- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:47.1-47.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安皇帝告诫亚历山大市民,重申亚历山大大帝、托勒密诸王、奥古斯都以及太阳神等传统诸神所赐予该城的恩典,痛斥他们对基督教的迷信,并严令不得迎回阿塔纳修斯,坚决维持其流放令。
Εἰ μέν τις τῶν Γαλιλαίων ἦν ὑμῶν οἰκιστής, οἳ τὸν ἑαυτῶν παραβάντες νόμον ἀπέτισαν ὁποίας ἦν εἰκὸς δίκας, ἑλόμενοι μὲν ζῆν παρανόμως, εἰσαγαγόντες δὲ κήρυγμα καινὸν καὶ διδασκαλίαν νεαράν, λόγον ἂν εἶχεν οὐδ’ ὣς1 Ἀθανάσιον ὑφ’ ὑμῶν ἐπιζητεῖσθαι· νυνὶ δὲ κτίστου μὲν ὄντος Ἀλεξάνδρου τῆς πόλεως, ὑπάρχοντος δὲ ὑμῖν πολιούχου θεοῦ τοῦ βασιλέως Σαράπιδος ἅμα τῇ παρέδρῳ κόρῃ καὶ τῇ βασιλίδι τῆς Αἰγύπτου πάσης Ἴσιδι τὴν ὑγιαίνουσαν οὐ ζηλοῦντες πόλιν· ἀλλὰ τὸ νοσοῦν μέρος ἐπιφημίζειν ἑαυτῷ τολμᾷ2 τὸ τῆς πόλεως ὄνομα.
倘若是某个加利利人作了你们的缔造者——这些人违背了自己的律法,因选择不法度日并引入新的宣称和新兴的教条,已遭受了应得的惩罚——即使如此,你们去寻索阿塔纳修斯也是毫无道理的;然而如今,亚历山大是你们这城的缔造者,统管全城的守护神是萨拉皮斯王,连同伴随其御座的少女(科瑞)以及全埃及的女王伊西斯,你们却不去效法城邦健康的部分,反而患病的部分竟敢将全城的名字据为己有。
Λίαν αἰσχύνομαι νὴ τοὺς θεούς, ἄνδρες Ἀλεξανδρεῖς, εἴ τις ὅλως Ἀλεξανδρέων ὁμολογεῖ3 Γαλιλαῖος εἶναι. τῶν ὡς ἀληθῶς Ἑβραίων οἱ πατέρες Αἰγυπτίοις ἐδούλευον πάλαι, νυνὶ δὲ ὑμεῖς, ἄνδρες Ἀλεξανδρεῖς, Αἰγυπτίων κρατήσαντες· ἐκράτησε γὰρ ὁ κτίστης ὑμῶν τῆς Αἰγύπτου· τοῖς κατωλιγωρηκόσι τῶν πατρίων δογμάτων δουλείαν ἐθελούσιον ἄντικρυς τῶν παλαιῶν θεσμῶν ὑφίστασθε. καὶ οὐκ εἰσέρχεται μνήμη τῆς παλαιᾶς ὑμᾶς ἐκείνης εὐδαιμονίας, ἡνίκα ἦν κοινωνία μὲν πρὸς τοὺς θεοὺς Αἰγύπτῳ τῇ πάσῃ, πολλῶν δὲ ἀπελαύομεν ἀγαθῶν. ἀλλ’ οἱ νῦν εἰσαγαγόντες ὑμῖν τὸ καινὸν τοῦτο κήρυγμα τίνος αἴτιοι γεγόνασιν ἀγαθοῦ τῇ πόλει, φράσατέ μοι. κτίστης ὑμῖν ἦν ἀνὴρ θεοσεβὴς Ἀλέξανδρος ὁ Μακεδών, οὔτι μὰ Δία κατά τινα τούτων ὢν οὐδὲ κατὰ πάντας Ἑβραίους μακρῷ γεγονότας αὐτῶν κρείττονας. ἐκείνων μὲν οὖν καὶ ὁ τοῦ Λάγου Πτολεμαῖος ἦν ἀμείνων, Ἀλέξανδρος δὲ κἂν Ῥωμαίοις εἰς ἅμιλλαν ἰὼν ἀγῶνα παρεῖχε. τί οὖν μετὰ τὸν κτίστην οἱ Πτολεμαῖοι, τὴν πόλιν ὑμῶν ὥσπερ γνησίαν θυγατέρα παιδοτροφήσαντες; οὔτι τοῖς Ἰησοῦ λόγοις ηὔξησαν αὐτήν, οὐδὲ τῇ τῶν