- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:4.1-4.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了两株树木的梦境及其寓意,继而阐述自己在面对残害行省居民的恶官时所作的抗争与哲学坚守,表明哪怕因此遭到撤换亦誓要恪尽职守以伸张正义。
Τῶν ὀνειράτων δύο πύλας εἶναί φησιν ὁ θεῖος Ὅμηρος, καὶ διάφορον εἶναι αὐτοῖς καὶ τὴν ὑπὲρ τῶν ἀποβησομένων πίστιν. ἐγὼ δὲ νομίζω σε νῦν, εἴπερ ποτὲ καὶ ἄλλοτε, σαφῶς ἑορακέναι περὶ τῶν μελλόντων· ἐθεασάμην γὰρ καὶ αὐτὸς τοιοῦτον σήμερον. δένδρον γὰρ ᾤμην ὑψηλὸν ἔν τινι τρικλίνῳ σφόδρα μεγάλῳ πεφυτευμένον εἰς ἔδαφος ῥέπειν, τῇ ῥίζῃ παραπεφυκότος ἑτέρου μικροῦ καὶ νεογενοῦς, ἀνθηροῦ λίαν. ἐγὼ δὲ περὶ τοῦ μικροῦ σφόδρα ἠγωνίων, μή τις αὐτὸ μετὰ τοῦ μεγάλου συναποσπάσῃ. καὶ τοίνυν ἐπειδὴ πλησίον ἐγενόμην, ὁρῶ τὸ μέγα μὲν ἐπὶ τῆς γῆς ἐκτεταμένον, τὸ μικρὸν δὲ ὀρθὸν μέν, μετέωρον δὲ ἀπὸ γῆς. ὡς οὖν εἶδον, ἀγωνιάσας ἔφην· Οἵου δένδρου κίνδυνός ἐστι μηδὲ τὴν παραφυάδα σωθῆναι.1 καί τις ἀγνὼς ἐμοὶ παντελῶς Ὅρα, ἔφησεν, ἀκριβῶς καὶ θάρρει· τῆς ῥίζης γὰρ ἐν τῇ γῇ μενούσης τὸ μικρότερον ἀβλαβὲς διαμενεῖ καὶ βεβαιότερον ἱδρυνθήσεται. τὰ μὲν δὴ τῶν ὀνειράτων τοιαῦτα, θεὸς δὲ οἶδεν εἰς ὅτι φέρει.
神圣的荷马说,梦有两座门,它们〔梦〕关于将成之事的凭信程度亦各不相同。但我以为,倘若往昔其他时候也曾〔如此〕,你如今清晰地看出了未来的情形;因为我自己今日也见到了这般的景象。我仿佛梦见一座极大厅堂之中栽植的一株高木正向地面倾倒,而在其根部,另一株新生的幼木正繁茂地从旁生长出来。我为那株幼木深感焦虑,生怕有人将它连同大木一同拔去。随后当我走近时,我见大木已仆卧于地,而幼木虽挺立着,却已离地悬空。我见状焦急地说道: “好一株大木!竟面临连这分枝亦难以保全的危险。” 一位对我而言全然陌生的人便说道: “仔细看,振作起来;只要根仍留于土中,幼木便将安然存续,且会更加稳固地扎下根来。” 梦中之事大略如此,然而神知晓这究竟预示着什么。
περὶ δὲ τοῦ μιαροῦ ἀνδρογύνου μάθοιμ’ ἂν ἡδέως ἐκεῖνο, πότε διελέχθη περὶ ἐμοῦ ταῦτα, πότερον πρὶν ἢ συντυχεῖν ἐμοὶ ἢ μετὰ τοῦτο. δήλωσον οὖν ἡμῖν ὅ,τι ἂν οἷός τε ᾖς.
