← 朱利安

书信集

§57.1

促阿尔萨克斯出征与严惩背信之训诫

作者敦促阿尔萨克斯立即奔赴前线迎击波斯,重申自身决死求胜的崇高威权,并严厉警告其若敢背信弃义必将招致满门与封国的彻底毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57.1

Ἐπείχθητι πρὸς τὴν τῶν πολεμίων παράταξιν, Ἀρσάκιε, θᾶττον ἢ λόγος, τὴν δεξιὰν κατὰ τῆς Περσικῆς μανίας ὁπλίσας. ἡ γὰρ ἡμετέρα παρασκευή τε καὶ προθυμία δυοῖν θάτερον βεβούλευται, ἢ τὸ χρεὼν ἀποδοῦναι ἐπὶ τῆς Παρθυαίων ἐνορίας τὰ μέγιστα διαπραξαμένους1 καὶ τὰ δεινότατα διαθεμένους τοὺς ἀντιπάλους, ἢ τούτους χειρωσαμένους, πρυτανευόντων ἡμῖν τῶν θεῶν, καλλινίκους ἐπανελθεῖν ἐπὶ τὴν ἐνεγκαμένην,2 τρόπαια κατὰ τῶν πολεμίων ἐγείραντας. πᾶσαν οὖν ῥᾳστώνην καὶ φενακισμὸν ἀποθέμενος, καὶ τὸν μακαρίτην Κωνσταντῖνον καὶ τὰς τῶν εὖ γεγονότων περιουσίας τὰς εἰς σέ τε καὶ τοὺς ὁμοτρόπους σοι βαρβάρους ὑπὸ τοῦ ἁβροτάτου καὶ πολυτελοῦς Κωνσταντίου κενωθείσας, νῦν μοι3 τὸν Ἰουλιανόν, τὸν ἀρχιερέα, τὸν καίσαρα, τὸν αὔγουστον, τὸν θεῶν τε καὶ Ἄρεως θεραπευτὴν ἐννόησον, τὸν Φραγκῶν τε καὶ βαρβάρων ὀλετῆρα, τὸν Γάλλων τε καὶ Ἰταλῶν ἐλευθερωτήν. εἰ δὲ ἕτερόν τι βουλεύσαιο·4 πυνθάνομαι γὰρ εἶναί σε πανοῦργον καὶ κακὸν στρατιώτην καὶ ἀλαζόνα, ὡς τὰ παρόντα μοι πράγματα δείκνυσιν· ἐχθρὸν γάρ τινα τῆς κοινῆς λυσιτελείας λανθάνοντα ἀποκρύπτειν παρὰ σοὶ πειρᾶσθαι· τέως μὲν τοῦτο ὑπερτίθεμαι διὰ τὴν τοῦ πολέμου τύχην· ἀρκεῖ γὰρ ἡμῖν ἡ τῶν θεῶν συμμαχία πρὸς τὴν τῶν πολεμίων καθαίρεσιν. εἰ δέ τι τὰ τῆς εἱμαρμένης κρίνειε· θεῶν γὰρ βούλησις ἡ ταύτης ἐξουσία· ἀδεῶς καὶ γενναίως οἴσω τοῦτο. ἴσθι δὲ ὡς σὺ μὲν πάρεργον ἔσῃ τῆς Περσικῆς χειρός, συναφθείσης σοι παγγενεὶ τῆς ἑστίας καὶ τῆς Ἀρμενίων ἀρχῆς· κοινωνήσει δέ σοι τῆς δυστυχίας καὶ ἡ Νισιβίων πόλις, τῶν οὐρανίων θεῶν τοῦτο πάλαι ἡμῖν προαγορευσάντων.

阿尔萨克斯啊,你要比言语更为迅捷地冲向敌人的战线,武装起你的右手以迎击波斯的狂乱。因为我们的军备与决意已在二者之中选定其一:或是在帕提亚人的领土上立下最显赫的战功、给予敌手最沉重的打击之后偿还必死的宿债;或是在神明的统领下制服他们,树立克敌的凯旋碑,作为辉煌的胜者班师回归祖国。因此,抛弃一切怠惰与虚诈吧,亦忘却那故去的君士坦丁,以及那极其娇奢挥霍的君士坦提乌斯为你和与你同类的蛮族所挥霍殆尽的名门世族的资财;如今当听凭我言,深思尤利安——这至高祭司、凯撒、奥古斯都、诸神与阿瑞斯的奉侍者、法兰克人与蛮族的歼灭者、高卢人与意大利人的解放者。但如果你敢怀有任何异图——因为正如眼下的局势向我昭示的那样,我风闻你为人狡诈、是不堪的兵卒与狂妄之徒,且风闻你竟企图在身边隐匿共同利益之公敌——姑且看在战争机运的份上,我暂时搁置此事;因为诸神的庇佑已足够助我们颠覆敌手。即便命运的裁决降下某种变故——盖因命运的权威正是诸神的旨意——我也将无畏而英勇地承受它。但你应当知晓,你自身不过是波斯人手下的余波附带之物,你的家族满门及其香火必将与亚美尼亚的统权一同随你玉石俱焚;而且尼西比斯城亦将分担你的厄运,因为天上的诸神很久以前便已将此向我们昭示。

语法注4 条
  1. 57.1τὸ χρεὼν ἀποδοῦναι ... διαπραξαμένους

    分词 διαπραξαμένους 采用阳性复数宾格,与其修饰的不定式 ἀποδοῦναι 在逻辑上隐含的主语(“我们”)一致,而非与主句的形式主语(ἡ παρασκευή τε καὶ προθυμία)相一致。

  2. 57.1τὴν ἐνεγκαμένην

    动词 φέρω 的不定过去时中动分词阴性单数宾格作名词化使用,省略了 γῆν 或 πατρίδα,属于表示“生育之邦(祖国)”的希腊语惯用表达。

  3. 57.1νῦν μοι

    人称代词与格 μοι 在此并非动作的直接间接宾语,而是充当情态与格(伦理与格),用于引起对方重视并表达说话者强烈的关切或催促之意。

  4. 57.1εἰ δὲ ἕτερόν τι βουλεύσαιο

    该句以带有祈愿语气的条件从句前件(εἰ... βουλεύσαιο)起始,但因随后插入了解释性插叙(πυνθάνομαι γάρ...),导致预期的主句后件未在结构上完整呈现,构成破格句或顿跌(aposiopesis),其实际后果由后文的严厉警告(ἴσθι δὲ ὡς...)所承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:57.1