← 朱利安

书信集

§56.1-56.4

禁止日间出殡与夜间安葬的法令

作者阐述了生与死、昼与夜的根本分别,下令禁止在白昼出殡以防不洁与不敬,规定安葬之事必须在夜间或白昼第十刻之后进行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56.1

Χρῆν μὲν οἴκοθεν διανοηθέντα ὃ δὴ νῦν ἔδοξε κρατῦναι τῷ νόμῳ, τὸ παλαιὸν ἔθος ἀναλαβεῖν,1 ὃ διανοούμενοι μὲν οἱ πάλαι καλῶς θέμενοι τοὺς νόμους, εἶναι πλεῖστον ὑπέλαβον ἐν μέσῳ ζωῆς τε καὶ θανάτου,2 ἰδίᾳ δὲ ἑκατέρῳ πρέπειν ἐνόμισαν τὰ ἐπιτηδεύματα τῶν ἔργων. εἶναι μὲν γὰρ τὸν θάνατον ἡσυχίαν διηνεκῆ—καὶ τοῦτο ἄρα ἐστὶν ὁ χαλκοῦς ὕπνος ὁ ὑπὸ τῶν ποιητῶν ὑμνούμενος—, ἀπεναντίας δὲ τὴν ζωὴν ἔχειν πολλὰ μὲν ἀλγεινὰ πολλὰ δὲ ἡδέα, καὶ τὸ πράττειν νῦν μὲν ἑτέρως, αὖθις δὲ ἄμεινον. ὃ δὴ διανοηθέντες ἔταξαν ἰδίᾳ μὲν ἀφοσιοῦσθαι τὰ πρὸς τοὺς κατοιχομένους, ἰδίᾳ δὲ τὰ πρὸς τὸν καθ’ ἡμέραν οἰκονομεῖσθαι βίον. ἔτι δὲ πάντων ὑπελάμβανον ἀρχὴν εἶναι καὶ τέλος τοὺς θεούς, ζῶντάς τε ἡμᾶς ἐνόμισαν ὑπὸ θεοῖς εἶναι καὶ ἀπιόντας πάλιν πρὸς τοὺς θεοὺς πορεύεσθαι. τὸ μὲν οὖν ὑπὲρ τούτων λέγειν, εἴτε τοῖς αὐτοῖς ἀμφότερα προσήκει θεοῖς, εἴτε ἕτεροι μὲν ἐπιτροπεύουσι τοὺς ζῶντας, ἕτεροι δὲ τοὺς τεθνεῶτας, οὐδ’ ἄξιον ἴσως δημοσιεύειν. εἴ γε μὴν καθάπερ ἡμέρας καὶ νυκτὸς αἴτιος ἥλιος καὶ χειμῶνος καὶ θέρους ἀπιὼν καὶ προσιών, οὕτω δὲ καὶ αὐτῶν τῶν θεῶν ὁ πρεσβύτατος, εἰς ὃν πάντα καὶ ἐξ οὗ πάντα, ζῶσί τε ἔταξεν ἄρχοντας καὶ τελευτήσασιν ἀπεκλήρωσε κυρίους, ἑκατέρῳ τὰ πρέποντα χρὴ νέμειν ἐν μέρει, καὶ μιμεῖσθαι διὰ τοῦ καθ’ ἡμέραν βίου τὴν ἐν τοῖς οὖσι τῶν θεῶν διακόσμησιν.

本来,人们应当凭借自省去恢复那古老的习俗,而这习俗如今已决定通过法律加以确立;古昔卓越的立法者们正是出于此种思虑,认为生与死之间存在着极大的分别,并判定各项事功的践行应当分别与二者相宜。因为他们认为,死亡乃是绵延不绝的宁静——这大概正是诗人们所颂咏的“青铜之眠”——相反,生命则包含着诸多痛苦与诸多欢愉,人们的行事有时不尽如人意,有时则更为美好。正是思虑及此,他们规定对于亡者的义务应当单独予以肃穆履行,而日用常行之生活则应单独加以料理。此外,他们还认为神明乃万物之始末,认定我们生时处于神明庇护之下,辞世时则复归于诸神之中。至于对此加以详论,究竟这两者属于同一批神明,还是说另有神明主管生者、另有神明主管死者,这或许本不值得公之于众。然而,正如太阳的离去与临近乃是昼夜与冬夏的成因一样,倘若那万物所归、万物所自出的诸神中最古老者,同样为生者设立了统治者,为亡者分派了主宰,那么我们便应当依次将适宜之礼分赋给生与死,并通过日常的生活去效法神明在万有之中的秩序经纬。

