← 朱利安

书信集

§58.4-58.5

抵达希拉波利斯与远征中的军政筹措

尤利安描摹了巴特奈质朴的行宫与规整的庭园,记述在希拉波利斯受到一位坚守传统敬神传统的笃诚客友之款待。随后他简要汇报了联络使节、布防斥候、调配补给与整饬军纪等繁重的军政要务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58.4

Τὰς Βάτνας δὲ ἑώρων πεδίον λάσιον ἄλση κυπαρίττων ἔχον νέων· καὶ ἦν ἐν ταύταις οὐδὲν γεράνδρυον οὐδὲ σαπρόν, ἀλλὰ ἐξ ἴσης ἅπαντα θάλλοντα τῇ κόμῃ· καὶ τὰ βασίλεια πολυτελῆ μὲν ἥκιστα· πηλοῦ γὰρ ἦν μόνον καὶ ξύλων οὐδὲν ποικίλον ἔχοντα· κῆπον δὲ τοῦ μὲν Ἀλκίνου καταδεέστερον, παραπλήσιον δὲ τῷ Λαέρτου, καὶ ἐν αὐτῷ μικρὸν ἄλσος πάνυ, κυπαρίττων μεστόν, καὶ τῷ θριγκίῳ δὲ πολλὰ τοιαῦτα παραπεφυτευμένα δένδρα στίχῳ καὶ ἐφεξῆς. εἶτα τὸ μέσον πρασιαί, καὶ ἐν ταύταις λάχανα καὶ δένδρα παντοίαν ὀπώραν φέροντα. τί οὖν ἐνταῦθα; ἔθυσα δείλης, εἶτ’ ὄρθρου βαθέος, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς ἑκάστης ἡμέρας. ἐπεὶ δὲ ἦν καλὰ τὰ ἱερά, τῆς Ἱερᾶς πόλεως εἰχόμεθα,1 καὶ ὑπαντῶσιν ἡμῖν οἱ πολῖται, καὶ ὑποδέχεταί με ξένος, ὀφθεὶς μὲν ἄρτι, φιλούμενος δὲ ὑπ’ ἐμοῦ πάλαι. τὴν δὲ αἰτίαν αὐτὸς μὲν εὖ οἶδα ὅτι συνῄδεις, ἐμοὶ δὲ ἡδὺ καὶ ἄλλως φράσαι· τὸ γὰρ ἀεὶ περὶ αὐτῶν ἀκούειν καὶ λέγειν ἐστί μοι νέκταρ. Ἰαμβλίχου τοῦ θειοτάτου τὸ θρέμμα Σώπατρος ἐγένετο ὁ τούτου κηδεστής· ἐξίσου ἐμοὶ γὰρ τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν ἀδικημάτων οὐδενὸς τῶν φαυλοτάτων ἔλαττον εἶναι δοκεῖ.2 πρόσεστι ταύτης αἰτία μείζων. ὑποδεξάμενος γὰρ πολλάκις τόν τε ἀνεψιὸν τὸν ἐμὸν καὶ τὸν ὁμοπάτριον ἀδελφὸν καὶ προτραπεὶς ὑπ’ αὐτῶν, οἷα εἰκός, πολλάκις ἀποστῆναι τῆς εἰς τοὺς θεοὺς εὐσεβείας, ὃ χαλεπόν ἐστιν, οὐκ ἐλήφθη τῇ νόσῳ.

至于巴特奈,我见那是一片繁茂的平原,长满幼嫩柏树的林囿;树林中没有半截老朽枯木,而是通体郁郁葱葱,枝叶齐荣。那里的行宫绝非奢华,仅用黏土与木材筑成,毫无雕琢装饰;园林虽逊于阿尔喀诺俄斯的乐园,却与拉厄耳忒斯的庄园颇为相似,园内有一片极小的树丛,尽是柏树,沿围墙也顺次整齐栽植着许多此类树木。园子中央则是畦圃,其间栽种着蔬菜以及结出各样果实的树木。那么,我在那里做了什么呢?我在傍晚献了祭,继而在黎明破晓时分再次献祭,这本是我每日习以为常的行径。因祭兆吉祥,我们便直奔希拉波利斯而去;城中公民迎纳了我们,我受到一位客友的款待——虽说方才初次相见,但我早已对他深怀挚爱。至于其缘由,我深知你自是心领神会,然而再细说一番对我而言亦是乐事;因为恒久聆听并谈论那些人,于我直如甘露琼浆。至圣的扬布利柯之门生索帕特罗斯,乃是此人的至亲姻家;在我看来,若不珍爱那班哲人的一切,其罪恶并不亚于最卑劣的过失。此外更有更重大的缘由:他曾多次接待我的堂兄与同父兄长,虽如常理所致数度被促诱背弃对神明的虔敬,而这本是极艰难的试炼,但他却未曾沾染那等病疫。