θεοῖς ἐχθίστων Γαλιλαίων διδασκαλίᾳ τὴν οἰκονομίαν αὐτῇ ταύτην, ὑφ’ ἧς νῦν ἐστιν εὐδαίμων, ἐξειργάσαντο. τρίτον, ἐπειδὴ Ῥωμαῖοι κύριοι γεγόναμεν αὐτῆς,ἀφελόμενοι τοὺς Πτολεμαίους οὐ καλῶς ἄρχοντας, ὁ Σεβαστὸς ἐπιδημήσας ὑμῶν τῇ πόλει καὶ πρὸς τοὺς ὑμετέρους πολίτας διαλεχθεὶς, Ἄνδρες, εἶπεν, Ἀλεξανδρεῖς, ἀφίημι τὴν πόλιν αἰτίας πάσης αἰδοῖ τοῦ μεγάλου θεοῦ Σαράπιδος αὐτοῦ τε ἕνεκα τοῦ δήμου καὶ τοῦ μεγέθους τῆς πόλεως· αἰτία δέ μοι τρίτη τῆς εἰς ὑμᾶς εὐνοίας ἐστὶ καὶ ὁ ἑταῖρος Ἄρειος. ἦν δὲ ὁ Ἄρειος οὗτος πολίτης μὲν ὑμέτερος, Καίσαρος δὲ τοῦ Σεβαστοῦ συμβιωτής, ἀνὴρ φιλόσοφος.
凭众神起誓,亚历山大的市民们,若真有任何亚历山大人承认自己是加利利人,我实在深感羞耻。真正的希伯来人的先祖往昔曾给埃及人做奴隶,而如今你们这些亚历山大的市民,征服了埃及人的人——因为你们的建立者征服了埃及——却公然违抗古老的法度,甘愿向那些藐视祖传教义的人屈身服役。全埃及往昔与众神相通、我们享受诸般福祉的那份昔日的幸福记忆,难道不再进入你们的心怀吗?相反,那些如今给你们带来这套新宣称的人,到底给这城带来了什么益处,你们且告诉我!敬神的马其顿人亚历山大是你们的缔造者,凭宙斯起誓,他绝非这等人可比,甚至也绝非那些远胜于这等人的全体希伯来人可比。拉戈斯之子托勒密固然胜过他们,而亚历山大即便与罗马人一争高下,也足以呈现一番激烈的角逐。那么缔造者之后、将你们的城池宛如亲生骨肉般抚育的诸位托勒密王又如何呢?他们绝不是靠着耶稣的话语使她壮大的,也不是凭着那最受众神憎恶的加利利人的教义,为她奠定了如今令她繁荣昌盛的这套建制。第三,当我们罗马人从治理不善的托勒密王手中夺过权力,成为她的主人之后,奥古斯都巡幸你们的城邦,并对你们的市民发表了演说。 他说:“亚历山大的市民们,因着对伟大的萨拉皮斯神的敬畏,以及因着民众本身和此城的宏大规模,我免除这城一切罪责;而我对你们怀有恩惠的第三个缘由,则是我的挚友阿里乌斯。” 而这位阿里乌斯乃是你们的同胞市民,是奥古斯都·恺撒的莫逆之交,一位哲人。
Τὰ μὲν οὖν ἰδίᾳ περὶ τὴν πόλιν ὑμῶν ὑπάρξαντα παρὰ τῶν Ὀλυμπίων θεῶν, ὡς ἐν βραχεῖ φράσαι, τοιαῦτα, σιωπῶ δὲ διὰ τὸ μῆκος τὰ πολλά· τὰ δὲ κοινῇ καθ’ ἡμέραν οὐκ ἀνθρώποις ὀλίγοις οὐδὲ ἑνὶ γένει οὐδὲ μιᾷ πόλει, παντὶ δὲ ὁμοῦ τῷ κόσμῳ παρὰ τῶν ἐμφανῶν θεῶν διδόμενα πῶς ὑμεῖς οὐκ ἴστε; μόνοι τῆς ἐξ Ἡλίου κατιούσης αὐγῆς ἀναισθήτως ἔχετε; μόνοι θέρος οὐκ ἴστε καὶ χειμῶνα παρ’ αὐτοῦ γινόμενον; μόνοι ζῳογονούμενα καὶ φυόμενα παρ’ αὐτοῦ τὰ πάντα; τὴν δὲ ἐξ αὐτοῦ καὶ παρ’ αὐτοῦ δημιουργὸν τῶν ὅλων Σελήνην οὖσαν οὐκ αἰσθάνεσθε πόσων ἀγαθῶν αἰτία τῇ πόλει γίνεται; καὶ τούτων μὲν τῶν θεῶν οὐδένα προσκυνεῖν τολμᾶτε· ὃν δὲ οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἑοράκασιν Ἰησοῦν οἴεσθε χρῆναι θεὸν λόγον ὑπάρχειν. ὃν δὲ ἐξ αἰῶνος ἅπαν