- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:52.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者敦促友人尽快寄来所承诺的论述与劝告,引述诗人之语表达渴望等待使人衰老的心情,并说明这封信是自己在处理公务间隙口授而成的。
Ἐπειδὴ τῆς ὑποσχέσεως ἐπελάθου· τρίτη γοῦν ἐστὶ σήμερον, καὶ ὁ φιλόσοφος Πρίσκος αὐτὸς μὲν οὐχ ἧκε, γράμματα δ’ ἀπέστειλεν ὡς ἔτι χρονίζων· ὑπομιμνήσκω σε τὸ χρέος ἀπαιτῶν. ὄφλημα δέ ἐστιν, ὡς οἶσθα, σοὶ μὲν ἀποδοῦναι ῥᾴδιον, ἐμοὶ δὲ ἥδιστον πάνυ κομίσασθαι. πέμπε δὴ τὸν λόγον καὶ τὴν ἱερὰν συμβουλήν, ἀλλὰ πρὸς Ἑρμοῦ καὶ Μουσῶν ταχέως, ἐπεὶ καὶ τούτων με τῶν τριῶν ἡμερῶν ἴσθι συντρίψας,1 εἴπερ ἀληθῆ φησιν ὁ Σικελιώτης ποιητής, ἐν ἤματι φάσκων τοὺς ποθοῦντας γηράσκειν. εἰ δὲ ταῦτα ἔστιν, ὥσπερ οὖν ἔστι, τὸ γῆρας ἡμῖν ἐτριπλασίασας, ὦ γενναῖε. ταῦτα μεταξὺ τοῦ πράττειν2 ὑπηγόρευσά σοι· γράφειν γὰρ οὐχ οἷός τε ἦν, ἀργοτέραν ἔχων τῆς γλώττης τὴν χεῖρα. καίτοι μοι καὶ τὴν γλῶτταν εἶναι συμβέβηκεν ὑπὸ τῆς ἀνασκησίας ἀργοτέραν καὶ ἀδιάρθρωτον. ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.
既然你忘却了诺言——今天确实已是第三天,而哲学家普里斯库斯本人未到,却寄来信函称其仍受耽搁——我便作为催讨债务者来提醒你。正如你所知,这笔债务对你而言极易偿付,而对我而言收到它则是至乐之事。那么,请快快寄来那篇论述与神圣的劝告吧;凭着赫尔墨斯与缪斯诸神起誓,务必从速!因为须知,倘若那位西西里诗人言之属实,称切望之人一日之内即会衰老,那么仅凭这三天的时间,你就已让我备受折磨了。而如果这果真属实——确实也就是如此——高尚的朋友啊,你便已使我们的苍老增加了两倍。这些话是我在处理事务的间隙向你口授的;因为我的手慢于舌头,无法亲自动笔。然而由于缺乏操练,我的舌头碰巧也变得迟钝而不清了。祝你安好,最受思念、最亲爱的兄弟。
- 374cἴσθι συντρίψας
由表示认知的动词 οἶδα 的第二人称单数祈使语气 ἴσθι 与主格补足分词 συντρίψας 搭配构成的句式,分词的主语即祈使句的主语,意为“要知道你已经压垮了”或“你当自知已使……备受折磨”。
- 374dμεταξὺ τοῦ πράττειν
介词 μεταξύ 支配带冠词的不定词(动名词)属格 τοῦ πράττειν,表示时间上的伴随或间歇,意为“在办事/处理事务的间隙”。
