- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:51.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安皇帝告知犹太人社团,他已废除前朝奸佞强加的不公捐税与使徒税,并要求他们为帝国祈祷,同时许诺在波斯战事结束后将亲自重建耶路撒冷。
Πάνυ ὑμῖν φορτικώτατον γεγένηται ἐπὶ τῶν παρῳχηκότων καιρῶν τῶν ζυγῶν τῆς δουλείας τὸ διαγραφαῖς ἀκηρύκτοις ὑποτάττεσθαι ὑμᾶς καὶ χρυσίου πλῆθος ἄφατον εἰσκομίζειν1 τοῖς τοῦ ταμιείου λόγοις· ὧν πολλὰ μὲν αὐτοψεὶ ἐθεώρουν, πλείονα δὲ τούτων ἔμαθον εὑρὼν τὰ βρέβια τὰ καθ’ ὑμῶν φυλαττόμενα· ἔτι δὲ καὶ μέλλουσαν πάλιν εἰσφορὰν καθ’ ὑμῶν προστάττεσθαι εἶρξα, καὶ τὸ τῆς τοιαύτης δυσφημίας ἀσέβημα ἐνταῦθα ἐβιασάμην στῆσαι, καὶ πυρὶ παρέδωκα τὰ βρέβια τὰ καθ’ ὑμῶν ἐν τοῖς ἐμοῖς σκρινίοις ἀποκείμενα, ὡς μηκέτι δύνασθαι καθ’ ὑμῶν τινὰ τοιαύτην ἀκοντίζειν ἀσεβείας φήμην. καὶ τούτων μὲν ὑμῖν οὐ τοσοῦτον αἴτιος κατέστη ὁ τῆς μνήμης ἄξιος Κωνστάντιος ὁ ἀδελφός, ὅσον οἱ τὴν γνώμην βάρβαροι καὶ τὴν ψυχὴν ἄθεοι, οἱ τὴν τούτου τράπεζαν ἑστιώμενοι, οὓς ἐγὼ μὲν ἐν χερσὶν ἐμαῖς λαβόμενος εἰς βόθρον ὤσας ὤλεσα, ὡς μηδὲ μνήμην ἔτι φέρεσθαι παρ’ ἡμῖν τῆς αὐτῶν ἀπωλείας. ἐπὶ πλέον δὲ ὑμᾶς εὐωχεῖσθαι βουλόμενος, τὸν ἀδελφὸν Ἴουλον, τὸν αἰδεσιμώτατον πατριάρχην, παρῄνεσα καὶ τὴν λεγομένην εἶναι παρ’ ὑμῖν ἀποστολὴν κωλυθῆναι,2 καὶ μηκέτι δύνασθαι τὰ πλήθη ὑμῶν τινὰ ἀδικεῖν τοιαύταις φόρων εἰσπράξεσιν, ὡς πανταχόθεν ὑμῖν τὸ ἀμέριμνον ὑπάρχειν ἐπὶ τῆς ἐμῆς βασιλείας, ἵνα ἀπολαύοντες εἰρήνης ἔτι μείζονας εὐχὰς ποιῆσθε ὑπὲρ τῆς ἐμῆς βασιλείας τῷ πάντων κρείττονι καὶ δημιουργῷ θεῷ, τῷ καταξιώσαντι στέψαι με τῇ ἀχράντῳ αὐτοῦ δεξιᾷ. πέφυκε γὰρ τοὺς ἔν τινι μερίμνῃ ἐξεταζομένους περιδεῖσθαι τὴν διάνοιαν καὶ μὴ τοσοῦτον εἰς τὴν προσευχὴν τὰς χεῖρας ἀνατείνειν τολμᾶν, τοὺς δὲ πανταχόθεν ἔχοντας τὸ ἀμέριμνον ὁλοκλήρῳ ψυχῇ χαίροντας ὑπὲρ τοῦ βασιλείου ἱκετηρίους λατρείας ποιεῖσθαι τῷ μείζονι, τῷ δυναμένῳ κατευθῦναι τὴν βασιλείαν ἡμῶν ἐπὶ τὰ κάλλιστα, καθάπερ προαιρούμεθα. ὅπερ χρὴ ποιεῖν ὑμᾶς, ἵνα κἀγὼ τὸν τῶν Περσῶν πόλεμον διορθωσάμενος τὴν ἐκ πολλῶν ἐτῶν ἐπιθυμουμένην παρ’ ὑμῶν ἰδεῖν οἰκουμένην πόλιν ἁγίαν Ἱερουσαλὴμ ἐμοῖς καμάτοις ἀνοικοδομήσας οἰκίσω3 καὶ ἐν αὐτῇ δόξαν δῶ μεθ’ ὑμῶν τῷ κρείττονι.
