← 朱利安

书信集

§50.3-50.5

批判狄奥尼修斯的妄言并劝其远离军旅

作者将狄奥尼修斯的妄言与过去的劣迹比作瑟西忒斯并予以严厉抨击,宣称自己谨言慎行、不留瑕疵便是对其诽谤最有力的回击。接着作者辛辣嘲讽了狄奥尼修斯效仿亚历山大的恶行却毫无军事才能,劝诫他彻底远离战事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.3

Ἀλλὰ τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον, ἀξίαν; οὐκ οἶσθ’ ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο, καὶ Ὀδυσσεὺς μὲν αὐτὸν ὁ συνετώτατος ἔπαιε τῷ σκήπτρῳ, τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας; πλὴν οὐ μέγα ἔργον ἐστὶν ἐπιτιμᾶν ἄλλοις, ἑαυτὸν δὲ ἀνεπιτίμητον παρασχεῖν. εἰ δέ σοι ταύτης μέτεστι τῆς μερίδος, ἐπίδειξον ἡμῖν. ἆρ’ ὅτε νέος ἦσθα, καλὰς ἔδωκας ὑπὲρ σαυτοῦ τοῖς πρεσβυτέροις ὁμιλίας; ἀλλ’ ἐγὼ κατὰ τὴν Εὐριπίδειον Ἤλεκτραν τὰς τοιαύτας σιγῶ τύχας. ἐπεὶ δὲ ἀνὴρ γέγονας καὶ στρατοπέδῳ παρέβαλες, ἔπραξας πῶς πρὸς τοῦ Διός; ὑπὲρ τῆς ἀληθείας φὴς προσκρούσας ἀπηλλάχθαι. ἐκ τίνων τοῦτο ἔχων δεῖξαι, ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων, ὑφ’ ὧνπερ καὶ αὐτὸς ἀπηλάθης, ἐκτοπισθέντων;1 οὐ τοῦτό ἐστιν, ὦ συνετώτατε Διονύσιε, σπουδαίου καὶ σώφρονος ἀνδρός, ἀπεχθανόμενον ἀπελθεῖν τοῖς κρατοῦσιν. ἦσθα δὲ ἂν βελτίων, εἰ τοὺς ἀνθρώπους ἐκ τῆς πρὸς σεαυτὸν συνουσίας ἀπέφηνας ἡμῖν μετριωτέρους. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σέ, μὰ τοὺς θεούς, οὐδὲ κατὰ μυρίους ἄλλους, ὅσοι ζηλοῦσι τὸν σὸν τρόπον· πέτραι γὰρ πέτραις καὶ λίθοι λίθοις προσαραττόμενοι οὐκ ὠφελοῦσι μὲν ἀλλήλους, ὁ δ’ ἰσχυρότερος τὸν ἥττονα εὐχερῶς συντρίβει.

然而,你难道认为你的直言不讳如俗语所说,值“四个奥波尔”吗?难道你不知道瑟西忒斯也曾在希腊人中放言无忌,而极其睿智的奥德修斯用权杖击打了他,阿伽门农对瑟西忒斯的狂悖更是毫不在意,正如谚语所云“如同乌龟不在意苍蝇”吗?然而,指摘他人并非什么伟业,反倒是使自己无可指摘才见功夫。如果你在这一方面也有份,就向我们展示一番吧。当你年轻时,你曾对长辈们表现出过关乎自身的良好交际吗?但我愿依从欧里庇得斯的厄勒克特拉,对这种境遇保持缄默。而当你成年并步入军营时,凭着宙斯起誓,你究竟表现如何呢?你声称自己是因捍卫真理与人冲突而遭排挤罢免的。你凭什么能证明这一点呢?难道将你驱逐的许多极恶之人不也同样被逐出去了吗?极其睿智的狄奥尼修斯啊,因招致掌权者的仇恨而离去,绝非严肃而明智之人所为。如果你能向我们证明,人们因与你的交往而变得更为温和适度,你原本会成为一个更好的人。但凭着诸神起誓,这根本不是你的本领,也不是效仿你做派的无数他人所能企及的;因为岩石碰岩石、石头击石头,并不能彼此带来益处,反而更强者轻易便将弱者击碎。