§56.2

Οὐκοῦν ἡσυχία μὲν ὁ θάνατός ἐστιν, ἡσυχίᾳ δὲ ἡ νὺξ ἁρμόττει. διόπερ οἶμαι πρέπειν ἐν αὐτῇ τὰ περὶ τὰς ταφὰς πραγματεύεσθαι τῶν τελευτησάντων, ἐπεὶ τό γε ἐν ἡμέρᾳ πράττειν τι τοιοῦτο πολλῶν ἕνεκα παραιτητέον. ἄλλος ἐπ’ ἄλλῃ πράξει στρέφεται κατὰ τὴν πόλιν, καὶ μεστὰ πάντα ἐστὶ τῶν μὲν εἰς δικαστήρια πορευομένων τῶν δὲ εἰς ἀγορὰν καὶ ἐξ ἀγορᾶς, τῶν δὲ ταῖς τέχναις προσκαθημένων, τῶν δὲ ἐπὶ τὰ ἱερὰ φοιτώντων, ὅπως τὰς ἀγαθὰς ἐλπίδας παρὰ τῶν θεῶν βεβαιώσαιντο· εἶτα οὐκ οἶδα οἵτινες ἀναθέντες ἐν κλίνῃ νεκρὸν διὰ μέσων ὠθοῦνται τῶν ταῦτα σπουδαζόντων. καὶ τὸ πρᾶγμά ἐστι πάντα τρόπον οὐκ ἀνεκτόν. ἀναπίμπλανται γὰρ οἱ προστυχόντες πολλάκις ἀηδίας, οἱ μὲν οἰόμενοι πονηρὸν τὸ οἰώνισμα, τοῖς δὲ εἰς ἱερὰ βαδίζουσιν οὐ θέμις προσελθεῖν ἐστι πρὶν ἀπολούσασθαι. τοῖς γὰρ αἰτίοις τοῦ ζῆν θεοῖς καὶ μάλιστα πάντων ἀλλοτριώτατα πρὸς φθορὰν διακειμένοις οὐ θέμις προσελθεῖν ἀπὸ τοιαύτης ὄψεως. καὶ οὔπω τὰ μείζω κατηγόρηκα τοῦ γιγνομένου. τίνα δὲ ταῦτά ἐστιν; ἱεροὶ περίβολοι καὶ θεῶν ναοὶ ἀνεῴγασι· καὶ πολλάκις θύει τις ἔνδον καὶ σπένδει καὶ εὔχεται, οἱ δὲ παρέρχονται παρ’ αὐτὸ τὸ ἱερὸν νεκρὸν κομίζοντες, καὶ ἡ τῶν ὀδυρμῶν φωνὴ καὶ δυσφημία ἄχρι τῶν βωμῶν φέρεται.

因此,死亡乃是宁静,而夜晚与宁静相宜。故而我认为,在夜晚操办死者的丧葬之事方为得体,因为在白昼行此类事,出于诸多缘由皆当予以杜绝。在城邦各处,人们为各样事务奔走忙碌,到处都充斥着前往法庭者、往返于广场市集者、专心于技艺营生者,以及频频前往圣所祈求神明坚固其良善希冀者;然而,却有人将尸体置于床榻之上,推挤着穿行于这些专心于本业之人当中。此事在各方面皆不可容忍。因为过往之人往往因此满怀嫌恶,有人视此为不祥之兆,而对于正前往圣所者而言,在沐浴净身之前走近神圣之所便属违背天规。因为在目睹此种景象之后,便不可走近那些作为生命之本源、与朽败最为格格不入的神明。而我甚至尚未指控此行径中更为恶劣之事。那又是何事呢?圣所的围墙与诸神的殿堂皆已敞开,往往有人正在其中献祭、奠酒并祈祷,而他们却抬着尸体紧傍着圣所走过,哀号之声与不祥之语径直传至祭坛之上。

§56.3

Οὐκ ἴστε ὅτι πρὸ πάντων τῶν ἄλλων τὰ τῆς ἡμέρας καὶ τὰ τῆς νυκτὸς ἔργα διῄρηται; οὕτως οὖν εἰκότως τῆς μὲν ἀφῃρέθη, τῇ δὲ ἂν ἀνακέοιτο. οὐ γὰρ δὴ τῆς ἐσθῆτος τὴν λευκὴν ἐπὶ τοῖς πένθεσιν ὀρθῶς ἔχον ἐστὶ παραιτεῖσθαι, θάπτειν δὲ τοὺς τελευτήσαντας ἐν ἡμέρᾳ καὶ φωτί. βέλτιον ἦν ἐκεῖνο, εἴ γε εἰς οὐδένα τῶν θεῶν ἐπλημμελεῖτο, τοῦτο δὲ οὐκ ἐκφεύγει τὸ μὴ εἰς ἅπαντας τοὺς θεοὺς εἶναι δυσσέβειαν.3 τοῖς τε γὰρ Ὀλυμπίοις οὐ δέον αὐτὸ προσνέμουσι, καὶ τῶν χθονίων, ἢ ὁπωσοῦν ἄλλως οἱ τῶν ψυχῶν ἐπίτροποι καὶ κύριοι χαίρουσιν ὀνομαζόμενοι, παρὰ τὸ δέον ἀλλοτριοῦσιν. ἐγὼ δὲ οἶδα καὶ τοὺς περιττοὺς καὶ ἀκριβεῖς τὰ θεῖα θεοῖς τοῖς κάτω νύκτωρ ἢ πάντως μετὰ δεκάτην ἡμέρας ὥραν ἱερὰ δρᾶν ἀξιοῦντας. εἰ δὲ τῆς ἐκείνων θεραπείας οὗτος ἀμείνων ὁ καιρός, οὐδὲ τῇ θεραπείᾳ πάντως τῶν τεθνεώτων ἕτερον ἀποδώσομεν.

