων πλῆθος διαπεφεύγαμεν, κτείναντες οὐδένα, χρήματα οὐδενὸς ἀφελόμενοι, φυλαξάμενοι δὲ μόνον οὓς ἐλαμβάνομεν ἐπ’ αὐτοφώρῳ. ταῦτα μὲν οὖν ἴσως οὐ γράφειν, ἀλλὰ φράζειν χρή, οἶμαι δέ σε καὶ μάλα ἡδέως πεύσεσθαι. θρησκεύομεν τοὺς θεοὺς ἀναφανδόν, καὶ τὸ πλῆθος τοῦ συγκατελθόντος μοι στρατοπέδου θεοσεβές ἐστιν. ἡμεῖς φανερῶς βουθυτοῦμεν. ἀπεδώκαμεν τοῖς θεοῖς χαριστήρια ἑκατόμβας πολλάς. ἐμὲ κελεύουσιν οἱ θεοὶ τὰ πάντα ἁγνεύειν εἰς δύναμιν, καὶ πείθομαί γε καὶ προθύμως αὐτοῖς· μεγάλους γὰρ καρποὺς τῶν πόνων ἀποδώσειν φασίν, ἢν μὴ ῥᾳθυμῶμεν. ἦλθε πρὸς ἡμᾶς Εὐάγριος τοῦ παρ’ ἡμῖν τιμωμένου θεοῦ.
然而,你看得出我已略过了诸多重大之事。你最当知晓的,莫过于我们是如何骤然感知到诸神的显圣,以及我们是以何种方式避开了如此众多的图谋不轨者,其间未杀一人,未夺一人之财,仅仅羁押了那些当场被擒获之人。这些事情诚然或许不当诉诸笔墨,而当面陈,但我料想你定会极其欣然听闻。我们如今公然崇奉诸神,随我一同南下的整支大军亦皆敬奉神明。我们公开献祭公牛。我们已向诸神献上了多批百牲大祭作为感恩之礼。诸神命我尽力在一切事上保持圣洁,而我也确实热切依从他们;因为他们明言,只要我们不懈怠,必将赐予我辛劳的丰厚回报。受我们所尊奉之神的引领,埃瓦格里乌斯已来到我们这里。
Πολλὰ γοῦν ἐπέρχεταί μοι πρὸς τούτοις, ἀλλὰ χρὴ ταμιεύσασθαί τινα καὶ τῇ παρουσίᾳ τῇ σῇ. δεῦρο οὖν, τοὺς θεούς σοι,4 τὴν ταχίστην, εἴτε δύο εἴτε πλείοσι χρησάμενος ὀχήμασιν. ἀπέστειλα δὲ καὶ δύο τῶν πιστοτάτων ὑπηρετῶν, ὧν ὁ μὲν εἷς ἄχρι τοῦ στρατοπέδου παραπέμψει σε· ἕτερος δὲ ἐξεληλυθέναι σε καὶ ἥκειν ἤδη μηνύσει· πότερον δὲ ὑπὸ ποτέρου γενέσθαι θέλεις αὐτὸς τοῖς νεανίσκοις σήμηνον.
诸如此类的事情还有许多浮现于我脑海,但总该留存一些留待你亲临之时。因此,凭诸神起誓恳求你,务必从速前来,无论是乘用两辆抑或更多车轿。我也派遣了两位最忠信的侍从前去,其中一人将护送你直至军营,另一人则将先行报信,称你已启程且即刻便至;至于你愿由何人执行何事,便请你亲自向那两位年轻人指示。
- 414aἄλλο ἄλλῳ προελθεῖν οὐ συγχωροῦν τῶν ἐμῶν διανοημάτων
ἄλλο ἄλλῳ为紧凑的相互/分配性并置(“一个思绪不容另一个先涌现出来”)。属格短语τῶν ἐμῶν διανοημάτων充当依附于ἄλλο ἄλλῳ的部分属格;中性单数主格分词συγχωροῦν在语法上与主语ἄλλο一致,支配与格ἄλλῳ及不定词προελθεῖν。
- 414dᾤμην σε πολυπραγμονήσαντα τὰ κατ’ ἐμὲ τῆς Ἑλλάδος ἐκτὸς οὐδαμῶς εὑρήσειν
主动不定词εὑρήσειν的逻辑主语承接主句动词ᾤμην的主语(第一人称“我”),带分词的宾格σε πολυπραγμονήσαντα则是εὑρήσειν的直接宾语,意为“我认为你在打听了我的近况后,我绝不可能在希腊之外找到你”。
- 415bοὐδὲ εἰς ἔργον τῶν ἀθέων βουλευμάτων
紧承前句οὐδὲν μέντοι δεινόν(然而绝无可怕之事)的省略结构。在由动词ἐδήλουν所引导的间接引语中,省略了如χωρήσειν(付诸行动)等表示落实的动词或ἔσεσθαι的谓语补足成分,意为“亦没有任何不敬之徒的阴谋会付诸实行(εἰς ἔργον)”。
- 415dτοὺς θεούς σοι
以受格神名表达起誓或恳求的惯用省略句式([ὄμνυμι / ἱκετεύω] τοὺς θεούς σοι)。它修饰并强化了紧随其后的祈使性副词短语δεῦρο ... τὴν ταχίστην(“凭诸神起誓恳求你,务必从速前来”)。