§50.4

Ἆρα μὴ2 Λακωνικῶς ταῦτα καὶ συντόμως λέγω; ἀλλ’ ἐγὼ μέν οἶμαι λαλίστερος διὰ σὲ καὶ τῶν Ἀττικῶν ἀποπεφάνθαι τεττίγων. ὑπὲρ δὲ ὧν εἰς ἐμὲ πεπαρῴνηκας, ἐπιθήσω σοι δίκην τὴν πρέπουσαν, ἐθελόντων θεῶν καὶ τῆς δεσποίνης Ἀδραστείας. τίς οὖν ἡ δίκη καὶ τί μάλιστα τὸ δυνάμενόν σου τὴν γλῶτταν καὶ τὴν διάνοιαν ὀδυνῆσαι; ὡς ἐλάχιστα πειράσομαι διά τε τῶν λόγων καὶ διὰ τῶν ἔργων ἐξαμαρτὼν μὴ παρασχέσθαι σου τῇ κακηγόρῳ γλώττῃ πολλὴν φλυαρίαν. καίτοι με οὐ λέληθεν, ὅτι καὶ τῆς Ἀφροδίτης φασὶν ὑπὸ τοῦ Μώμου ἐσκῶφθαι τὸ σάνδαλον. ἀλλ’ ὁρᾷς ὅτι πολλὰ καὶ ὁ Μῶμος ἐρρήγνυτο, καὶ μόλις ἐλαμβάνετο τοῦ σανδάλου. εἴη δὲ καὶ σὲ περὶ ταῦτα τριβόμενον καταγηρᾶσαι καὶ τοῦ Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουσιώτερον καὶ τοῦ Σαρδαναπάλου τρυφηλότερον, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοῦ πληρωθῇ Δὶς παῖδες οἱ γέροντες.

我是在以拉哥尼亚式的风格简短而言吗?不,我认为为了你的缘故,我已经比阿提卡的蝉还要多嘴了。至于你加诸于我的种种狂悖冒犯,若诸神与女主人阿德剌斯忒亚应允,我将施加给你应得的惩罚。那么,这项惩罚究竟是什么?又有什么最能刺痛你的舌头与心灵呢?我将努力在言语和行为上尽可能少犯过错,从而不为你那诽谤的舌头提供长篇大论的空谈借口。尽管我并非不知晓,据说连阿佛洛狄忒的凉鞋都曾遭到摩摩斯的嘲讽。但你看到,摩摩斯也是气急败坏、焦躁万分,才勉强抓住了凉鞋的一点瑕疵。愿你在这些事上消磨岁月,活得比提托诺斯更衰老,比喀倪剌斯更富有,比萨达那帕卢斯更奢侈,好让那句谚语在你身上应验:“老者两度为童”。

§50.5

Ἀλλ’ ὁ θεσπέσιος Ἀλέξανδρος ἐκ τίνων ἐφάνη σοι τηλικοῦτος; ἆρ’ ὅτι μιμητὴς αὐτοῦ γενόμενος ἐζήλωσας ὅσα ἐκείνῳ τὸ μειράκιον ὁ Ἑρμόλαος ὠνείδισεν; ἢ τοῦτο μὲν οὐδεὶς οὕτως ἐστὶν ἀνόητος ὡς ὑπονοῆσαι περὶ σοῦ· τοὐναντίον δὲ καὶ ὅπερ ἀπωδύρετο παθὼν Ἑρμόλαος, καὶ διόπερ διενοεῖτο τὸν Ἀλέξανδρον, ὥς φασιν, ἀποκτεῖναι, τοῦτο δὲ οὐδεὶς ὅστις πεπεισμένος οὐκ ἔστι περὶ σοῦ; πολλῶν δὲ ἐγὼ νὴ τοὺς θεοὺς καὶ σφόδρα σε φαμένων φιλεῖν ἀκήκοα πολλὰ ὑπὲρ ταύτης ἀπολογουμένων τῆς ἁμαρτίας, ἤδη δέ τινος καὶ ἀπιστοῦντος. ἀλλ’ οὗτός ἐστιν ἡ μία χελιδών, οὐ ποιεῖ τὸ ἔαρ. ἀλλ’ ἴσως ἐκεῖθεν Ἀλέξανδρος ὤφθη σοι μέγας, ὅτι Καλλισθένη μὲν ἀπέκτεινε πικρῶς, Κλεῖτος δὲ αὐτοῦ τῆς παροινίας ἔργον ἐγένετο, Φιλώτας τε καὶ Παρμενίων καὶ τὸ Παρμενίωνος παιδίον. ἐπεὶ τὰ περὶ τὸν Ἕκτορα τὸν ἐν Αἰγύπτῳ τοῦ Νείλου ταῖς δίναις ἢ ταῖς Εὐφράτου· λέγεται γὰρ ἑκάτερον· ἐναποπνιγέντα καὶ τὰς ἄλλας αὐτοῦ παιδιὰς σιωπῶ, μὴ βλασφημεῖν ἄνδρα δόξω τὸ κατωρθωμένον μὲν οὐδαμῶς ἔχοντα, κράτιστον μέντοι τὰ πολεμικὰ στρατηγόν. ὧν σὺ κατὰ τὴν προαίρεσιν καὶ κατὰ τὴν ἀνδρείαν ἔλαττον μετέχεις ἢ τριχῶν ἰχθύες. ἄκουε δὴ τῆς παραινέσεως μὴ λίαν ὀργίλως, "οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα," τὸ δὲ ἑξῆς οὐ παραγράφω σοι, αἰσχύνομαι γὰρ νὴ τοὺς θεούς. ἀξιῶ μέντοι σε προσυπακούειν αὐτό·3 καὶ γὰρ εὔλογον ἕπεσθαι τοῖς ἔργοις τοὺς λόγους, ἀλλὰ μὴ φεύγειν τὰ ῥήματα τὸν μηδαμῶς διαπεφευγότα τὰ ἔργα.

