← 朱利安

书信集

§50.1

痛斥与僭主相提并论及狂妄自大

作者严词痛斥对方在信中为自己辩解时所表现出的无礼谩骂与虚张声势,谴责其将自己与昔日僭主相提并论,并引用柏拉图的学说批判其狂妄与双重无知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.1

Ἀμείνων ἦσθα σιωπῶν πρότερον ἢ νῦν ἀπολογούμενος·1 οὐδὲ γὰρ ἐλοιδοροῦ τότε, καίτοι διανοούμενος ἴσως αὐτό· νυνὶ δὲ ὥσπερ ὠδίνων τὴν καθ’ ἡμῶν λοιδορίαν ἀθρόαν ἐξέχεας. ἢ γὰρ οὐ χρή με καὶ λοιδορίαν αὐτὸ καὶ βλασφημίαν νομίζειν, ὅτι με τοῖς σεαυτοῦ φίλοις ὑπελάμβανες εἶναι προσόμοιον,2 ὧν ἑκατέρῳ δέδωκας σεαυτὸν ἄκλητον, μᾶλλον δὲ τῷ μὲν ἄκλητον, τῷ προτέρῳ, τῷ δευτέρῳ δὲ ἐνδειξαμένῳ μόνον, ὅτι σε συνεργὸν ἐθέλει προσλαβεῖν, ὑπήκουσας. ἀλλ’ εἰ μὲν ἐγὼ προσόμοιός εἰμι Κώνσταντι καὶ Μαγνεντίῳ, τὸ πρᾶγμα αὐτό, φασί, δείξει· σὺ δ’ ὅτι κατὰ τὸν κωμικὸν "σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι," πρόδηλόν ἐστιν ἐξ ὧν ἐπέστειλας. ἡ γὰρ ἀφοβία καὶ τὸ μέγα θάρσος καὶ τὸ εἴθε με γνοίης ὅσος καὶ οἷός εἰμι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, βαβαί, πηλίκου κτύπου καὶ κόμπου ῥημάτων ἐστίν. ἀλλὰ καὶ πρὸς τῶν Χαρίτων καὶ τῆς Ἀφροδίτης, εἰ τολμηρὸς οὕτως εἶ καὶ γενναῖος, τί καὶ τρίτον ηὐλαβήθης, ἂν δέῃ, προσκρούειν; οἱ γὰρ τοῖς κρατοῦσιν ἀπεχθανόμενοι, τὸ μὲν κουφότατον καί, ὡς ἂν εἴποι τις, ἥδιστον τῷ γε νοῦν ἔχοντι, τοῦ πράγματα ἔχειν ταχέως ἀπαλλάττονται, μικρὰ δὲ εἰ χρὴ προσζημιωθῆναι, περὶ τὰ χρήματα πταίουσι· τὸ δὲ κεφάλαιόν ἐστι τῆς ὀργῆς καὶ τὸ παθεῖν, φασί, τὰ ἀνήκεστα, τὸ ζῆν προέσθαι. τούτων δὴ πάντων ὑπερορῶν, ὅτι καὶ τὸν ἰδίως ἄνδρα ἐπέγνωκας· καὶ τὸν κοινῶς καὶ γενικῶς ἄνθρωπον ὑφ’ ἡμῶν τῶν ὀψιμαθῶν ἀγνοούμενον, ἀνθ’ ὅτου, πρὸς τῶν θεῶν, εὐλαβεῖσθαι ἔφης, μὴ τρίτον προσκρούσῃς;3 οὐ γὰρ δὴ πονηρὸν ἐκ χρηστοῦ σε ποιήσω χαλεπήνας ἐγώ· ζηλωτὸς γὰρ ἂν ἦν ἐν δίκῃ τοῦτο δυνάμενος· ἦ γάρ, ὥς φησι Πλάτων, καὶ τοὐναντίον οἷός τε ἦν ἄν. ἀδεσπότου δὲ τῆς ἀρετῆς οὔσης ἐχρῆν ὑπολογίζεσθαι μηδὲν τῶν τοιούτων. ἀλλ’ οἴει μέγα τὸ πάντας μὲν βλασφημεῖν, πᾶσι δὲ ἁπλῶς λοιδορεῖσθαι, καὶ τὸ τῆς εἰρήνης τέμενος ἀποφαίνειν ἐργαστήριον πολέμου. ἢ τοῦτο νομίζεις ὑπὲρ τῶν παλαιῶν ἁμαρτημάτων ἀπολογεῖσθαι πρὸς ἅπαντας, καὶ τῆς πάλαι ποτὲ μαλακίας παραπέτασμα τὴν νῦν ἀνδρείαν εἶναί σοι; τὸν μῦθον ἀκήκοας τὸν Βαβρίου Γαλῆ ποτ’ ἀνδρὸς εὐπρεποῦς ἐρασθεῖσα. τὰ δὲ ἄλλα ἐκ τοῦ βιβλίου μάνθανε. πολλὰ εἰπὼν οὐδένα ἂν πείσειας ἀνθρώπων, ὡς οὐ γέγονας ὅπερ οὖν γέγονας καὶ οἷον πολλοὶ πάλαι σε ἠπίσταντο. τὴν νῦν δὲ ἀμαθίαν καὶ τὸ θάρσος οὐχ ἡ φιλοσοφία μὰ τοὺς θεοὺς ἐνεποίησέ σοι, τοὐναντίον δὲ ἡ διπλῆ κατὰ Πλάτωνα ἄγνοια. κινδυνεύων γὰρ εἰδέναι μηδέν, ὡς οὐδὲ ἡμεῖς, οἴει δὴ πάντων εἶναι σοφώτατος, οὐ τῶν νῦν ὄντων μόνον, ἀλλὰ καὶ τῶν γεγονότων, ἴσως δὲ καὶ τῶν ἐσομένων. οὕτω σοι πρὸς ὑπερβολὴν ἀμαθίας τὰ τῆς οἰήσεως ἐπιδέδωκεν.

