- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:60.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评了代达罗斯的盲动,表示自己虽无法如飞鸟般亲临友人身旁,却能借由言语之翼(书信)寄托深情,并敦促友人亦复信以通款曲。
Δαίδαλον μὲν Ἰκάρῳ φασὶν ἐκ κηροῦ πτερὰ συμπλάσαντα τολμῆσαι τὴν φύσιν βιάσασθαι τῇ τέχνῃ. ἐγὼ δὲ ἐκεῖνον μὲν εἰ καὶ τῆς τέχνης ἐπαινῶ, τῆς γνώμης οὐκ ἄγαμαι· μόνος γὰρ κηρῷ λυσίμῳ τοῦ παιδὸς ὑπέμεινε τὴν σωτηρίαν πιστεῦσαι. εἰ δέ μοι θέμις ἦν κατὰ τὸν Τήιον ἐκεῖνον μελοποιὸν τὴν τῶν ὀρνίθων ἀλλάξασθαι φύσιν, οὐκ ἂν δήπου πρὸς Ὄλυμπον οὐδὲ ὑπὲρ μέμψεως ἐρωτικῆς, ἀλλ’ εἰς αὐτοὺς ἂν τῶν ὑμετέρων ὀρῶν τοὺς πρόποδας ἔπτην,1 ἵνα σὲ τὸ μέλημα τοὐμόν, ὥς φησιν ἡ Σαπφώ, περιπτύξωμαι. ἐπεὶ δέ με ἀνθρωπίνου σώματος δεσμῷ κατακλείσασα ἡ φύσις οὐκ ἐθέλει πρὸς τὸ μετέωρον ἁπλῶσαι, τῶν λόγων οἷς ἔχω σε πτεροῖς μετέρχομαι,2 καὶ γράφω, καὶ σύνειμι τὸν δυνατὸν τρόπον. πάντως που καὶ Ὅμηρος αὐτοὺς οὐκ ἄλλου του χάριν ἢ τούτου πτερόεντας ὀνομάζει, διότι δύνανται πανταχοῦ φοιτᾶν, ὥσπερ οἱ ταχύτατοι τῶν ὀρνίθων ᾗ ἂν ἐθέλωσιν ᾄττοντες. γράφε δὲ καὶ αὐτός, ὦ φίλος· ἴση γὰρ δήπου σοι τῶν λόγων, εἰ μὴ καὶ μείζων, ὑπάρχει πτέρωσις, ᾗ τοὺς ἑταίρους μεταβῆναι δύνασαι3 καὶ πανταχόθεν ὡς παρὼν εὐφραίνειν.
人们说,代达罗斯曾用蜡为伊卡洛斯制成双翼,胆敢以技艺强违自然。然而就我而言,纵然因其技艺而赞赏他,却并不钦佩他的心智;因为唯有他竟敢将自己孩子的性命托付给易融的蜂蜡。倘若我也能如那位忒奥斯的抒情诗人一般,获准换得鸟儿的本性,我决计不会飞向奥林匹斯,亦非为诉说情爱的怨怼,而是会径直飞往你们群山的脚下,去拥抱你——如萨福所说的“我的心上人”。但既然自然已将我禁锢于人躯的桎梏之中,不愿让我展翅凌空,我便以自己所拥有的言语之翼飞向你;我提笔致信,以所能及的方式与你相聚。想必荷马称言语为“生翼之物”,亦绝非别有他因,正是因为言语能够往来于四方,犹如最迅捷的鸟雀随心所欲地翱翔。朋友,你自己也要多写信来;因为毫无疑问,你亦拥有同等乃至更丰润的言语羽翼,凭此你能够造访诸位同伴,从各处宛若亲临一般带给他们欢欣。
- 386bεἰ δέ μοι θέμις ἦν ... οὐκ ἂν δήπου πρὸς Ὄλυμπον οὐδὲ ὑπὲρ μέμψεως ἐρωτικῆς, ἀλλ’ εἰς αὐτοὺς ἂν τῶν ὑμετέρων ὀρῶν τοὺς πρόποδας ἔπτην
与事实相反的虚拟条件句(反事实条件句)。条件从句使用未完成过去直陈式(θέμις ἦν),结论从句使用 ἄν 搭配不定过去直陈式(ἔπτην)。介词短语的对比(οὐκ ... πρὸς Ὄλυμπον οὐδὲ ὑπὲρ μέμψεως ἐρωτικῆς, ἀλλ’ εἰς...)典引阿那克里翁(“忒奥斯的抒情诗人”)的诗意。
- 386cτῶν λόγων οἷς ἔχω σε πτεροῖς μετέρχομαι
体现了先行词并入与格吸引的结构。在句法上,其底层框架为 μετέρχομαί σε τοῖς πτεροῖς τῶν λόγων ἃ ἔχω(“我以所拥有的言辞之翼奔向你”),先行词 πτεροῖς 被引入关系分句中,且关系代词 οἷς 也被吸引为与格。动词 μετέρχομαι 带宾格补足语(σε),意为“造访、前往探望”。
- 386dᾗ τοὺς ἑταίρους μεταβῆναι δύνασαι
关系代词 ᾗ 为工具与格(“借此”)。动词 μεταβαίνω 通常作不及物动词表“移动、转移”,此处作及物性用法,直接带宾格补足语(τοὺς ἑταίρους),意为“前往同伴处/探访同伴”。
