← 朱利安

书信集

§54.1

邀请友人参加执政官庆典

作者援引赫西俄德之语,提出当邀好友而非邻人同庆,并以彼此深厚的旧情为由,敦促对方利用国家驿道前来参加执政官就任庆典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54.1

Ἡσιόδῳ μὲν δοκεῖ τῷ σοφῷ καλεῖν ἐπὶ τὰς ἑορτὰς τοὺς γείτονας ὡς συνησθησομένους, ἐπειδὴ καὶ συναλγοῦσι καὶ συναγωνιῶσιν, ὅταν τις ἀπροσδόκητος ἐμπέσῃ ταραχή. ἐγὼ δέ φημι τοὺς φίλους δεῖν καλεῖν, οὐχὶ τοὺς γείτονας· τὸ αἴτιον δέ, ὅτι γείτονα μὲν ἔνεστιν ἐχθρὸν ἔχειν, φίλον δὲ ἐχθρὸν οὐ μᾶλλον ἢ τὸ λευκὸν μέλαν εἶναι καὶ τὸ θερμὸν ψυχρόν. ὅτι δὲ ἡμῖν οὐ νῦν μόνον, ἀλλὰ καὶ πάλαι φίλος εἶ καὶ διετέλεσας εὐνοικῶς ἔχων,1 εἰ καὶ μηδὲν ὑπῆρχεν ἄλλο τεκμήριον, ἀλλὰ τό γε ἡμᾶς οὕτω διατεθεῖσθαι καὶ διακεῖσθαι περὶ σὲ μέγα ἂν εἴη τούτου σημεῖον.2 ἧκε τοίνυν μεθέξων τῆς ὑπατείας αὐτός. ἄξει δέ σε ὁ δημόσιος δρόμος ὀχήματι χρώμενον ἑνὶ καὶ παρίππῳ. εἰ δὲ χρή τι καὶ ἐπεύξασθαι, εὐμενῆ σοι καὶ τὸν Ἐνόδιον παρακεκλήκαμεν.

智者赫西俄德认为应当邀请邻人参加节日庆典,视其为能共同分享喜悦之人,因为每当不期而至的祸患降临之时,他们也会一同分担痛苦与焦灼。但我却说,应当邀请的是朋友,而非邻人。其原因在于:有身为仇敌的邻人尚有可能,而有身为仇敌的朋友,则绝不可能,正如白不可能为黑,热不可能为冷一样。至于说你不仅在当下,而且自昔日以来便是我们的朋友,且始终怀有善意——即便别无其他证据,但至少我们对你如此倾心、至今仍满怀深情,便足以成为此事的一大明证。因此,请你亲自前来,共同分享这执政官的荣光。国家驿道将为你提供乘行,供你使用一辆车驾与一匹备用之马。此外,若还需要致以什么祈愿的话,我们亦已祈求道路之神对你施以护佑与恩泽。

语法注2 条
  1. 388aὅτι δὲ ἡμῖν οὐ νῦν μόνον, ἀλλὰ καὶ πάλαι φίλος εἶ καὶ διετέλεσας εὐνοικῶς ἔχων

    句首的 ὅτι 从句充当前置的主题从句(相当于“关于……这一事实”),在插入让步条件从句(εἰ καὶ μηδὲν...)之后,其内容在主句中由指示代词 τούτου 所承接照应。

  2. 388bἀλλὰ τό γε ἡμᾶς οὕτω διατεθεῖσθαι καὶ διακεῖσθαι περὶ σὲ μέγα ἂν εἴη τούτου σημεῖον

    紧接让步条件从句(εἰ καὶ μηδὲν ὑπῆρχεν ἄλλο τεκμήριον)之后位于主句句首的 ἀλλά 为归结句 ἀλλά(apodotic ἀλλά),并非表示转折,而是用于引出并强化主句的断言(“即使……至少……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:54.1