ὁρᾷ τὸ τῶν ἀνθρώπων γένος καὶ βλέπει καὶ σέβεται καὶ σεβόμενον εὖ πράττει, τὸν μέγαν Ἥλιον λέγω, τὸ ζῶν ἄγαλμα καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἀγαθοεργὸν τοῦ νοητοῦ πατρός, εἴ τι μοι πείθεσθε παραινοῦντι, καὶ μικρὰ ὑμᾶς αὐτοὺς ἐπαναγάγετε πρὸς τήν ἀλήθειαν. οὐχ ἁμαρτήσεσθε γὰρ τῆς ὀρθῆς ὁδοῦ πειθόμενοι τῷ πορευθέντι κἀκείνην τὴν ὁδὸν ἄχρις ἐτῶν εἴκοσι καὶ ταύτην ἤδη σὺν θεοῖς πορευομένῳ δωδέκατον ἔτος.
由奥林匹斯众神赐予你们城邦的个别福祉,概括而言便是如此,因篇幅过长其余大多我就略去不提了。然而,由显现的众神并非只赐予少数人,也并非只赐予一个种族或一座城邦,而是每日共同赐予整个世界的恩泽,你们怎会不知呢?难道唯独你们对太阳倾泻而下的光芒麻木不仁?难道唯独你们不知道夏冬因他而生?难道唯独你们不知道万物皆因他而繁衍滋长?而那由他而出、借他而成为宇宙工匠的月亮,给这城带来了何等繁多的福祉,你们难道感觉不到吗?然而在这些神明中,你们竟不敢敬奉其中任何一位;但对于那无论是你们还是你们的先祖从未见过的耶稣,你们却认为理当作为神的话语(逻各斯)存在。而从古至今全人类都在瞻仰、凝视、崇敬,且因崇敬而获享福祉的那位——我指的是伟大的太阳,那可知之父的活着、有魂、有知且行善的显像——如果你们愿意听从我的一点劝诫,就哪怕稍微将你们自己拉回到真理上来吧。因为只要听从一个走过那条道直到二十岁、如今在众神庇护下走现今之道已历经第十二个年头的人,你们就不会迷失正道。
Εἰ μὲν οὖν φίλον ὑμῖν πείθεσθαι, μειζόνως εὐφρανεῖτε· τῇ δεισιδαιμονίᾳ δὲ καὶ κατηχήσει τῶν πανούργων ἀνθρώπων ἐμμένειν εἴπερ ἐθέλοιτε,τὰ πρὸς ἀλλήλους ὁμονοεῖτε καὶ τὸν Ἀθανάσιον μὴ ποθεῖτε. πολλοὶ πάντως εἰσὶ τῶν αὐτοῦ μαθητῶν δυνάμενοι τὰς ἀκοὰς ὑμῶν κνησιώσας καὶ δεομένας ἀσεβῶν ῥημάτων ἱκανῶς παραμυθήσασθαι. ὤφελε γὰρ Ἀθανασίῳ ὁμοῦ ἡ τοῦ δυσσεβοῦς αὐτοῦ διδασκαλείου κατακεκλεῖσθαι μοχθηρία. νῦν δέ ἐστι πλῆθος ὑμῖν οὐκ ἀγεννές, καὶ πρᾶγμά δὲ οὐδέν. ὃν γὰρ ἃν ἕλησθε τοῦ πλήθους, ὅσα γε εἰς τὴν τῶν γραφῶν διδασκαλίαν ἥκει, χείρων οὐδὲν ἔσται τοῦ παρ’ ὑμῶν ποθουμένου. εἰ δὲ τῆς ἄλλης ἐντρεχείας ἐρῶντες Ἀθανασίου· πανοῦργον γὰρ εἶναι τὸν ἄνδρα πυνθάνομαι· ταύτας ἐποιήσασθε τὰς δεήσεις, ἴστε δι’ αὐτὸ τοῦτο αὐτὸν ἀπεληλαμένον τῆς πόλεως· ἀνεπιτήδειος γὰρ φύσει προστατεύειν δήμου πολυπράγμων ἀνήρ. εἰ δὲ μηδὲ ἀνήρ, ἀλλ’ ἀνθρωπίσκος εὐτελής, καθάπερ οὗτος ὁ μέγας οἰόμενος περὶ τῆς κεφαλῆς κινδυνεύειν,4 τοῦτο δὲ δίδωσιν ἀταξίας ἀρχήν. ὅθεν, ἵνα μὴ γένηται τοιοῦτο περὶ ὑμᾶς μηδέν, ἀπελθεῖν αὐτῷ προηγορεύσαμεν τῆς πόλεως πάλαι, νυνὶ δὲ καὶ Αἰγύπτου πάσης.