你先前保持沉默,远胜于如今为自己申辩;因为那时你并未破口大骂,即便你心里或许正是这样想的;但如今你却如同临盆阵痛一般,将针对我们的辱骂倾泻一空。难道我不应当认为这既是辱骂又是亵渎吗——你竟然以为我与你的那些朋友相仿,而你曾不请自来地委身于他们中的每一位,或者更确切地说,对于前者是不请自来,而对于后者,仅仅在他表示愿意招纳你为帮手时,你便顺从了。至于我是否真与康斯坦斯和马格嫩提乌斯相仿,正如俗话所说,“事情本身自会显明”;但关于你,正如喜剧作家所言: “妇人啊,你像阿斯提达马斯一般自吹自擂,”这一点从你寄来的书信中便已昭然若揭。因为所谓的“无畏”、“豪迈之气”,以及“但愿你能知晓我是何等之人、有何等能耐”等等诸如此类的一切言辞——哎呀,那是何等喧嚣而浮夸的辞藻!然而,凭着美惠三女神与阿佛洛狄忒起誓,你既然如此大胆且刚毅,为何还要提防在必要时发生第三次冲突呢?因为那些招致掌权者怨恨的人,就最轻微的情况而言,对明理之人来说甚至可以说是最惬意之事,即得以迅速摆脱事务的烦扰;假若必须承受额外的损失,他们也不过是在财产上受挫;而愤怒的顶点,正如人们所说的遭受“不可挽回的伤害”,便是丧失生命。既然你藐视所有这些事,自以为不仅认识了个别的人,还认识了我们这些晚学者所不知的普遍与类别意义上的人,那么,看在诸神的分上,你究竟因何声称要加以防备,以免发生第三次冲突呢?因为我即便动怒,也断不会将你由良善之辈变为恶劣之人;若我有这等能耐,理当被人欣羡,因为正如柏拉图所言,若能如此我也就能行其反面。既然美德不受任何人辖制,你本不应考虑任何此类事情。然而你却以为,亵渎所有人、对所有人一概辱骂,并将和平的圣域变成战争的作坊,是一件了不起的大事。难道你认为这是在向众人为昔日的过错申辩,而如今的勇敢可以充当往昔软弱的遮羞布吗?你听过巴布里乌斯的寓言吧: “昔有一鼬,爱恋美貌男子” ——其余的部分,自去书中领会吧。任凭你费尽唇舌,也绝无法使任何人相信,你没有变成你确实已然变成的那种人,以及许多人早已熟知的那种人。指着诸神起誓,你如今的无知与大胆绝非哲学所赋予,相反,正是柏拉图所谓的“双重无知”。因为你极可能正如我们一样一无所知,却自以为不仅在当世之人中,而且在古往之人中,或许甚至在未来之人中,都是最明智的。如此看来,你的自负已然膨胀为登峰造极的无知。

语法注3 条
  1. 443aἈμείνων ἦσθα σιωπῶν πρότερον ἢ νῦν ἀπολογούμενος

    未完成过去时 ἦσθα 陈述副词 πρότερον(呼应下句的 τότε)所指的过去既成事实,而比较连词 ἤ 之后的 νῦν ἀπολογούμενος 则承前省略了现在时系动词 εἶ。分词 σιωπῶν 与 ἀπολογούμενος 充当伴随分词,作主语在不同时间状态下的对比。

  2. 443dὅτι με τοῖς σεαυτοῦ φίλοις ὑπελάμβανες εἶναι προσόμοιον

    ὅτι 引导的从句在此对前文中的代词 αὐτό 起到同格或阐释性作用(即“你竟认为我与你的朋友相似这一事实”)。虽然在表谴责或情感的主句后也可兼具原因从句色彩,但其核心功能在于界定 αὐτό(即 λοιδορίαν καὶ βλασφημίαν)的具体实质内容。

  3. 444aτούτων δὴ πάντων ὑπερορῶν, ὅτι καὶ τὸν ἰδίως ἄνδρα ἐπέγνωκας· καὶ τὸν κοινῶς καὶ γενικῶς ἄνθρωπον ὑφ’ ἡμῶν τῶν ὀψιμαθῶν ἀγνοούμενον, ἀνθ’ ὅτου, πρὸς τῶν θεῶν, εὐλαβεῖσθαι ἔφης, μὴ τρίτον προσκρούσῃς;

    这是一个宏大的修辞性问句:句首的主格分词 ὑπερορῶν(“既然藐视这一切”)表明对方自负的态度,随后的 ὅτι 从句解释其藐视的所谓理由,核心疑问主句 ἀνθ’ ὅτου... εὐλαβεῖσθαι ἔφης, μὴ τρίτον προσκρούσῃς;(“究竟因何声称要防备发生第三次冲突?”)与分词之间被长句修饰成分隔开,形成了大幅度离隔(hyperbaton)与嵌套结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:50.1