- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:50.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
朱利安援引柏拉图和希波克拉底等前人的受骗先例,为自己轻率招揽狄奥尼修斯参与国事辩解,说明自己曾指望哲学能感化其品性,并最终感谢诸神阻止了双方的合作与结盟。
Ἀλλὰ σοῦ μὲν ἕνεκα καὶ ταῦτα τῶν ἱκανῶν εἴρηταί μοι πλείω,1 δεῖ δὲ ἴσως ἀπολογήσασθαι διὰ σὲ καὶ τοῖς ἄλλοις, ὅτι προχείρως ἐπὶ κοινωνίαν σε παρεκάλεσα πραγμάτων. τοῦτ’ οὐ πρῶτος οὐδὲ μόνος ἔπαθον, ὦ Διονύσιε. ἐξηπάτησε καὶ Πλάτωνα τὸν μέγαν ὁ σὸς ὁμώνυμος, ἀλλὰ καὶ ὁ Ἀθηναῖος Κάλλιπος· εἰδέναι μὲν γὰρ αὐτόν φησι πονηρὸν ὄντα, τηλικαύτην δὲ ἐν αὐτῷ τὸ μέγεθος κακίαν οὐδ’ ἂν ἐλπίσαι πώποτε.2 καὶ τί χρὴ λέγειν ὑπὲρ τούτων, ὅπου καὶ τῶν Ἀσκληπιαδῶν ὁ ἄριστος Ἱπποκράτης ἔφη· Ἔσφηλαν δέ μου τὴν γνώμην αἱ ἐν τῇ κεφαλῇ ῥαφαί; εἶτ’ ἐκεῖνοι μὲν ὑπὲρ ὧν ᾔδεσαν ἐξηπατῶντο, καὶ τὸ τεχνικὸν ἐλάνθανε τὸν ἰατρὸν θεώρημα, θαυμαστὸν δέ, εἴπερ Ἰουλιανὸς ἀκούσας ἐξαίφνης ἀνδρίζεσθαι τὸν Νεῖλον Διονύσιον ἐξηπατήθη; ἀκούεις ἐκεῖνον τὸν Ἠλεῖον Φαίδωνα, καὶ τὴν ἱστορίαν ἐπίστασαι· εἰ δὲ ἀγνοεῖς, ἐπιμελέστερον πολυπραγμόνησον, ἐγὼ δ’ οὖν ἐρῶ τοῦτο. ἐκεῖνος ἐνόμιζεν οὐδὲν ἀνίατον εἶναι τῇ φιλοσοφίᾳ, πάντας δὲ ἐκ πάντων ὑπ’ αὐτῆς καθαίρεσθαι βίων, ἐπιτηδευμάτων, ἐπιθυμιῶν, πάντων ἁπαξαπλῶς τῶν τοιούτων. εἰ γὰρ τοῖς εὖ πεφυκόσι καὶ καλῶς τεθραμμένοις ἐπήρκει μόνον, οὐδὲν ἂν ἦν θαυμαστὸν τὸ κατ’ αὐτήν· εἰ δὲ καὶ τοὺς οὕτω διακειμένους ἀνάγει πρὸς τὸ φῶς, δοκεῖ μοι διαφερόντως εἶναι θαυμάσιον. ἐκ τούτων ἡ περὶ σέ μοι κατ’ ὀλίγον γνώμη, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἔρρεπεν ἐπὶ τὸ βέλτιον. οὔτοι γοῦν οὔτε ἐν πρώτοις οὔτε ἐν δευτέροις τῶν κρατίστων ἐθέμην ἀνδρῶν τὸ κατὰ σέ. ἐπίστασαι ἴσως αὐτός· εἰ δὲ ἀγνοεῖς, τοῦ καλοῦ Συμμάχου πυνθάνου. πέπεισμαι γάρ, ἐκεῖνος ὅτι οὔποτ’ ἂν ἑκὼν εἶναι ψεύσαιτο,3 τὰ πάντα ἀληθίζεσθαι πεφυκώς. εἰ δὲ ἀγανακτεῖς, ὅτι μὴ πάντων σε προυτιμήσαμεν, ἐγὼ μὲν ἐμαυτῷ, ὅτι σε καὶ ἐν ἐσχάτοις ἔταξα, μέμφομαι, καὶ χάριν οἶδα τοῖς θεοῖς πᾶσί τε καὶ πάσαις, οἳ κοινωνῆσαί σε πραγμάτων καὶ φίλους ἡμᾶς γενέσθαι διεκώλυσαν καὶ γὰρ εἰ πολλὰ περὶ τῆς φήμης οἱ ποιηταί φασιν ὡς ἔστι θεός, ἔστω δέ, εἰ βούλει, δαιμόνιόν γε τὸ τῆς φήμης, οὐ πάνυ τι προσεκτέον αὐτῇ, διότι πέφυκε τὸ δαιμόνιον οὐ πάντα καθαρὸν οὐδὲ ἀγαθὸν τελείως ὡς τὸ τῶν θεῶν εἶναι γένος, ἀλλ’ ἐπικοινωνεῖ πως καὶ πρὸς θάτερον. εἰ δὲ ὑπὲρ τῶν ἄλλων δαιμόνων οὐ θέμις τοῦτο φάναι, περὶ τῆς φήμης οἶδ’ ὅτι λέγων ὡς πολλὰ μὲν ψευδῶς, πολλὰ δὲ ἀληθῶς ἀγγέλλει, οὔποτ’ ἂν αὐτὸς ἁλοίην ψευδομαρτυριῶν.