因此,如果你们乐意听从,便会使我倍加欣喜;但若你们当真决意执迷于那些奸诈之徒的迷信与训导,那么你们内部当和睦相处,切莫思慕阿塔纳修斯。他的门徒中大有人在,完全足以抚慰你们发痒并渴求不敬言辞的耳朵。要是那不虔学派的邪恶同阿塔纳修斯一道被锁闭起来该有多好!但如今你们之中人数不少,这倒也无妨;因为在这群人中无论你们挑选谁,就经卷的教导而言,绝不会比你们所思慕的那人差分毫。然而,若是出于爱慕阿塔纳修斯的别种权术——因为我听说此人奸猾狡诈——你们才提出这些祈请,那么你们要知道,正是为此缘故他才被驱逐出城;因为多管闲事之人天生不配做民众的首领。若他甚至不算个男子汉,而只是个卑劣猥琐的小人,正如这个妄自尊大却以为自己性命堪忧之人,这便会成为动乱的开端。因此,为了使诸如此类的事绝不发生在你们中间,我们早先已下令让他离开这城,如今更是令他离开全埃及。
Προτεθήτω τοῖς ἡμετέροις πολίταις Ἀλεξανδρεῦσιν.
当将此令向我们的市民亚历山大人公布。
- 432dλόγον ἂν εἶχεν οὐδ’ ὣς
非真实条件句的结句。短语 λόγον εἶχεν ἄν 由未完成过去时直陈式加 ἄν 构成,表示“(按理说)原本是合情理的(但事实并非如此)”。副词短语 οὐδ’ ὣς(“即使如此也并不”)修饰后接的带不定式的不定短语 Ἀθανάσιον... ἐπιζητεῖσθαι,强调即便在假设的极端前提下,要求阿塔纳修斯回来也同样是荒谬无理的。
- 433aτὴν ὑγιαίνουσαν οὐ ζηλοῦντες πόλιν· ἀλλὰ τὸ νοσοῦν μέρος ἐπιφημίζειν ἑαυτῷ τολμᾷ
破格句(破裂构型 anacoluthon)。在前面连续的属格独立结构(κτίστου μὲν ὄντος... ὑπάρχοντος δὲ...)之后,主格分词 οὐ ζηλοῦντες 孤立出现而未接连限定动词;随后连词 ἀλλά 引出主语的突然转变,从听众(“你们”)切换为第三人称单数主语“患病的部分”(τὸ νοσοῦν μέρος),并接定式动词 τολμᾷ,生动体现了作者激愤之下的语势转换。
- 433aαἰσχύνομαι... εἴ τις ὅλως Ἀλεξανδρέων ὁμολογεῖ
情感动词 αἰσχύνομαι(我感到羞耻)后接 εἰ 条件从句而非 ὅτι 名词从句的修辞结构。将客观发生的事实以条件从句“如果真有任何亚历山大人承认……”来表述,传达出说话者对这种荒唐现实的震惊、厌恶以及难以置信之情。
- 435cὁ μέγας οἰόμενος περὶ τῆς κεφαλῆς κινδυνεύειν
修饰前文贬称 ἀνθρωπίσκος εὐτελής(“卑劣琐屑的小人”)的同位分词短语。ὁ μέγας οἰόμενος 带有强烈的讽刺意味,意为“自以为是个大人物的家伙”,紧接不定式短语 περὶ τῆς κεφαλῆς κινδυνεύειν(“面临性命之危”),辛辣地嘲弄了阿塔纳修斯夸大危难、故作受害者的行径。
