- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:48.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安皇帝要求亚历山大人将海滩上废弃并助长迷信的石造方尖碑运往其故乡君士坦丁堡,作为交换,他提议在亚历山大立起一尊巨大的青铜人像。
Ὀβελὸν εἶναι παρ’ ὑμῖν ἀκούω λίθινον εἰς ὕψος ἱκανὸν ἐπηρμένον, ἐπὶ τῆς ᾐόνος ὥσπερ ἄλλο τι τῶν ἀτιμοτάτων ἐρριμμένον. ἐπὶ τοῦτον ἐναυπηγήσατο σκάφος ὁ μακαρίτης Κωνστάντιος, ὡς μετάξων αὐτὸν εἰς τὴν ἐμὴν πατρίδα Κωνσταντίνου πόλιν. ἐπεὶ δὲ ἐκείνῳ συνέβη θεῶν ἐθελόντων ἐνθένδε ἐκεῖσε πορευθῆναι τὴν εἱμαρμένην πορείαν,1 ἡ πόλις ἀπαιτεῖ παρ’ ἐμοῦ τὸ ἀνάθημα, πατρὶς οὖσά μου καὶ προσήκουσα πλέον ἤπερ ἐκείνῳ. ὁ μὲν γὰρ αὐτὴν ὡς ἀδελφήν, ἐγὼ δὲ ὡς μητέρα φιλῶ· καὶ γὰρ ἐγενόμην παρ’ αὐτῇ καὶ ἐτράφην ἐκεῖσε, καὶ οὐ δύναμαι περὶ αὐτὴν ἀγνωμονῆσαι. τί οὖν; ἐπειδὴ καὶ ὑμᾶς οὐδὲν ἔλαττον τῆς πατρίδος φιλῶ, δίδωμι καὶ παρ’ ὑμῖν ἀναστῆσαι τὴν χαλκῆν εἰκόνα. πεποίηται δὲ ἔναγχος ἀνδριὰς τῷ μεγέθει κολοσσικός, ὃν ἀναστήσαντες ἕξετε ἀντὶ ἀναθήματος λιθίνου χαλκοῦν, ἀνδρός, οὗ φατε ποθεῖν,2 εἰκόνα καὶ μορφὴν ἀντὶ τετραγώνου λίθου χαράγματα ἔχοντος Αἰγύπτια. καὶ τὸ λεγόμενον δέ, ὥς τινές εἰσιν οἱ θεραπεύοντες καὶ προσκαθεύδοντες αὐτοῦ τῇ κορυφῇ, πάνυ με πείθει χρῆναι τῆς δεισιδαιμονίας ἕνεκα ταύτης ἀπάγειν αὐτόν. οἱ γὰρ θεώμενοι τοὺς καθεύδοντας ἐκεῖ, πολλοῦ μὲν ῥύπου, πολλῆς δὲ ἀσελγείας περὶ τὸν τόπον ὡς ἔτυχεν οὔσης, οὔτε πιστεύουσιν αὐτὸν θεῖον εἶναι, καὶ διὰ τὴν τῶν προσεχόντων αὐτῷ δεισιδαιμονίαν ἀπιστότεροι περὶ τοὺς θεοὺς καθίστανται. δι’ αὐτὸ δὴ οὖν τοῦτο καὶ μᾶλλον ὑμῖν προσήκει συνεπιλαβέσθαι καὶ πέμψαι τῇ ἐμῇ πατρίδι τῇ ξενοδοκούσῃ καλῶς ὑμᾶς, ὅτε εἰς τὸν Πόντον εἰσπλεῖτε, καὶ ὥσπερ εἰς τὰς τροφὰς καὶ εἰς τὸν ἐκτὸς κόσμον συμβάλλεσθαι.3 πάντως οὐκ ἄχαρι καὶ παρ’ αὐτοῖς ἑστάναι τι τῶν ὑμετέρων, εἰς ὃ προσπλέοντες τῇ πόλει μετ’ εὐφροσύνης ἀποβλέψετε.
我听说你们那里有一根石造方尖碑,虽曾被耸立至相当的高度,如今却如同某种极其卑贱之物一般被弃置在海滩上。已故的君士坦提乌斯曾为它建造了一艘船,打算将它运往我的故乡君士坦丁堡。然而,因着众神的旨意,他已从今世踏上了前往彼世的命中注定的旅程,这座作为我故乡的城邦便向我索要这件奉献物,因为她与我的关系比同他的关系更为亲近。他爱她如爱姐妹,而我爱她如爱母亲;事实上,我出生于她,在那里被抚育成人,我决不能对她忘恩负义。那么应当如何?既然我对你们的爱丝毫不逊于对故乡的爱,我也准许在你们那里树立起一座青铜雕像。最近刚制成了一尊尺寸巨大的立像,你们将其树立起来后,便可拥有一座青铜的替代那石质的奉献物,即拥有一位你们自称所慕之人的肖像与身姿,来替代那刻有埃及文字的方形石块。此外,关于有人在其顶端附近敬奉并露宿的传言,更使我深信因为这种迷信必须将它运走。因为那些目睹人们露宿于彼处的人,见该地随处尽是污秽与放肆,不仅不相信它是神圣之物,反而因执迷于它的人的迷信而对众神变得更加怀疑。正是为了这个缘故,你们才更应当协同相助,将它送往我的故乡——当你们驶入本都时,她总是殷勤款待你们——从而正如你们为她的给养出力一样,也为她外在的仪容增辉。无论如何,有一件属于你们的物件伫立在他们那里,使你们驶向该城时能满怀喜悦地加以瞻仰,这也绝非一件无益的美事。
- 443bἐνθένδε ἐκεῖσε πορευθῆναι τὴν εἱμαρμένην πορείαν
不定词 πορευθῆναι 带有名词短语 τὴν εἱμαρμένην πορείαν 作为同族宾格(内宾格)。副词短语 ἐνθένδε ἐκεῖσε(“从这里到那里”)意指“从今世到彼世”,整体构成指代君士坦提乌斯皇帝去世的委婉修辞表达。
- 443bἀνδρός, οὗ φατε ποθεῖν
动词 ποθεῖν 通常接续宾格,但此处关系代词受先行词 ἀνδρός 的格吸引而变为属格 οὗ(亦可视为受表示思慕渴求意义的动词支配的属格)。先行词 ἀνδρός 与被介词 ἀντί 支配的方形石块构成对照。
- 443bὥσπερ εἰς τὰς τροφὰς καὶ εἰς τὸν ἐκτὸς κόσμον συμβάλλεσθαι
不定词 συμβάλλεσθαι 与前文的 συνεπιλαβέσθαι 和 πέμψαι 并列,共同受非人称动词 προσήκει 支配。介词短语 εἰς τὰς τροφὰς 与 εἰς τὸν ἐκτὸς κόσμον 形成对照,指亚历山大既为君士坦丁堡提供粮食,亦当为其外观装饰作出贡献。