然而,就你而言,我所说的这些话甚至已经超出了应有的分量;但为了你的缘故,我或许还必须向其他人申辩,因为我轻率地邀请你共同参与国事。狄奥尼修斯啊,遭受这种境遇的,我既非第一人,亦非唯一之人。伟大的柏拉图也曾被你的同名者所欺骗,而且也被雅典人卡利普斯所蒙蔽;因为柏拉图说,他虽知此人卑劣,却决未料到其心中的邪恶竟至如此地步。关于这些人又有何好多言的呢,就连阿斯克勒庇俄斯后裔中最卓越的希波克拉底也曾说过:“头颅上的骨缝误导了我的判断”?那么,倘若那些先贤尚且对自己所熟知之事受骗,医术上的原理竟也未被医者察觉,那么,朱利安在听说尼鲁斯·狄奥尼修斯突然变得英勇刚毅时受到欺骗,又有什么可惊奇的呢?你听闻过厄利斯的斐多,也知晓那桩典故;如果你尚不知晓,便去更仔细地探究一番吧,不过无论如何我要告诉你这点。斐多认为,对于哲学而言世上并无不可医治之事,任何人都能借由哲学从一切生活方式、行径、欲望以及纯粹所有此类事物中得到净化。因为哲学若仅仅对天资聪颖且受良好教养之人奏效,其功用便毫无奇特之处;但若它能将处于如此境地之人亦引向光明,在我看来便格外令人惊叹。正是出于这些缘故,众神皆知,我对你的看法才逐渐转向好的方面。无论如何,在最优秀的人士之中,我决未将你置于第一等或第二等之列。或许你自己也心知肚明;如果你不知晓,便去向高贵的西马库斯打听吧。因为我深信,他决不会心甘情愿说谎,因其生性在一切事上皆诚实不欺。但假若你因我们未将你视作高于所有人而愤愤不平,那么就我而言,我倒责备自己甚至将你列入了末席,并且我感谢所有男女诸神,是祂们阻拦了你参与国事,阻拦了我们结为朋友。因为即便诗人们关于“名声/风闻”多有论述,称其为神祇——如果你愿意,权且算名声是一种精灵性质的力量吧——也绝不可对它过分在意,因为精灵之性并不像诸神的族类那样全然纯洁、完满良善,反倒在某种程度上与恶劣的一面互通。即便对其他精灵不宜作此论断,但我深知,关于名声,若说它所传布之事有许多虚妄、也有许多属实,我自己便决不会落得作伪证的罪名。
- 2τῶν ἱκανῶν εἴρηταί μοι πλείω
带有比较属格 τῶν ἱκανῶν 的比较级结构,意为“对于我而言,所言已超过了足够的分量”,相当于 πλείω ἢ τὰ ἱκανά。
- 444dεἰδέναι μὲν γὰρ αὐτόν φησι πονηρὸν ὄντα, τηλικαύτην δὲ ἐν αὐτῷ τὸ μέγεθος κακίαν οὐδ’ ἂν ἐλπίσαι πώποτε
主动词 φησι 的主语是柏拉图。第一不定式 εἰδέναι 的逻辑主语因与主动词主语(柏拉图)相同而省略,αὐτόν 作 εἰδέναι 的宾语(指卡利普斯),并带有补足分词 ὄντα 及表语 πονηρόν:“柏拉图说虽知那人卑劣”。第二不定式 ἂν ἐλπίσαι 承接同一主语,带有潜能 ἄν。τὸ μέγεθος 是关系宾格(限定宾格),修饰 τηλικαύτην,表示“在规模/程度上如此之大”。
- 445bοὔποτ’ ἂν ἑκὼν εἶναι ψεύσαιτο
ἑκὼν εἶναι 是用作状语/限制性用法的不定式固定短语,常出现在否定句中,意为“自愿地”、“心甘情愿地”。