然而,那位神奇的亚历山大究竟因何而在你眼中显得如此伟大呢?难道是因为你成了他的效仿者,一心企慕那少年赫尔摩拉奥斯所斥责于他的种种恶行吗?抑或根本无人愚蠢到会在这方面怀疑你,反倒是,对于赫尔摩拉奥斯所遭受并为之悲叹、且据说正是为此才图谋刺杀亚历山大的那桩遭遇,难道没有一人不深信发生在了你的身上吗?凭着诸神起誓,我曾听许多口口声声说极爱你的人为此等过错多方辩护,如今甚至还有人拒不相信。但他不过是“独燕不成春”里的那一只孤燕罢了。或者,亚历山大在你眼中显得伟大,或许是因为他残酷地杀害了卡利斯忒涅斯,而克利图斯成了他醉后狂暴的牺牲品,还有菲罗塔斯、帕耳墨尼翁以及帕耳墨尼翁的幼子。至于赫克托尔在埃及溺死于尼罗河或幼发拉底河的旋涡之中——因为两种说法皆有——以及亚历山大其他的恶作剧,我暂且保持缄默,免得我看似在诋毁一个虽绝未臻于完善德行、却终究是战事中最骁勇将领之人。而对于那些武勇之能,你在志向与胆魄上所拥有的,比鱼身上的毛发还要少。那么,请不要过于恼怒,听听这句劝诫吧: “我的孩子,战事之业并非赋予你的,”至于接下来的诗句,我就不为你写下了,因为凭着诸神起誓,我深感羞耻。不过我要求你心中默会其意;因为言辞顺应行为是理所应当的,对于绝未逃脱该行为的人来说,本就不应回避其言辞。

语法注3 条
  1. 3ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων, ὑφ’ ὧνπερ καὶ αὐτὸς ἀπηλάθης, ἐκτοπισθέντων;

    由 ὥσπερ 引导的属格绝对结构。通常由 ὡς 或 ὥσπερ 引导的分词短语表示主观或假托的理由,否定词多用 μή;但此处采用否定词 οὐ,是为了强调“驱逐你的那些恶人本身也同样遭到了驱逐”这一不容否认的客观事实。

  2. 445cἎρα μὴ

    引导预期否定回答的修辞疑问句的小词组合(“难道我是在……吗?不”)。它与下文的 ἀλλ’ ἐγὼ μέν οἶμαι...(“不,我反而认为……”)紧密呼应,带有讽刺意味地承认自己不仅没有简明扼要,反而极尽多言。

  3. 446aπροσυπακούειν αὐτό

    动词 προσυπακούω 意为“心领神会、言外补足理解(未明言之意)”。作者要求狄奥尼修斯在心中默念并补全紧接在引文(《伊利亚特》卷五第428行)之后的第429行(“你还是去操持爱意缠绵的婚恋之事吧”);作者所声称的“羞耻”正源于该未明言诗句所含的情欲与讽刺意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:50.3-50.5