← 朱利安

书信集

§50.6-50.8

谴责狄奥尼修斯的无知并宣告绝交

作者揭露了狄奥尼修斯敬畏死者却侮辱生者的荒谬行径,谴责其抗拒皇帝命令的违法举措,严厉批驳其缺乏教养、用词错误与傲慢做派,并宣布将此信公之于众且与之绝交。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.6

Ἀλλ’ ὁ τὴν Μαγνεντίου καὶ Κώνσταντος ὁσίαν αἰσχυνόμενος,1 ἀνθ’ ὅτου τοῖς ζῶσι πολεμεῖς καὶ τοῖς ὁπωσοῦν βελτίστοις λοιδορῇ; πότερον ὅτι μᾶλλον ἐκεῖνοι δύνανται τῶν ζώντων ἀμύνεσθαι τοὺς λυποῦντας; ἀλλὰ σοὶ τοῦτο οὐ προσήκει λέγειν· εἶ γάρ, ὡς γράφεις, θαρραλεώτατος. ἀλλ’ εἰ μὴ τοῦτο, τυχὸν ἕτερον· ὡς γὰρ οὐκ αἰσθανομένους ἐπισκώπτειν ἴσως οὐ βούλει. τῶν ζώντων δὲ ἆρά τις οὕτως εὐήθης ἐστὶν ἢ μικρόψυχος, ὃς ἀξιώσειεν ἂν αὑτοῦ παρὰ σοὶ λόγον εἶναί τινα, καὶ οὐ βουλήσεται μάλιστα μὲν ἀγνοεῖσθαι παρὰ σοῦ παντάπασιν, εἰ δ’ ἀδύνατον εἴη, λοιδορεῖσθαι παρὰ σοῦ μᾶλλον, καθάπερ ἐγὼ νῦν, ἢ τιμᾶσθαι; μήποτε οὕτω κακῶς φρονήσαιμι, μήποτε τῶν παρὰ σοῦ μᾶλλον ἐπαίνων ἢ ψόγων ἀντιποιησαίμην.

然而,你这个敬重马格嫩提乌斯和君士坦斯之神圣礼仪的人,究竟为何与活着的人开战,并辱骂任何方面的最优秀者呢?难道是因为死者比生者更能向伤害他们的人复仇吗?但你把这话挂在嘴边并不合适;因为正如你所写的那样,你是最为大胆无畏的。但若不是这个缘故,或许就是另一个缘故:因为你大概不想去嘲弄那些毫无知觉的人。而在生者之中,难道真有人如此愚蠢或卑劣,以至于认为自己在你那里值得享有某种重视,而不是最希望完全被你忽视,若不可能,也宁可像我现在这样被你辱骂,而不是被你称赞吗?愿我绝不会有如此糟糕的念头,愿我绝不去追求从你那里得来的称赞而非责难。