§58.5

Ταῦτα εἶχον ἀπὸ τῆς Ἱερᾶς πόλεώς σοι γράφειν ὑπὲρ τῶν ἐμαυτοῦ. τὰς δὲ στρατιωτικὰς ἢ πολιτικὰς οἰκονομίας αὐτὸν ἐχρῆν οἶμαι παρόντα ἐφορᾶν καὶ ἐπιμελεῖσθαι· μεῖζον γάρ ἐστιν ἢ κατ’ ἐπιστολήν,3 εὖ ἴσθι, καὶ τοσοῦτον ὅσον οὐ ῥᾴδιον οὐδὲ τριπλασίᾳ ταύτης περιλαβεῖν σκοποῦντι τἀκριβές. ἐπὶ κεφαλαίου δέ σοι καὶ ταῦτα φράσω δι’ ὀλίγων. πρὸς τοὺς Σαρακηνοὺς ἔπεμψα πρέσβεις, ὑπομιμνήσκων αὐτοὺς ἥκειν, εἰ βούλοιντο. ἓν μὲν δὴ τοιοῦτον· ἕτερον δέ, λίαν ἐγρηγορότας ὡς ἐνεδέχετο τοὺς παραφυλάξοντας ἐξέπεμψα, μή τις ἐνθένδε πρὸς τοὺς πολεμίους ἐξέλθῃ λαθών, ἐσόμενος αὐτοῖς ὡς κεκινήμεθα μηνυτής. ἐκεῖθεν ἐδίκασα δίκην στρατιωτικήν, ὡς ἐμαυτὸν πείθω, πρᾳότατα καὶ δικαιότατα. ἵππους περιττοὺς καὶ ἡμιόνους παρεσκεύασα, τὸ στρατόπεδον εἰς ταὐτὸ συναγαγών. ναῦς πληροῦνται ποτάμιαι πυροῦ, μᾶλλον δὲ ἄρτων ξηρῶν καὶ ὄξους. καὶ τούτων ἕκαστον ὅπως ἐπράχθη καὶ τίνες ἐφ’ ἑκάστῳ γεγόνασι λόγοι, πόσου μήκους ἐστὶ συγγράφειν ἐννοεῖς. ἐπιστολαῖς δὲ ὅσαις ὑπέγραψα καὶ βίβλοις· ἑπόμενα γὰρ ὡσπερεὶ σκιά μοι καὶ ταῦτα συμπερινοστεῖ πανταχοῦ· τί δεῖ νῦν πράγματα ἔχειν ἀπαριθμούμενον;

这便是我在希拉波利斯所能向你书及的私务。至于军事与政务的经略,我认为理当由我亲临视察并加以筹措;因为你当深知,此事实非尺牍所能尽述,其繁巨之甚,即便谋求精确者以三倍于此信的篇幅亦难以囊括。但这些事我也将提纲挈领,简要告你。我向萨拉森人派遣了使节,提醒他们若有意愿便当前来。此乃其一;其二,我派出了尽可能保持极度警醒的守备哨队,以免有人自此处暗中潜逃投敌,向敌方告发我们的行止动静。随后,我依我自认最为宽和且公正之尺度,裁决了一场军务诉讼。我筹备了额外充足的马匹与骡子,将全军集结于一处。江河漕船正装载满小麦,或者确切地说,装满了干粮与酸醋。而这些事情当中的每一项是如何经办的,其间又伴有哪些议论言谈,你自能省悟欲将其尽数笔录将费何等篇幅。至于我所批复签署的信件与公文卷轴之巨——它们亦如影随形般时刻与我周游各地——如今我又何苦去一一胪列徒增纷扰呢?

语法注3 条
  1. 401bτῆς Ἱερᾶς πόλεως εἰχόμεθα

    中动相动词 ἔχομαι 接属格 τῆς Ἱερᾶς πόλεως,在此作表示行进方向的习用结构,意为“直奔希拉波利斯而去”或“取道前往希拉波利斯”。

  2. 401bἐξίσου ἐμοὶ γὰρ τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν ἀδικημάτων οὐδενὸς τῶν φαυλοτάτων ἔλαττον εἶναι δοκεῖ

    主语为带定冠词的不定式短语 τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν(“不珍爱那些哲人的一切”)。谓语中的比较级形容词 ἔλαττον 统辖比较属格 ἀδικημάτων οὐδενὸς τῶν φαυλοτάτων(“不亚于任何最卑劣的罪过”),结合否定词表达必须推崇与爱护先贤遗风的坚决态度。

  3. 401dμεῖζον γάρ ἐστιν ἢ κατ’ ἐπιστολήν

    形容词比较级 μεῖζον 结合连词 ἤ 以及介词短语 κατ’ ἐπιστολήν(依书信的规制/容量),构成了表达“超出……限度”或“非……所能容纳”的希腊语经典习语,意为“事务繁巨,远非一封书信所能尽述”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:58.4-58.5