至于那个可厌的半阴半阳之徒,我很乐意探知此事:他究系何时讲了关于我的那些话,是在与我相见之前,还是在这之后?因此,请尽你所能向我们说明。
ὑπὲρ δὲ τῶν πρὸς αὐτὸν ἴσασιν οἱ θεοὶ ὅτι πολλάκις, αὐτοῦ τοὺς ἐπαρχιώτας ἀδικήσαντος, ἐσιώπησα παρὰ τὸ πρέπον ἐμαυτῷ, τὰ μὲν οὐκ ἀκούων, τὰ δὲ οὐ προσιέμενος, ἄλλοις δὲ ἀπιστῶν, ἔνια δὲ εἰς τοὺς συνόντας αὐτῷ τρέπων. ὅτι δέ μοι μεταδοῦναι τῆς τοιαύτης ἠξίωσεν αἰσχύνης, ἀποστείλας τὰ μιαρὰ καὶ πάσης αἰσχύνης ἄξια ὑπομνήματα, τί με πράττειν ἐχρῆν; ἆρα σιωπᾶν ἢ μάχεσθαι; τὸ μὲν οὖν πρῶτον ἦν ἠλίθιον καὶ δουλοπρεπὲς καὶ θεομίσητον, τὸ δεύτερον δὲ δίκαιον μὲν καὶ ἀνδρεῖον καὶ ἐλευθέριον, ὑπὸ δὲ τῶν κατεχόντων ἡμᾶς πραγμάτων οὐ συγχωρούμενον. τί τοίνυν ἐποίησα; πολλῶν παρόντων, οὓς ᾔδειν ἀναγγελοῦντας αὐτῷ Πάντη καὶ πάντως, εἶπον, διορθώσει τὰ ὑπομνήματα οὗτος ὁ δεῖνα, ἐπεὶ δεινῶς ἀσχημονεῖ. τοῦτο ἐκεῖνος ἀκούσας τοσοῦτον ἐδέησε σωφρόνως τι πρᾶξαι, ὥστε2 πεποίηκεν οἷα μὰ τὸν θεὸν οὐδ’ ἂν εἷς μέτριος τύραννος, οὕτω μου πλησίον ὄντος. ἐνταῦθα τί πράττειν ἐχρῆν ἄνδρα τῶν Πλάτωνος καὶ Ἀριστοτέλους ζηλωτὴν δογμάτων; ἆρα περιορᾶν ἀνθρώπους ἀθλίους τοῖς κλέπταις ἐκδιδομένους, ἢ κατὰ δύναμιν αὐτοῖς ἀμύνειν, ὡς ἤδη τὸ κύκνειον ἐξᾴδουσι διὰ τὸ θεομισὲς ἐργαστήριον τῶν τοιούτων; ἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χιλιάρχους, ὅταν λείπωσι τὴν τάξιν,3 καταδικάζειν· καίτοι χρῆν ἐκείνους τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι· τὴν δὲ ὑπὲρ τῶν ἀθλίων ἀνθρώπων ἀπολείπειν τάξιν, ὅταν δέῃ πρὸς κλέπτας ἀγωνίζεσθαι τοιούτους, καὶ ταῦτα τοῦ θεοῦ συμμαχοῦντος ἡμῖν, ὅσπερ οὖν ἔταξεν. εἰ δὲ καὶ παθεῖν τι συμβαίη, μετὰ καλοῦ τοῦ συνειδότος οὐ μικρὰ παραμυθία πορευθῆναι. τὸν δὲ χρηστὸν Σαλούστιον θεοὶ μέν μοι χαρίσαιντο. κἂν συμβαίνῃ δὲ διὰ τοῦτο τυγχάνειν διαδόχου, λυπήσει τυχὸν οὐδέν· ἄμεινον γὰρ ὀλίγον ὀρθῶς ἢ πολὺν κακῶς πρᾶξαι χρόνον. οὐκ ἔστιν, ὡς λέγουσί τινες, τὰ Περιπατητικὰ δόγματα τῶν Στωικῶν ἀγεννέστερα, τοσούτῳ δὲ μόνον ἀλλήλων, ὡς ἐγὼ κρίνω, διαφέρει· τὰ μὲν γάρ ἐστιν ἀεὶ θερμότερα καὶ ἀβουλότερα, τὰ δὲ φρονήσεως ἀξιώτερα4 καὶ τοῖς ἐγνωσμένοις μᾶλλον ἐμμένει.