§50.7

Ἀλλ’ αὐτὸ τοῦτο τὸ γράφειν πρὸς σε δακνομένου τυχὸν ἴσως ἐστίν; οὐ μὰ τοὺς θεοὺς τοὺς σωτῆρας, ἀλλ’ ἐπικόπτοντος2 τὴν ἄγαν αὐθάδειαν καὶ τὴν θρασύτητα καὶ τὴν ἀκολασίαν τὴν τῆς γλώττης καὶ τὸ τῆς ψυχῆς ἄγριον καὶ τὸ μαινόμενον τῶν φρενῶν καὶ τὸ παρακεκινηκὸς ἐν πᾶσιν. ἐξῆν γοῦν, εἴπερ ἐδεδήγμην, ἔργοις ἀλλὰ μὴ λόγοις σε σφόδρα νομίμως κολάσαι. πολίτης γὰρ ὢν καὶ τῆς γερουσίας μετέχων αὐτοκράτορος ἐπίταγμα παρῃτήσω· τοῦτο δὲ οὐκ ἐξῆν δήπουθεν τῷ μὴ μεγάλην ἀνάγκην προϊσχομένῳ. οὔκουν ἐξήρκει μοι ὑπὲρ τούτου ζημιῶσαί σε παντοίαν ζημίαν, ἀλλ’ ᾠήθην δεῖν γράψαι πρός σε πρῶτον, νομίζων ἰάσιμον ἐπιστολίῳ βραχεῖ. ὡς δέ ς̓ ἐμμένοντα τοῖς αὐτοῖς, μᾶλλον δὲ τὸ λεληθὸς τέως τῆς μανίας ἐφώρασα, μή τι καὶ νομισθείης3 ἀνήρ, οὐκ ἀνὴρ ὤν, καὶ παρρησίας μεστός, ἐμβροντησίας ὢν πλήρης, καὶ παιδείας μετεσχηκώς, οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι. τὸ γὰρ φροῦδον οὐδεὶς εἶπε τῶν ἀρχαίων ἐπὶ τοῦ προφανοῦς,4 ὥσπερ σὺ νῦν, ἐπεὶ τὰς ἄλλας σου τῆς ἐπιστολῆς ἁμαρτίας οὐδεὶς ἂν ἐπεξελθεῖν ἐν μακρῷ βιβλίῳ δυνηθείη καὶ τὸ μαστροπὸν ἐκεῖνο καὶ βδελυρὸν ἦθος, ὑφ’ οὗ σεαυτὸν προαγωγεύεις. οὐ γὰρ τοὺς ἐξ ἑτοίμου φὴς ἥκοντας οὐδὲ τοὺς ἐφεδρεύοντας ταῖς ἀρχαῖς, ἀλλὰ τοὺς βεβαίᾳ κρίσει χρωμένους καὶ κατὰ τοῦτο τὸ δέον αἱρουμένους τούτους δεῖν, ἀλλ’ οὐ τοὺς ἑτοίμως ὑπακούοντας, αἱρεῖσθαι. καλάς γε ἡμῖν ἐλπίδας ὑποφαίνεις οὐδὲν δεομένοις ὡς ὑπείξων, ἢν αὖθίς σε καλῶμεν ἐπὶ κοινωνίαν πραγμάτων. ἐμοὶ δὲ τοσοῦτον μέρος τούτου περίεστιν, ὥστε σε, τῶν ἄλλων εἰσιεμένων, οὐδὲ προσείρηκα πώποτε. καίτοι γε πρὸς πολλοὺς ἔγωγε τοῦτο ἐποίησα γνωρίμων τε καὶ ἀγνοουμένων ἐμοὶ κατὰ τὴν θεοφιλῆ Ῥώμην διατρίβοντας. οὕτω σου τῆς φιλίας ἀντεποιούμην, οὕτω σε σπουδῆς ἄξιον ᾠόμην. εἰκὸς οὖν ὅτι καὶ τὰ μέλλοντα πρός σε τοιαῦτα ἔσται. καὶ γὰρ νῦν ἔγραψα ταυτηνὶ τὴν ἐπιστολήν, οὐ σοὶ μόνον ἀνάγνωσμα, ἐπεὶ καὶ ἀναγκαίαν πολλοῖς αὐτὴν ᾔδειν, καὶ δώσω γε πᾶσιν οὐκ ἄκουσιν, ὡς ἐμαυτὸν πείθω, ληψομένοις· σεμνότερον γὰρ ὁρῶντές σε καὶ ὀγκωδέστερον τῶν ἔμπροσθέν σοι βεβιωμένων ἄχθονται.