难道你们不知,白昼之工与夜晚之工先于其他一切被划分开来?因此,丧葬理所当然当从白昼中剥除,而委付于黑夜。因为,倘若在服丧之时合宜地摒弃白衣,却在白昼与光明之中埋葬死者,这断非合理之道。若是前者,只要未曾冒犯任何神明,倒还算更好;而后者却无法逃脱对一切神明皆属不敬的事实。因为他们不仅不当地将此事分派给了奥林匹斯诸神,更违背规矩,将此事从地下诸神——或灵魂的守护者与主宰者们无论欢喜被称为何种名号者——那里剥离。我深知,那些在神圣事务上极其严谨考究之人,亦主张向冥间诸神献祭应当在夜间、或无论如何必须在白昼第十刻之后进行。若说此时辰对于事奉地下诸神更为合宜,我们断不可为照料死者另择别时。

§56.4

Τοῖς μὲν οὖν ἑκοῦσι πειθομένοις ἐξαρκεῖ ταῦτα. ἃ γὰρ ἡμάρτανον μαθόντες, μετατιθέσθων πρὸς τὸ βέλτιον. εἰ δέ τις τοιοῦτός ἐστιν οἷος ἀπειλῆς καὶ ζημίας δεῖσθαι, ἴστω τὴν μεγίστην ὑφέξων δίκην,4 εἰ πρὸ δεκάτης ἡμερινῆς ὥρας τολμήσει τε τῶν ἀπογινομένων τινὸς κηδεῦσαι σῶμα καὶ διὰ τῆς πόλεως ἐνεγκεῖν· ἀλλὰ δύντος ἡλίου καὶ αὖ πρὶν ἀνίσχειν ταῦτα γενέσθω, ἡ δὲ ἡμέρα καθαρὰ καθαροῖς τοῖς τε ἔργοις καὶ τοῖς Ὀλυμπίοις ἀνακείσθω θεοῖς.

因此,对于那些自觉顺从之人,这些话已然足够;他们在知晓自身过失之后,当自行向善迁改。然而,若有人属于非得施以威胁与惩罚不可者,他当知晓,若敢在白昼第十刻之前为任何亡者发丧安葬并将遗体穿城运送,他必将承受最严厉的惩处;反之,这些事必须在日落之后、并在日出之前进行,而白昼则应当保持纯洁,奉献给纯洁的善工以及奥林匹斯诸神。

语法注4 条
  1. 56.1Χρῆν μὲν οἴκοθεν διανοηθέντα ὃ δὴ νῦν ἔδοξε κρατῦναι τῷ νόμῳ, τὸ παλαιὸν ἔθος ἀναλαβεῖν

    无人称动词 χρῆν 支配不定式 ἀναλαβεῖν,其逻辑主语由宾格分词 διανοηθέντα(“自行省察”)表示,指代一般人。关系代词 ὃ 先行概括了“恢复旧俗”这一事件或提前指代 τὸ παλαιὸν ἔθος,构成 ὃ ... ἔδοξε κρατῦναι τῷ νόμῳ(“如今已决定通过法律加以确立的事”)。

  2. 56.1εἶναι πλεῖστον ὑπέλαβον ἐν μέσῳ ζωῆς τε καὶ θανάτου

    习语 πλεῖστον εἶναι ἐν μέσῳ τινός 意为“在某两事物之间存在极大的分别/间隔”。此处由间接引语动词 ὑπέλαβον 支配宾格与不定式结构,强调生与死之间的根本界限与差异。

  3. 56.3τοῦτο δὲ οὐκ ἐκφεύγει τὸ μὴ εἰς ἅπαντας τοὺς θεοὺς εἶναι δυσσέβειαν

    在表示逃避且带有否定的动词(οὐκ ἐκφεύγει)之后,接以冠词中性单数宾格与冗余否定(τὸ μὴ + 不定式),属于阻碍或逃避类动词后的标准句式。全句意为“这并不能逃脱其作为对全体神明的不敬”,即表达强烈的肯定。

  4. 56.4ἴστω τὴν μεγίστην ὑφέξων δίκην

    表示知晓的动词命令式(ἴστω,οἶδα 的第三人称单数命令法)后接补充性将来分词 ὑφέξων,意为“让他知道他必将承受极重的刑罚”。短语 ὑπέχω δίκην 是表示“服刑、受罚”的标准习语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:56.1-56.4