← 朱利安

书信集

§58.1-58.3

进军贝罗埃亚与巴特奈途中的见闻与祭仪

尤利安向友人叙述途经利塔尔巴、贝罗埃亚与巴特奈的行军经过,提及贝罗埃亚市议员对敬神的顾忌,并指出了巴特奈公开祭典中欠缺沉潜的过度狂热。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58.1

Μέχρι τῶν Λιτάρβων ἦλθον· ἔστι δὲ κώμη Χαλκίδος· καὶ ἐνέτυχον ὁδῷ λείψανα ἐχούσῃ χειμαδίων Ἀντιοχικῶν. ἦν δὲ αὐτῆς, οἶμαι, τὸ μὲν τέλμα τὸ δὲ ὄρος, τραχεῖα δὲ πᾶσα, καὶ ἐνέκειντο τῷ τέλματι λίθοι ὥσπερ ἐπίτηδες ἐρριμμένοις ἐοικότες,1 ὑπ’ οὐδεμιᾶς τέχνης συγκείμενοι, ὃν τρόπον εἰώθασιν ἐν ταῖς ἄλλαις πόλεσι τὰς λεωφόρους οἱ ἐξοικοδομοῦντες ποιεῖν, ἀντὶ μὲν τῆς κονίας πολὺν τὸν χοῦν ἐποικοδομοῦντες, πυκνοὺς δὲ ὥσπερ ἐν τοίχῳ τιθέντες τοὺς λίθους. ἐπεὶ δὲ διαβὰς μόλις ἦλθον εἰς τὸν πρῶτον σταθμόν, ἐννέα που σχεδὸν ἦσαν ὧραι, καὶ ἐδεξάμην εἴσω τῆς αὐλῆς τὸ πλεῖστον τῆς παρ’ ὑμῖν βουλῆς. ἃ δὲ διελέχθημεν πρὸς ἀλλήλους, ἴσως ἐπύθου· μάθοις δ’ ἂν καὶ ἡμῶν ἀκούσας, εἰ θεοὶ θέλοιεν.

我抵达了利塔尔巴——这是卡尔基斯的一个村庄——并碰上了一条留有安提阿冬营残迹的道路。依我看来,那路段一部分是泥潭,一部分是山径,通体崎岖;泥泞中散落的石块仿佛是特意抛掷而下的,并非出自任何技艺的构筑,完全不像在其他城市中修筑大道的人所习惯的做法——他们不用灰浆,而是铺筑大量的泥土,把石块密密麻麻地排布如墙体一般。当我艰难地穿过该路抵达第一处驿站时,大约已是第九时辰,我在庭院内接见了你们市议会的大多数议员。至于我们彼此交谈了什么,或许你已有耳闻;但若诸神许可,你自会听我们亲口道来。

§58.2

Ἀπὸ τῶν Λιτάρβων εἰς τὴν Βέρροιαν ἐπορευόμην, καὶ ὁ Ζεὺς αἴσια πάντα ἐσήμηνεν, ἐναργῆ δείξας τὴν διοσημείαν. ἐπιμείνας δὲ ἡμέραν ἐκεῖ τὴν ἀκρόπολιν εἶδον, καὶ ἔθυσα τῷ Διὶ βασιλικῶς ταῦρον λευκόν, διελέχθην δὲ ὀλίγα τῇ βουλῇ περὶ θεοσεβείας. ἀλλὰ τοὺς λόγους ἐπῄνουν μὲν ἅπαντες, ἐπείσθησαν δὲ αὐτοῖς ὀλίγοι πάνυ, καὶ οὗτοι οἳ καὶ πρὸ τῶν ἐμῶν λόγων ἐδόκουν ἔχειν ὑγιῶς. εὐλαβοῦντο δὲ ὥσπερ παρρησίας ἀποτρίψασθαι τὴν αἰδῶ καὶ ἀποθέσθαι·2 περίεστι γάρ, ὦ θεοί, τοῖς ἀνθρώποις ἐπὶ μὲν τοῖς καλοῖς ἐρυθριᾶν, ἀνδρείᾳ ψυχῆς καὶ εὐσεβείᾳ, καλλωπίζεσθαι δὲ ὥσπερ τοῖς χειρίστοις, ἱεροσυλίᾳ καὶ μαλακίᾳ γνώμης καὶ σώματος.

我自利塔尔巴启程前往贝罗埃亚,宙斯明示天象,预示了诸事顺遂的吉兆。我在那里停留了一天,视察了卫城,以王者之礼向宙斯献祭了一头白公牛,并向市议会简短地谈论了敬神之事。然而,虽然人人都赞扬这番言辞,但信服者却寥寥无几,且仅仅是那些在听我言论之前便似乎已见解健全的人。他们心存顾忌,仿佛抛弃羞怯与卸下顾虑需要极大的直言勇气一般;因为,诸神啊,人世间的乖谬就在于:在面对高尚之举——灵魂的勇敢与虔敬——时面红耳赤,却反而对最卑劣之事——渎神以及身心的软弱——自鸣得意。