然而,给你写这封信的举动本身,难道真是一个被刺痛之人的作为吗?凭着拯救的诸神起誓,绝非如此!这反倒是一个要挫败你那过分狂妄、厚颜、放肆之舌、残暴心灵、癫狂理智以及处处错乱的人的作为。无论如何,若我真被刺痛了,我本可以完全依法用实际行动而非言辞来惩罚你。因为你身为公民并身居元老院之列,却拒绝了皇帝的命令;而对于未能提出重大不可抗力的人而言,这显然是不被允许的。难道为此对你施加各种各样的惩罚对我而言还不够吗?但我原本认为应该先给你写信,以为这用一封短笺便可医治。然而,当我发觉你仍固执于旧态,或者不如说,看穿了你此前被隐匿的疯狂时,为了不让你在并非男子汉的情况下被误认为何等男子汉,在满腹昏聩时被视作充满坦率,在连文章的一星半点都未曾涉猎的情况下被认为受过教养——至少根据你的信件所能合理推测的那样——我才动笔。因为古代人绝无人像你现在这样,把“phroudos”(消逝)用作“显然”的意思;至于你信中的其余种种错误,以及你借以自我推销的那种拉皮条式的可憎品性,任何人即便用一本巨著也无法详尽列举。你说:“应当挑选的不是那些现成赶来的人,也不是窥伺官职的人,而是那些运用坚定决断、并据此选择应行之事的人,而不是一味顺从的人。”对于根本毫无所求的我们,你展现出多么美好的希望啊,仿佛我们若再次召你共理政事,你便会应允似的!然而我对这件事的挂虑如此之少,以至于在其他人皆得晋见之时,我甚至从未向你说过一句话。尽管对于客居于神所眷顾的罗马的许多熟人乃至陌生人,我尚且如此相待。我是如此不贪图你的友谊,如此不认为你值得重视。因此很显然,今后对待你的态度亦将如此。因为我写下这封信,绝不仅是给你一人的读物,因为我知道许多人也正需要它;而且我深信,我将把它赠予所有乐于接受的人;因为人们眼见你行事比往日的生活更加狂妄尊大,皆深感愤懑。

§50.8

Τελείαν ἔχεις παρ’ ἡμῶν τὴν ἀπόκρισιν, ὥστε σε μηδὲν ἐπιποθεῖν. οὔκουν οὐδὲ ἡμεῖς παρὰ σοῦ τι πλέον ἀπαιτοῦμεν· ἀλλ’ ἐντυχών, εἰς ὅ τι βούλει τοῖς γράμμασι χρῆσαι· τὰ γὰρ τῆς ἡμετέρας φιλίας πεπέρανταί σοι. ἔρρωσο τρυφῶν καὶ λοιδορούμενος ἐμοὶ παραπλησίως.

你已经得到了我们彻底的答复,以至于你无须再有任何企求。同样地,我们也不再向你索取任何东西;读罢之后,你尽可随意处置这封信文;因为我们之间的友谊之事对你而言已经结束。祝你尽情享乐并一如既往地辱骂我,就此别过。

语法注4 条
  1. 6Ἀλλ’ ὁ τὴν Μαγνεντίου καὶ Κώνσταντος ὁσίαν αἰσχυνόμενος

    带有定冠词 ὁ 的现在分词 αἰσχυνόμενος 作呼格用法,构成对受信人(狄奥尼修斯)的强烈直接呼告。ὁσία 指“神圣的义务”或“对死者应尽的礼数”,作为 αἰσχυνόμενος(敬畏、有所顾忌)的宾语。

  2. 7δακνομένου τυχὸν ἴσως ἐστίν; οὐ μὰ τοὺς θεοὺς τοὺς σωτῆρας, ἀλλ’ ἐπικόπτοντος

    δακνομένου 和 ἐπικόπτοντος 均相对于主语 αὐτὸ τοῦτο τὸ γράφειν 作表语性特征属格(表示“……的作为/特点”)。其逻辑上的主体(即写信者自身)被省去,理解为“是一个被刺痛之人的作为吗?不,而是一个挫败……之人的作为”。

  3. 7ὡς δέ ς̓ ἐμμένοντα τοῖς αὐτοῖς, μᾶλλον δὲ τὸ λεληθὸς τέως τῆς μανίας ἐφώρασα, μή τι καὶ νομισθείης

    句式由 ὡς δέ ς̓(= δέ σε)统辖的分词 ἐμμένοντα 依赖于主动词 ἐφώρασα(“当我发觉你固执于……”)展开,随后引出表预防或否定的目的从句 μή τι καὶ νομισθείης(“免得你被认为……”),主句的写信动作在上下文中得以默会补全。

  4. 7τὸ γὰρ φροῦδον οὐδεὶς εἶπε τῶν ἀρχαίων ἐπὶ τοῦ προφανοῦς

    这是基于阿提卡主义文风对受信人误用词汇的批评:古典希腊语中 φροῦδος 意为“消逝的、离去的”,而对方却将其误作 πρόδηλος/προφανής(“显明的、显著的”)来使用。介词短语 ἐπὶ τοῦ προφανοῦς 中的 ἐπί 表示“在……的含义上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:50.6-50.8