关于我对他的诸般处置,诸神知晓,当他侵害行省居民时,我曾屡次违背适于我自身的体统而保持沉默;对有些事充耳不闻,对有些事不予受理,对另一些事不予置信,还将某些事归咎于常与他往来之人。然而,当他竟敢送来那等污秽且配受一切羞耻的公文备忘录,妄图令我分担这般耻辱时,我本该作何处置?究竟该保持沉默,还是奋起抗争? 前者固然愚昧、卑屈且为神所憎,后者虽公义、英勇且合乎自由人的品格,却为制约我们的严酷局势所不容。那么我究竟做了什么?在众多我明知必会向他通风报信之人面前,我说道: “无论如何、千方百计,某某定会修正其备忘录,因其行径实属大失体统。” 他听闻此言后,非但丝毫不肯谨慎行事,〔我〕指着神起誓,即便我近在咫尺,他反而做出了寻常僭主亦绝不至做出的恶行。在此情形之下,一位热诚遵从柏拉图与亚里士多德学说之人究竟该当如何?难道该坐视悲惨的百姓任由盗匪宰割,抑或竭尽全力庇护他们?须知因这等恶人所设之受神诅咒的作坊,百姓已然在唱天鹅的绝命之歌了。 在我看来,一方面当千夫长擅离职守时对他们加以定罪——尽管那些人理当立毙当场,甚至不配受葬——另一方面,当必须同这等盗匪搏斗时,却擅离庇护悲惨百姓的阵位,这委实堪称可耻;更何况那安设我们职守的神,如今正与我们同在为盟。即便不幸遭遇何等患难,能怀着问心无愧的良知离去,亦非微不足道的慰藉。但愿诸神将良善的萨卢斯提乌斯赐予我!即使因此招致接替之人,或许亦不足为悲;因为在短时期内行得正直,胜于在漫长岁月中行恶。漫步学派的学说绝非如某些人所言,较之斯多亚学派更为卑下,依我之见,二者唯在这一方面彼此相异:后者向来更为急躁妄动,前者则更当得起明智之名,且更坚定地恪守既定之理。
- 384cΟἵου δένδρου κίνδυνός ἐστι μηδὲ τὴν παραφυάδα σωθῆναι
Οἵου δένδρου 最宜视作感叹性属格(genitive of exclamation),表示对那株倒伏大木的惊叹与叹息(“何等之大木!”),独立置于 κίνδυνός ἐστι... 分句之前。虽亦可尝试将其作为 κίνδυνός ἐστι 的修饰补足属格,但在语序及感叹语境下,作独立感叹属格更为通畅。
- 385bτοσοῦτον ἐδέησε σωφρόνως τι πρᾶξαι, ὥστε
人称惯用句式 τοσοῦτον δέω(此处为以 ἐκεῖνος 为主语的 ἐδέησε) 后接不定词及 ὥστε 结果从句,意为“非但绝不……反而……”。字面意为“他距离谨慎行事相差如此之远,以至于他竟做了……”,由此引出以直陈式 πεποίηκεν 为谓语的结果从句。
- 385cἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χιλιάρχους, ὅταν λείπωσι τὴν τάξιν, καταδικάζειν· καίτοι χρῆν ἐκείνους τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι· τὴν δὲ ὑπὲρ τῶν ἀθλίων ἀνθρώπων ἀπολείπειν τάξιν
在主谓结构 αἰσχρὸν εἶναι δοκεῖ(在我看来是可耻的)统摄下,由 μέν... δέ 串联起两个并列的不定词短语:一方面是定罪擅离职守的千夫长(τοὺς μὲν χιλιάρχους... καταδικάζειν),另一方面则是自己放弃庇护苦难百姓的阵位(τὴν δὲ ... ἀπολείπειν τάξιν)。这一对称结构揭示了一面严惩逃兵、一面却在正义前线上临阵退缩的荒谬与可耻。
- 385dτὰ μὲν γάρ ἐστιν ἀεὶ θερμότερα καὶ ἀβουλότερα, τὰ δὲ φρονήσεως ἀξιώτερα
此处的 τὰ μέν 与 τὰ δέ 对应前文并提的 τὰ Περιπατητικὰ δόγματα τῶν Στωικῶν。鉴于作者旨在为漫步学派辩护,此代词指代采用了交错呼应(近指与远指反置):近处的斯多亚学派为 τὰ μέν(更急躁冒进),而前列的漫步学派为 τὰ δέ(更具审慎且持守原则)。