§58.3

Ἔνθεν ὑποδέχονταί με Βάτναι, χωρίον οἷον παρ’ ὑμῖν οὐκ εἶδον ἔξω τῆς Δάφνης, ἣ νῦν ἔοικε ταῖς Βάτναις· ὡς τά γε πρὸ μικροῦ, σωζομένου τοῦ νεὼ καὶ τοῦ ἀγάλματος, Ὄσσῃ καὶ Πηλίῳ καὶ ταῖς Ὀλύμπου κορυφαῖς καὶ τοῖς Θετταλικοῖς Τέμπεσιν ἄγων ἐπίσης ἢ καὶ προτιμῶν ἁπάντων ὁμοῦ τὴν Δάφνην οὐκ ἂν αἰσχυνοίμην. ἀλλ’ ἐπὶ μὲν τῇ Δάφνῃ γέγραπταί σοι λόγος, ὁποῖον ἄλλος οὐδ’ ἂν εἷς τῶν οἳ νῦν βροτοί εἰσι καὶ μάλα ἐπιχειρήσας καμεῖν ἐργάσαιτο, νομίζω δὲ καὶ τῶν ἔμπροσθεν οὐ πολλοὺς πάνυ. τί οὖν ἐγὼ νῦν ἐπιχειρῶ περὶ αὐτῆς γράφειν, οὕτω λαμπρᾶς μονῳδίας ἐπ’ αὐτῇ συγγεγραμμένης; ὡς μήποτε ὤφελε τοιοῦτον.3 αἵ γε μὴν Βάτναι· βαρβαρικὸν ὄνομα τοῦτο· χωρίον ἐστὶν Ἑλληνικόν, πρῶτον μὲν ὅτι διὰ πάσης τῆς πέριξ χώρας ἀτμοὶ λιβανωτοῦ πανταχόθεν ᾖσαν, ἱερεῖά τε ἐβλέπομεν εὐτρεπῆ πανταχοῦ. τοῦτο μὲν οὖν εἰ καὶ λίαν ηὔφραινέ με, θερμότερον ὅμως ἐδόκει καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ἀλλότριον. ἐκτὸς πάτου γὰρ εἶναι χρὴ καὶ δρᾶσθαι καθ’ ἡσυχίαν, ἐπ’ αὐτὸ τοῦτο πορευομένων, οὐκ ἐπ’ ἄλλο τι βαδιζόντων, τὰ πρὸς τοὺς θεοὺς ἱερά τε καὶ ὅσια.4 τοῦτο μὲν οὖν ἴσως τεύξεται τῆς ἁρμοζούσης ἐπιμελείας αὐτίκα.

自彼处巴特奈迎纳了我,除却达芙妮之外,在你们境内我未曾见过这般的去处,而如今的达芙妮正与巴特奈相似;但在不久之前,当神庙与神像尚且完好之时,若将达芙妮与奥萨山、珀利翁山、奥林匹斯的绝顶以及色萨利的坦佩峡谷相提并论,乃至将其置于这一切之上,我也绝不会感到羞愧。然而关于达芙妮,你已撰写了一篇演说辞,当世凡人即使竭力劳苦也无一人能写出此等篇章,且我认为古人之中能做到的亦属罕见。既然已有一篇如此光彩夺目的哀歌为它而作,如今我又何必妄图去描摹它呢?但愿世间本无需这般的悼词!不过巴特奈——虽说这是一个蛮族名称——却是一座希腊式的聚落,首先是因为周遭乡野各处四处飘散着乳香的气息,我们目力所及尽是备好的祭牲。虽然这令我极感欣悦,但看起来仍略显狂热,与对神明真正的敬虔之道有所背离。因为奉献给神明的神圣与纯洁之礼,理应远离喧嚣的大道,在静谧中举行,由专为此事而来的人主持,而非由在奔赴他务途中顺道走过的人草草为之。不过,此事或许立刻就会得到恰当的料理。

语法注4 条
  1. 399bὥσπερ ἐπίτηδες ἐρριμμένοις ἐοικότες

    阳性复数主格分词ἐοικότες与主语λίθοι呼应,其支配与格分词短语ὥσπερ ἐπίτηδες ἐρριμμένοις(“仿佛特意抛掷下的[石块]一样”)。整体构成形容石块散乱不堪的比较结构。

  2. 400aεὐλαβοῦντο δὲ ὥσπερ παρρησίας ἀποτρίψασθαι τὴν αἰδῶ καὶ ἀποθέσθαι

    主动词εὐλαβοῦντο(“戒惧/踌躇”)支配以τὴν αἰδῶ为宾语的不定式短语ἀποτρίψασθαι... καὶ ἀποθέσθαι(“拭去并卸下羞怯”)。插入语ὥσπερ παρρησίας属省略结构(“仿佛[需要/关乎]直言不讳一样”),讽刺参事会议员怯懦至极,竟将抛弃旧恶、回归虔敬视为需要冒极大风险的放言无忌。

  3. 400cὡς μήποτε ὤφελε τοιοῦτον

    由ὤφελε(源自ὀφείλω)与否定词μήποτε构成的表示与过去事实相反的愿望/感叹惯用句,此处省略了不定式(如γενέσθαι)。意为“但愿此等变故从未发生!”,指引发达芙妮神庙焚毁及随后悼亡之作的悲剧事件。

  4. 400dἐκτὸς πάτου γὰρ εἶναι χρὴ καὶ δρᾶσθαι καθ’ ἡσυχίαν, ἐπ’ αὐτὸ τοῦτο πορευομένων, οὐκ ἐπ’ ἄλλο τι βαδιζόντων, τὰ πρὸς τοὺς θεοὺς ἱερά τε καὶ ὅσια.

    非人称动词χρή支配不定式εἶναι和δρᾶσθαι,其逻辑主语为后置的中性复数对格短语τὰ πρὸς τοὺς θεοὺς ἱερά τε καὶ ὅσια(“对神明奉献的神圣与洁净之礼”)。中间插入的属格分词短语ἐπ’ αὐτὸ τοῦτο πορευομένων...作为动作发出者或属格绝对结构,限定行礼者必须专程前往,而非顺道行之。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:58.1-58.3