在屈从于奴役之轭的往昔岁月里,你们屈从于未经预先宣告的征课,并向国库账目交纳无可计量的巨量黄金,这对你们而言成了极沉重的负担。其中的许多情况我曾亲眼目睹,而通过查获针对你们而保管的课税名册,我了解到的甚至比这些还要多。此外,我还阻止了原本即将再次向你们下令征收的贡税,强行制止了这种带来恶名的不虔之举,并将我档案库中所存放的针对你们的课税名册付之一炬,以使任何人都不能再向你们投射这等不虔的毁谤之词。在这类事情中,给你们造成痛苦的祸首倒不怎么是值得纪念的家兄君士坦提乌斯,而更是那些在性情上野蛮、在灵魂上不敬神、常在他筵席上饮宴的人;我亲手拿获这些人,将他们推入深坑予以剿灭,以致在我们当中甚至连他们灭亡的记忆也不复存在。为了让你们享有更多福乐,我劝谕我们最受尊崇的宗主教犹罗斯弟兄,也废除在你们当中被称为使徒捐税的款项,使任何人都不再能通过此类租税征课来侵害你们的民众,从而在我的统治之下,使你们各方面都能免除忧虑;以便你们在享受和平的同时,向那位至高无上、创造万有、并屈尊用其无玷右手为我加冕的创造主上帝,为我的帝国献上更加诚挚的祈祷。因为凡身陷某种忧虑的人,其心智自然受制,不敢如此热切地伸出双手去祈祷;而各方面皆得免除忧虑的人,则自然以全副心灵欢欣鼓舞,为皇室向那能够照着我们的宏愿将帝国导向最美好境地的至尊者献上恳求的崇拜。这正是你们应当做的,以便我也能在妥善了结波斯战事之后,用我自己的辛劳重建并充实你们多年以来切望看到有人居住的圣城耶路撒冷,并在其中同你们一起将荣耀归于至高者。
- 396dτὸ διαγραφαῖς ἀκηρύκτοις ὑποτάττεσθαι ὑμᾶς καὶ χρυσίου πλῆθος ἄφατον εἰσκομίζειν
带冠词的不定式短语(τὸ ... ὑποτάττεσθαι ... καὶ ... εἰσκομίζειν)用作句子的语法主语,与表语形容词 φορτικώτατον 和动词 γεγένηται 搭配。宾格代词 ὑμᾶς 充当不定式 ὑποτάττεσθαι 的逻辑主语,并顺延至后一个不定式 εἰσκομίζειν。
- 397cτὸν ἀδελφὸν Ἴουλον, τὸν αἰδεσιμώτατον πατριάρχην, παρῄνεσα καὶ τὴν λεγομένην εἶναι παρ’ ὑμῖν ἀποστολὴν κωλυθῆναι
动词 παραινέω 通常接人的与格以及不定式,但在此处劝告的对象以宾格形式出现(τὸν ἀδελφὸν Ἴουλον...),后接被动不定式(κωλυθῆναι),构成表示间接劝告或政令实施的“宾格加不定式”结构。
- 398aτὴν ἐκ πολλῶν ἐτῶν ἐπιθυμουμένην παρ’ ὑμῶν ἰδεῖν οἰκουμένην πόλιν ἁγίαν Ἱερουσαλὴμ ἐμοῖς καμάτοις ἀνοικοδομήσας οἰκίσω
层层嵌套的宾语修饰结构。名词短语 πόλιν ἁγίαν Ἱερουσαλήμ 受被动分词 ἐπιθυμουμένην(“所期盼的”)修饰,后者带不定式 ἰδεῖν(“看见”)作补充说明,而 ἰδεῖν 又带有补充性分词 οἰκουμένην(“有人居住的”)。该从句的核心句式为伴随分词 ἀνοικοδομήσας(“重建之后”)和主谓动词 οἰκίσω(“我将使之有人定居”)。
