← 朱利安

书信集

§59.1

托付文章裁断与辨别真伪的譬喻

作者将自己的文章呈送给对方,借用雄鹰向日验雏与莱茵河检验凯尔特婴儿血统的典故,将文章优劣的裁断与去留全权托付于对方。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59.1

Ὁ μὲν μῦθος ποιεῖ τὸν ἀετόν, ἐπειδὰν τὰ γνήσια τῶν κυημάτων βασανίζῃ, φέρειν1 ἄπτιλα πρὸς τὸν αἰθέρα καὶ ταῖς ἡλίου προσάγειν ἀκτῖσιν, ὥσπερ ὑπὸ μάρτυρι τῷ θεῷ2 πατέρα τε ἀληθοῦς νεοττοῦ γινόμενον καὶ νόθου γονῆς ἀλλοτριούμενον· ἡμεῖς δέ σοι καθάπερ Ἑρμῇ λογίῳ τοὺς ἡμετέρους λόγους ἐγχειρίζομεν. κἂν μὲν ὑπομείνωσι τὴν ἀκοὴν τὴν σήν, ἐπὶ σοὶ τὸ κρῖναι περὶ αὐτῶν, εἰ καὶ πρὸς τοὺς ἄλλους εἰσὶ πτήσιμοι· εἰ δὲ μή, ῥῖψον εἰκῆ καθάπερ Μουσῶν ἀλλοτρίους, ἢ ποταμῷ κλύσον ὡς νόθους. πάντως οὐδὲ ὁ Ῥῆνος ἀδικεῖ τοὺς Κελτούς, ὃς τὰ μὲν νόθα τῶν βρεφῶν ὑποβρύχια ταῖς δίναις ποιεῖ, καθάπερ ἀκολάστου λέχους τιμωρὸς πρέπων· ὅσα δ’ ἂν ἐπιγνῷ καθαροῦ σπέρματος,3 ὑπεράνω τοῦ ὕδατος αἰωρεῖ, καὶ τῇ μητρὶ τρεμούσῃ πάλιν εἰς χεῖρας δίδωσιν, ὥσπερ ἀδέκαστόν τινα μαρτυρίαν αὐτῇ καθαρῶν καὶ ἀμέμπτων γάμων τὴν τοῦ παιδὸς σωτηρίαν ἀντιδωρούμενος.

神话描述雄鹰在检验幼雏是否纯正时,便将尚未丰羽的雏鸟带往长空,引向太阳的光芒,宛如在太阳神的见证下,成为真正雏鸟的父亲,而将私生之嗣弃绝不论。我们亦如敬奉雄辩之神赫尔墨斯一般,将自作的篇章托付于您。这些篇章若能承受得住您的垂听审度,则是否亦能向众人展翅飞去,全凭您来定夺;若不然,便径直将它们如缪斯之陌路者般随意丢弃,或如对待私生子般付之流水涤荡。无论如何,莱茵河对凯尔特人亦绝无不公——正如放荡床第之当之无愧的惩罚者,它会将私生的婴儿沉溺于涡流之中,而凡是它辨认为纯洁种息者,便托浮于水面之上,重又交还到战栗的母亲手中,将幼子的获救作为对母亲纯洁无瑕婚姻的确凿不枉之见证反赠于她。

语法注3 条
  1. 383aὉ μὲν μῦθος ποιεῖ τὸν ἀετόν ... φέρειν

    动词 ποιεῖ 在此意为“神话或诗文描绘/叙述”,支配宾格加不定式结构(τὸν ἀετόν ... φέρειν ... προσάγειν)。虽然在语法上也可作致使义(“神话使雄鹰……”),但作为引述神话传说的习用句式,此处应理解为表述性功能,即“神话描绘雄鹰……”。

  2. 383cὑπὸ μάρτυρι τῷ θεῷ

    介词 ὑπό 后接与格短语 μάρτυρι τῷ θεῷ,表示伴随情况或见证人的临在(“在神明见证之下”)。古典阿提卡散文多使用属格(如 ὑπὸ μάρτυρος)或独立属格,而在此后期修辞文本中,以与格配合 ὑπό 表达神目如电、临场作证之意。

  3. 383dὅσα δ’ ἂν ἐπιγνῷ καθαροῦ σπέρματος

    在关系从句中,ὅσα 充当 ἐπιγνῷ 的宾语(代指婴儿),而属格短语 καθαροῦ σπέρματος 则作谓语性质属格,表示出身、来源或属性,意为“凡被认出是属于纯洁血脉的(婴儿)”。该属格不宜直接看作受 ὅσα 修饰的部分属格,而是与动词构成谓词性补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:59.1