← 朱利安

书信集

§5.1

病愈后见信之喜与对友人的思念

作者叙述自己在重病初愈之际收到友人书信的喜悦与感激,并表达了期盼早日重聚的深切情谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Ἄρτι μοι παυσαμένῳ τῆς χαλεπῆς πάνυ καὶ τραχείας νόσου τῇ τοῦ πάντα ἐφορῶντος προνοίᾳ γράμματα εἰς χεῖρας ἦλθεν ὑμέτερα, καθ’ ἣν ἡμέραν πρῶτον ἐλουσάμην. δείλης ἤδη ταῦτα ἀναγνοὺς οὐκ ἂν εἴποις ῥᾳδίως ὅπως ἐρρωννύμην,1 αἰσθανόμενος τῆς σῆς ἀκραιφνοῦς καὶ καθαρᾶς εὐνοίας, ἧς εἴθε γενοίμην ἄξιος, ὡς ἂν μὴ καταισχύναιμι2 τὴν σὴν φιλίαν. τὰς μὲν οὖν ὑμετέρας ἐπιστολὰς εὐθὺς ἀνέγνων, καίπερ οὐ σφόδρα τοῦτο ποιεῖν δυνάμενος, τὰς δὲ τοῦ Ἀντωνίου πρὸς τὸν Ἀλέξανδρον εἰς τὴν ὑστεραίαν ἐταμιευσάμην. ἐκεῖθεν ἑβδόμῃ σοι ταῦτα ἔγραφον ἡμέρᾳ, κατὰ λόγον μοι τῆς ῥώσεως προχωρούσης διὰ τὴν τοῦ θεοῦ προμήθειαν. σώζοιό μοι, ποθεινότατε καὶ φιλικώτατε ἀδελφέ, ὑπὸ τοῦ τὰ πάντα ἐφορῶντος θεοῦ· ἴδοιμί σε, ἐμὸν ἀγαθόν. καὶ ἰδίᾳ χειρί· νὴ τὴν σὴν σωτηρίαν καὶ τὴν ἐμήν, νὴ τὸν πάντα ἐφορῶντα θεόν, ὡς φρονῶ γέγραφα. ἀγαθώτατε, πότε σε ἴδω καὶ περιλάβωμαι;3 νῦν γάρ σου καὶ τοὔνομα καθάπερ οἱ δυσέρωτες φιλῶ.

借着洞察万物之主的眷顾,在我方自极沉重而剧烈的疾病中痊愈、初次沐浴的那一日,您的来信送到了我手中。已至暮色降临之时,我读了这封信,您实在难以言表我是何等地重获力量,因我体会到了您纯真无瑕的善意——但愿我配得上这份情谊,免得辜负了您的友谊!因此,尽管我力不从心,仍立刻通读了您的书信,至于安东尼乌斯致亚历山大的信函,我则留待次日再阅。自那时起的第七日,借着神的深虑,我的康复正顺利进行,我特此写下此信给您。愿鉴临万物的神为我保全您的平安,我最思念、最亲爱的弟兄;愿我能见到您,我的珍宝! 亲笔附言:指着您的安康与我的安康起誓,指着鉴临万物的神起誓,我所写的皆是我由衷之想。至善的朋友,我何时方能与您相见并拥抱您?因为如今我甚至爱恋您的名字,恰如那些饱受相思之苦的情人一般。

语法注3 条
  1. 425cοὐκ ἂν εἴποις ῥᾳδίως ὅπως ἐρρωννύμην

    由 ἄν 与第二人称单数祈愿式 εἴποις 构成的潜势祈愿式,泛指一般读者“很难说清”,以此突出作者内心的极度触动。间接疑问从句 ὅπως ἐρρωννύμην 在此并非表示方式,而是表达感叹与程度(“我是何等地重新振作”)。

  2. 425cὡς ἂν μὴ καταισχύναιμι

    引导目的从句的 ὡς ἄν 搭配了祈愿式(καταισχύναιμι)而非惯常的虚拟式,这是受到前句愿望祈愿式(εἴθε γενοίμην)的语气同化(mood assimilation)影响,传达出紧密依附于前述愿望之上的委婉目的。

  3. 425dπότε σε ἴδω καὶ περιλάβωμαι;

    由疑问词 πότε 引导的第一人称单数不定过去时虚拟式(ἴδω 与 περιλάβωμαι),构成深思/设问虚拟式(deliberative subjunctive),表达迫切的渴盼与自问,而非单纯的将来事实询问。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:5.1