← 朱利安

书信集

§49.1

研习神圣音乐与资助青年学子

指示选拔出身优良的青年作为受助生以研修神圣音乐,并承诺支持向音乐家狄奥斯科罗斯求学之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

Ἄξιόν ἐστιν, εἴπερ ἄλλου τινός,1 καὶ τῆς ἱερᾶς ἐπιμεληθῆναι μουσικῆς. ἐπιλεξάμενος οὖν ἐκ τοῦ δήμου τῶν Ἀλεξανδρέων εὖ γεγονότας μειρακίσκους ἀρτάβας ἑκάστῳ σίτου κέλευσον δύο τοῦ μηνὸς χορηγεῖσθαι, ἔλαιόν τε ἐπ’ αὐτῷ καὶ οἶνον· ἐσθῆτα δὲ παρέξουσιν οἱ τοῦ ταμιείου προεστῶτες. οὗτοι δὲ τέως ἐκ φωνῆς2 καταλεγέσθωσαν. εἰ δέ τινες δύναιντο καὶ τῆς ἐπιστήμης αὐτῆς εἰς ἄκρον μετασχεῖν, ἴστωσαν ἀποκείμενα πάνυ μεγάλα τοῦ πόνου τὰ ἔπαθλα καὶ παρ’ ἡμῖν. ὅτι γὰρ πρὸ ἡμῶν αὐτοὶ τὰς ψυχὰς ὑπὸ τῆς θείας μουσικῆς καθαρθέντες ὀνήσονται, πιστευτέον τοῖς προαποφαινομένοις ὀρθῶς ὑπὲρ τούτων. ὑπὲρ μὲν οὖν τῶν παίδων τοσαῦτα. τοὺς δὲ νῦν ἀκροωμένους τοῦ μουσικοῦ Διοσκόρου ποίησον ἀντιλαβέσθαι τῆς τέχνης προθυμότερον, ὡς ἡμῶν ἑτοίμων3 ἐπὶ ὅπερ ἂν ἐθέλωσιν αὐτοῖς συνάρασθαι.

若说有什么事值得关注,那么关注神圣的音乐亦当居其首。因此,请从亚历山大里亚公民中选拔出身优良的青年,下令每月向每人配给两阿尔塔巴粮食,外加食油与葡萄酒;至于衣服,则由国库的主管官员提供。暂且让他们根据声音的优美来入选。如果其中有人能够将这门学问本身也研修至登峰造极之境,就让他们知道,在我们这里同样为他们的辛劳备下了极丰厚的赏赐。因为,在我们之前,他们自己就会因其灵魂被神圣的音乐所净化而获得裨益——正如在这些事上早已做出正确阐述的先贤所教导的那样,我们理当对此坚信不疑。关于少年们的事就说到这里。至于如今从师于音乐家狄奥斯科罗斯的人,务请促使他们更加勤勉地钻研这门技艺,让他们深信,无论他们有何意愿,我们都随时准备施以援手。

语法注3 条
  1. 422aεἴπερ ἄλλου τινός

    带有省略的习惯表达,补全为 εἴπερ ἄλλου τινός [ἐπιμεληθῆναι ἄξιόν ἐστιν]。“如果说对其他任何事物加以关注是值得的(那么对此亦是如此)”,以此极力强调该事项的首要性。

  2. 422bἐκ φωνῆς

    介词 ἐκ 在此表示评定或选考的标准(“依据……”),指在学习更深奥的乐理之前,青年们暂且“根据其歌喉优劣”来被选拔入列。

  3. 422cὡς ἡμῶν ἑτοίμων

    由 ὡς 引导并省略了分词 ὄντων 的属格独立结构,表动作的动机、前提或主语所给予的保证(“在确信我们随时准备协助他们的前提下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:49.1