- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:53.1-53.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安承认自己已被利巴尼乌斯为阿里斯托芬辩护的演说完全说服,提议二人当面商议救济之策,并热情赞美了该演说卓越的修辞技巧。
Ἀποδέδωκας Ἀριστοφάνει τὰς ἀμοιβὰς τῆς τε περὶ τοὺς θεοὺς εὐσεβείας καὶ τῆς περὶ σεαυτὸν προθυμίας, ἀμείψας αὐτῷ καὶ μεταθεὶς τὰ πρόσθεν ἐπονείδιστα πρὸς εὔκλειαν, οὐ τὴν νῦν μόνον, ἀλλὰ καὶ εἰς τὸν ἔπειτα χρόνον, ὡς οὐχ ὅμοιόν γε ἡ Παύλου συκοφαντία καὶ ἡ τοῦ δεῖνος κρίσις1 τοῖς ὑπὸ σοῦ γραφομένοις λόγοις· ἐκεῖνα μὲν γὰρ ἀνθοῦντά τε ἐμισεῖτο καὶ συναπέσβη τοῖς δράσασιν, οἱ δὲ σοὶ λόγοι καὶ νῦν ὑπὸ τῶν ἀληθῶς Ἑλλήνων ἀγαπῶνται, καὶ εἰς τὸν ἔπειτα χρόνον, εἰ μή τι σφάλλομαι κρίσεως ὀρθῆς, ἀγαπήσονται. πεύσῃ δὴ λοιπὸν εἰ πέπεικάς με, μᾶλλον δὲ μεταπέπεικας ὑπὲρ Ἀριστοφάνους. μὴ νομίζειν αὐτὸν ἡδονῶν ἥττονα καὶ χρημάτων ὁμολογῶ.2 τί δὲ οὐ μέλλω τῷ φιλοσοφωτάτῳ καὶ φιλαληθεστάτῳ τῶν ῥητόρων εἴκειν; ἕπεται καὶ τὸ ἐπὶ τούτοις παρὰ σοῦ προσανερωτᾶσθαι· τί οὖν οὐ μετατίθεμεν αὐτῷ τὰς συμφορὰς εἰς ἀμείνω τύχην καὶ ἀφανίζομεν τὰ κατασχόντα διὰ τὰς δυσπραγίας ὀνείδη; σύν τε δύʼ ἐρχομένω,3 φασίν, ἐγὼ καὶ σὺ βουλευσώμεθα. δίκαιος δὲ εἶ μὴ συμβουλεύειν μόνον,4 ὅτι χρὴ βοηθεῖν ἀνδρὶ τοὺς θεοὺς ἀδόλως τετιμηκότι, ἀλλὰ καὶ ὃν χρὴ τρόπον. καίτοι καὶ τοῦτο ᾐνίξω τρόπον τινά. βέλτιον δὲ ἴσως ὑπὲρ τῶν τοιούτων οὐ γράφειν, ἀλλὰ διαλέγεσθαι πρὸς ἀλλήλους. ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.
你已向阿里斯托芬偿还了他对诸神的虔敬以及对你本人的热忱的报偿,为他将昔日为人不齿之事转变为声誉,这声誉不仅属于当下,更及于后世;因为保卢斯的诬告与某人的判决,决不能与你所著之文辞相提并论。那些言行即便在盛行之时亦遭人憎恨,且随为之者一同归于熄灭;而你的文辞,如今仍为真正的希腊人所热爱,并且在后世——若我的正确判断未曾出错——也定将受人爱戴。那么接下来你必会探问,关于阿里斯托芬之事,你是否已说服了我,或者说,是否使我改变了心意。我承认,我不再认为他是屈从于享乐与金钱之人。面对演说家中最具哲学精神、最热爱真理之人,我怎能不服从呢?由此必然会招致你进一步的追问:“那么我们为何不为他将不幸转为更佳的际遇,并消除那因逆境而压在他身上的耻辱呢?”正如俗语所言,“二人同行”,且让你我共商此事。你不应仅建议当去援助一位纯洁地敬奉诸神的男子,更有责任指明当以何种方式去行。不过,你其实也以某种方式暗示了这一点。但对于此类事情,或许不诉诸笔端、而由彼此当面交谈为佳。祝你安好,最受思念、最亲爱的兄弟。
Ἀνέγνων δὲ χθὲς τὸν λόγον πρὸ ἀρίστου σχεδόν, ἀριστήσας δὲ, πρὶν ἀναπαύσασθαι, τὸ λοιπὸν προσαπέδωκα τῆς ἀναγνώσεως. μακάριος εἶ λέγειν οὕτω, μᾶλλον δὲ φρονεῖν οὕτω δυνάμενος. ὢ λόγος, ὢ φρένες, ὢ σύνεσις, ὢ διαίρεσις, ὢ ἐπιχειρήματα, ὢ τάξις, ὢ ἀφορμαί, ὢ λέξις, ὢ ἁρμονία, ὢ συνθήκη.
昨日我在午膳前几乎读完了这篇演说,午膳后,尚未歇息,便偿清了剩余的阅读。你能如此言说,不如说能有如此的思虑,何其有福!啊,文辞!啊,智慧!啊,通达!啊,区分!啊,论证!啊,布局!啊,立意!啊,措辞!啊,音韵!啊,结构!
- 1ὡς οὐχ ὅμοιόν γε ἡ Παύλου συκοφαντία καὶ ἡ τοῦ δεῖνος κρίσις
连词 ὡς 引导原因从句(“因为”)。谓语形容词 οὐχ ὅμοιον 采用中性单数形式,尽管主语是两个阴性名词(ἡ συκοφαντία 与 ἡ κρίσις),但在此将它们统括为一个抽象概念或事态来处理。
- 1μὴ νομίζειν αὐτὸν ἡδονῶν ἥττονα καὶ χρημάτων ὁμολογῶ
不定词 νομίζειν 充当动词 ὁμολογῶ(“我承认/坦白”)的宾语。由于表示承认、誓言或郑重声明的动词在支配不定词时常带主观色彩,故否定词采用 μή 而非 οὐ。整句意为“我承认,我不再认为他是屈从于享乐与金钱之人”。
- 1σύν τε δύʼ ἐρχομένω
化用了荷马《伊利亚特》第10卷第224行开头的名句(σύν τε δύʼ ἐρχομένω...),并保留了史诗中的双数形式。插入语 φασίν(“正如人们所说/俗谓”)明确指示这是一句熟知的成语谚语。
- 1δίκαιος δὲ εἶ μὴ συμβουλεύειν μόνον
δίκαιός εἰμι 与不定词 συμβουλεύειν 构成的人称句式,相当于无人称句 δίκαιόν ἐστί σε...,意为“你有责任/理应不仅仅建议……”。
